κορίου. Ποιεῖ δὲ καὶ βόλβιτον καταχριόμενον ὀπός τε συκῆς σὺν συκαμίνου φύλλοις ἢ καλαμίνθη ἢ φακὸς σὺν ἐλαίῳ χριόμενος. Ἄπληκτα δὲ τὰ ζῷα τηρεῖ σικύου ἀγρίου ῥίζα ἐλαίῳ συνεψηθεῖσα <...> ὅθεν ἀλείφειν αὐτὰ χρὴ χαλβάνην σὺν ἐλαίῳ. Ὁμοίως δὲ τοῦτο καὶ θυμιώμενον πρὶν ἀνοῖξαι τὰ σμήνη ἀπλήκτους διατηρεῖ, ἢ μελισσόφυλλον ἐλαίῳ τρίψαντα ἀλείφειν, ἢ βόλβιτα θυμιᾶν ἢ ἐλελίσφακον. Πᾶν δὲ ἔντομον ἐλαίῳ ἐπιρρανθὲν ἀναιρεῖται. 3.30 Τοῦ αὐτοῦ· περὶ διψάδοσ Ἡ διψὰς καὶ αὐτὴ πολυώνυμός ἐστιν· καλεῖται γὰρ «καύσων» καὶ «πρήστης» ἀφ' ὧν διατίθησι, «μελάνουρος» δὲ καὶ «ἀμμοδύτης» ἀπό τε τῆς διαίτης καὶ τῆς ἰδέας αὐτῆς, θηρίον ἐχίδνης μικρότερον καὶ χαλεπώτερον. Ἐμποιεῖ γὰρ τοῖς δηχθεῖσιν ἐγκαύσεις δίψος τε ἐπιτεταμένον ἄχρι τοῦ πίνοντας διαρρήγνυσθαι. Πρὸς δὴ τὸ διψάδος δῆγμα κύπερος ἐγχυμάτισμα δι' οἴνου καὶ ὕδατος ὀνίνησι λάδανόν τε λελειωμένον καὶ οἴνῳ διδόμενον, ἔτι δὲ ἑσπέριον μῆλον τὸ «κίτριον» λεγόμενον προποτισθὲν μὲν ἀντιπαθεῖ, ἐπιποτισθὲν δὲ ἀρήγει, καὶ μάλιστα τὸ χρυσίζον αὐτοῦ. 3.31 Περὶ δρυΐνου Ὁ δὲ δρυΐνης ὄφις ἐν ταῖς τῶν δρυῶν ῥίζαις τὸν βίον ποιούμενος καὶ πρὸς ἄλλοις δένδροις καλινδούμενος οὕτω καὶ πονηρός ἐστιν πρὸς τὸ διαφθεῖραι κακῶς, ὡς, εἴ τις αὐτῷ ἐπιβαίη, τοὺς πόδας ἀποδέρεσθαι καὶ οἰδήματα καθ' ὅλων τῶν σκελῶν γίνεσθαι. Καὶ ἔτι θαυμασιώτερον· εἰ καὶ θεραπεύειν τις αὐτοὺς ἐθέλει, καὶ τούτου τὰς χεῖρας ἀποδέρεσθαι. Μελίας οὖν τῶν φύλλων ὁ χυλὸς πρὸ παντὸς βρωτοῦ καὶ ποτοῦ χρήσιμος πάνυ ἐγχυματιζόμενος. 3.32 Τοῦ αὐτοῦ· περὶ διαφόρων <δηγμάτων> καὶ πληγῶν Ἴδια μὲν οὖν πρός τε δήγματα καὶ πληγὰς τῶν ἰοβόλων ζῴων ἃ προείρηται, κοινὰ δὲ ταῦτα· ἶρις μετ' ὄξους πινομένη, παλιούρου σπέρμα ἢ μύρτης χυλὸς σὺν οἴνῳ, καρδάμωμον ὁμοίως, ἢ ἀπίου καρπὸς ἢ τριφύλλου ˉγˉο #161ʹ, ἀσφοδέλου ῥίζη στατ. βʹ κερατ. ʹ σὺν οἴνῳ, ὀπός τε σιλφίου ἢ σπέρμα κριθῆς, πολίου ἀφεψήματος ἐγχυματισμός, καὶ κενταύριον, δίκταμνον, καστόριον, πήγανον, ἐλελίσφακον, καλαμίνθη, ἄγνος. Πρὸς