21
συμβεβηκότων, καὶ ὡς κυριωτέρα ἐστὶν ἡ οὐσία τῶν συμβεβηκότων ὡς ἐν αὐτῇ ἐχόντων τῶν συμβεβηκότων τὴν ὕπαρξιν. Εἴρηται δὲ καὶ περὶ τῆς διαιρέσεως αὐτῆς καὶ τί διαφέρει οὐσία τῶν οὐσιωδῶν διαφορῶν, ὅτι δι' αὐτῶν ἡ οὐσία εἰδοποιουμένη τοῖον εἶδος ἀποτελεῖ καὶ τοιάδε γίνεται. Εἴρηται δὲ καὶ τί φύσις καὶ τί μορφὴ καὶ ὑπόστασις καὶ πρόσωπον καὶ ἄτομον, πῶς τε οἱ ἔξω περὶ τούτων ἐδόξασαν, καὶ πῶς οἱ ἅγιοι πατέρες, οἱ τῆς ἀληθείας καὶ τῆς ὄντως φιλοσοφίας μαθηταὶ καὶ διδάσκαλοι, ὠρθοτόμησαν. Φέρε δὲ νῦν τὰ ἴδια τῆς οὐσίας εἴπωμεν. Ἴδιον τῆς οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι· αὕτη γὰρ μᾶλλον ὑπόκειται τῷ συμβεβηκότι εἰς τὸ εἶναι καὶ οὐχὶ αὐτὴ ἐν ἑτέρῳ ἔχει τὴν ὕπαρξιν. Τοῦτο δὲ τὸ ἴδιον καὶ τῶν οὐσιωδῶν διαφορῶν ἐστι· τὸ γὰρ ἐν ὑποκειμένῳ οὔτε παρὸν σῴζει οὔτε ἀπὸν φθείρει· διὸ οὐδὲ ἐν τῷ ὁρισμῷ λαμβάνεται, καὶ συμβεβηκὸς γὰρ πάντως ἐστίν. Αἱ δὲ οὐσιώδεις διαφοραὶ οὔκ εἰσι συμβεβηκότα καὶ παρόντα σῴζουσι καὶ ἀπόντα φθείρουσι· διὸ καὶ ἐν τῷ ὁρισμῷ λαμβάνονται. Ἴδιον δὲ καὶ τὸ συνωνύμως κατηγορεῖσθαι ἤγουν μεταδιδόναι καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ· καὶ τὸ μὴ ἔχειν τι ἐναντίον, τῷ γὰρ λίθῳ ἤγουν αὐτῇ τῇ οὐσίᾳ τοῦ λίθου οὐδέν ἐστιν ἐναντίον· καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον· τοῦτο δὲ καὶ τῶν οὐσιωδῶν διαφορῶν ἐστιν ἴδιον, οὐδὲ γάρ ἐστιν ὁ ἄνθρωπος μᾶλλον τοῦ ἵππου οὐσία ἢ ζῷον οὐδὲ ὁ ἵππος μᾶλλον τοῦ ἀνθρώπου· καὶ τὸ τῶν ἐναντίων εἶναι δεκτικὸν ἀνὰ μέρος καὶ οὐ κατ' αὐτὸν ἀλλὰ κατὰ τὴν ἑαυτῆς μεταβολήν. Ἐναντίων δὲ λέγω συμβεβηκότων ἐπουσιωδῶν· τὸ γὰρ λογικὸν οὐκ ἐπιδέχεται τὸ ἄλογον, τὸ δὲ σῶμα θερμαίνεται καὶ μεταβαλλόμενον ψύχεται, καὶ ἡ ψυχὴ ποτὲ μὲν δέχεται ἀρετὴν ποτὲ δὲ κακίαν. 49 Ἔτι περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ὁμοϋποστάτων καὶ ἀριθμῷ διαφερόντων. Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσονται, οἷον ὅσα εἰσὶν ὑπὸ τὴν οὐσίαν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἐννέα κατηγοριῶν· δεῖ γὰρ γινώσκειν, ὡς δέκα εἰσὶν αἱ πᾶσαι κατηγορίαι ἤτοι τὰ γενικώτατα γένη, ὑφ' ἃς ἀναφέρεται πᾶσα φωνὴ ἁπλῶς λεγομένη. Εἰσὶ δὲ αὗται· αʹ οὐσία οἷον λίθος· βʹ ποσὸν οἷον δύο, τρία· γʹ πρός τι οἷον πατήρ, υἱός· δʹ ποιὸν οἷον λευκόν, μέλαν· εʹ ποῦ οἷον ἐν ∆αμασκῷ, τοῦτο δὲ τόπου ἐστὶ δηλωτικόν· ʹ ποτέ, χθές, αὔριον· τοῦτο δὲ χρόνου ἐστὶ δηλωτικόν· ζʹ ἔχειν οἷον ἱμάτιον φορεῖν· ηʹ κεῖσθαι οἷον ἵστασθαι, καθέζεσθαι· θʹ ποιεῖν οἷον καίειν· ιʹ πάσχειν οἷον καίεσθαι. Ἑτερογενῆ δέ εἰσιν, ὅσα ὑπ' ἄλλην καὶ ἄλλην κατηγορίαν εἰσί· καὶ ὁμογενῆ μὲν οἷον ὁ ἄνθρωπος καὶ ὁ ἵππος, ὑπὸ τὴν οὐσίαν γάρ εἰσιν ἀμφότερα, ἑτερογενῆ δὲ ὡς ἄνθρωπος καὶ ἐπιστήμη· ὁ μὲν γὰρ ἄνθρωπος ὑπὸ τὴν οὐσίαν ἐστίν, ἡ δὲ ἐπιστήμη ὑπὸ τὴν ποιότητα. Ὁμοειδῆ εἰσιν, ὅσα ὑπὸ τὸ αὐτὸ εἶδος τάσσονται καὶ κοινωνοῦσι τῷ λόγῳ τῆς οὐσίας οἷον Πέτρος, Παῦλος· ἀμφότεροι γὰρ ὑφ' ἓν εἶδός εἰσι, τὸ τοῦ ἀνθρώπου. Ἑτεροειδῆ δέ εἰσιν, ὅσα τῷ εἴδει διαφέρουσιν ἤγουν τῷ λόγῳ τῆς οὐσίας οἷον ἄνθρωπος καὶ ἵππος. Οἱ δὲ ἅγιοι πατέρες ὁμογενῆ καὶ ὁμοειδῆ ταὐτὸν λέγουσι τὰ ὁμοούσια ἤγουν τὰς ὑπὸ τὸ αὐτὸ εἶδος ὑποστάσεις. Ὁμοϋπόστατά εἰσιν, ὅτε δύο φύσεις ἐν μιᾷ ὑποστάσει ἑνωθῶσι καὶ μίαν σχῶσιν ὑπόστασιν σύνθετον καὶ ἓν πρόσωπον ὡς ψυχὴ καὶ σῶμα. Ἑτεροϋπόστατα δὲ καὶ ἀριθμῷ διαφέροντα, ὅσα τῇ συμπλοκῇ τῶν συμβεβηκότων τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως ἀφωρίσαντο ἤγουν ὅσα τοῖς συμβεβηκόσι διαφέρουσιν ἀλλήλων καὶ τὴν ἀνὰ μέρος καὶ καθ' ἑαυτὸ ἔχουσιν ὕπαρξιν οἷον τὰ ἄτομα Πέτρος καὶ Παῦλος· ἄλλος γάρ ἐστιν οὗτος καὶ ἄλλος ἐκεῖνος. 50 Περὶ ποσοῦ καὶ ποσότητος. Ποσότης ἐστὶ σωρεία μονάδων· τὴν μὲν γὰρ μονάδα οὔ φασι ποσότητα ἀλλ' ἀρχὴν ποσότητος. Μονάδος οὖν καὶ μονάδος συνερχομένων γίνονται δύο, ὥστε οὐ διαίρεσίς ἐστιν ἡ ποσότης ἀλλὰ σωρεία καὶ συνάφεια μονάδων· τὸ μὲν γὰρ τὰ δύο διελεῖν εἰς ἓν καὶ ἓν ἀνὰ μέρος, τοῦτο διαίρεσίς ἐστι, τὸ δὲ τὸ ἓν καὶ ἓν δύο εἰπεῖν, τοῦτο μᾶλλον συνάφειά ἐστιν. Ἰστέον δέ, ὅτι ποσότης μέν ἐστιν αὐτὸ τὸ μέτρον καὶ ὁ ἀριθμὸς ὁ μετρῶν καὶ ἀριθμῶν, ποσὰ δὲ τὰ τῷ ἀριθμῷ καὶ τῷ μέτρῳ