τούτοις μὲν καὶ κατάπλασσε ἔτι πιτύροις σὺν ὄξει, ἢ οἴνῳ, ἢ ῥαφανίσιν, ἢ βολβοῖς. Ταῦτα μὲν εἰρηκότες ἤδη προειλήφασι πολλοὶ ἄλλος ἄλλο πείρᾳ τὸ δόκιμον ἐπαινῶν. Πρὸς δὲ τούτοις, ὁ μέν τις χυλὸν πράσου προσπιεῖν, ὁ δὲ ἀλεκτορίδος ζώσης τὸν ἐγκέφαλον ἐξελών, οἴνῳ ἀκράτῳ διείς, τῷ κινδυνεύοντι ὤρεξεν, ἄλλος οὖρον παιδὸς οἴνῳ καὶ αὐτὸ κραθὲν ἐπέδωκεν, ὁ δὲ μῦν ἀνασχίσας ἐπέθηκε τῷ πλήγματι καὶ εἰς τὸν μῦν τὸν ἰὸν ἀνέσπασεν. Ἐγὼ δὲ προκρίνω τῶν πολλῶν ὅπερ πρός τε λυσσοδήκτους καὶ σκορπιοπλήκτους ἐξεθέμην μυστήριον τὸ Παρθικόν, ὃ διὰ τεσσάρων ἴσων ἀνύεται· σμύρνης, ἀριστολοχείας, γεντιανῆς, δαφνίδος [κενταυρίου]. Προσλαβὼν οὖν ταῦτα καὶ τρίψας σὺν οἴνῳ καὶ ἀναβράσας ἐγχυμάτιζε. Εὐπόριστα δὲ ταῦτα· αἴγειον γάλα καθ' αὑτὸ καὶ μετ' οἴνου ˉγˉο εʹ διδόμενον, βάτραχοι μετ' οἴνου ἑψόμενοι καὶ ἐγχυματιζόμενοι, πρός τε ἰοβόλα πάντα καὶ φρύνους. Καὶ ἀβρότονον δὲ λεῖον σὺν οἴνῳ, ἀγαρικόν τε ὁμοίως καὶ ἄγνου καρπὸς ὁμοίως, ἄμις Αἰθιοπικὴ καὶ Ἰταλικὸν κύμινον μετ' οἴνου ἐγχυματιζόμενον, ἀμπελόπρασόν τε ἐσθιόμενον, δάφνης τὰ φύλλα λεῖα μετ' οἴνου ἢ ὕδατος ἐγχυματιζόμενα, ἢ δρυὸς βάλανοι ἐσθιόμενοι ἁρμόζουσι κόρεώς τε καρπός, μανδραγόρου ῥίζα σὺν μελικράτῳ. Καὶ βδέλλαι δὲ ἐπιτιθέμεναι τῷ δήγματι βοηθοῦσι καὶ ἕλκουσιν. Αἴγειος σπύραθος μετ' ὀριγάνου ἐπιτιθέμενος θηριοπλήκτοις βοηθεῖ ἐλέφαντός τε ξηρὰ κόπρος. Καὶ ἄγνου φύλλα καταπλασσόμενα, ἄλφιτα ὁμοίως μετὰ τρυγὸς οἴνου καὶ αὐστηροῦ οἴνου ἢ θαλάσσης ἐγχυματιζόμενα δαψιλῶς ἁρμόζουσι πρὸς πάντα ἰοβόλα ζῷα ὅσα κατὰ ψῦξιν ἀναιρεῖ. Θηρίον οὖν ὁποῖον <ἂν> δάκῃ, τούτου τὴν κεφαλὴν ἀνελὼν ἐπιτίθει τοῖς δήγμασι καὶ ἐπιδήσας ἄνευ φλεγμονῆς ὑγιάσεις. Ἢ καύσας τὴν πλήξασαν κεφαλὴν τὴν σποδιὰν ἐπιτίθει. Ἢ δρακοντίου ῥίζαν τρίψας θὲς ἐπὶ τὸν πεπληγότα τόπον προκατασχάσας. Ὑακίνθου χυλὸς ἐγχυματιζόμενος παντὶ θηρίῳ ἀντιπαθεῖ. Ἡ τε τοῦ ἀγρίου σταφυλίου ῥίζα περιαπτομένη καὶ ὁ καρπὸς ἐγχυματιζόμενος ἁρμόζει πρὸς πᾶν θηρίου δῆγμα καὶ