21
ἐστι καὶ θειότης ἡ συνεκτικὴ τῶν ὄντων πρόνοια καὶ ἡ κατ᾽ αὐτὴν ἐκθεωτικὴ τῶν προνοουμένων ἐνέργεια.
Ἢ τάχα τὰ ἀόρατα τοῦ Θεοῦ εἰσιν οὐκ ἄλλό τι παρὰ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα, ἔχουσας διαπρυσίους κήρυκας τὰς τῶν γεγονότων ὑπερφυεῖς μεγαλοπρεπείας. Ὡς γὰρ ἐκ τῶν ὄντων τὸν κυρίως ὄντα Θεὸν ὅτι ἔστι πιστεύομεν, οὕτως ἐκ τῆς τῶν ὄντων οὐσιώδους κατ᾽ εἶδος διαφορᾶς τὴν κατ᾽ οὐσίαν ἔμφυτον αὐτοῦ σοφίαν ὑφεστῶσαν καὶ τῶν ὄντων συνεκτικὴν διδασκόμεθα· καὶ πάλιν, ἐκ τῆς οὐσιώδους κατ᾽ εἶδος 14Β_096 τῶν ὄντων κινήσεως τὴν κατ᾽ οὐσίαν ἔμφυτον αὐτοῦ ζωὴν ὑφεστῶσαν καὶ τῶν ὄντων συμπληρωτικὴν μανθάνομεν, ἐκ τῆς κατὰ τὴν κτίσιν σοφῆς θεωρίας τὸν περὶ τῆς ἁγίας Τριάδος, Πατρὸς λέγω καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, λόγον λαμβάνοντες· Θεοῦ γὰρ ἀΐδιός ἐστιν, ὡς ὁμοούσιος, δύναμις ὁ Λόγος, καὶ θειότης ἀΐδιος τὸ ὁμοούσιον ἅγιον Πνεῦμα.
Κατάκριτοι τοιγαροῦν οἱ μὴ συνδιδαχθέντες ἐκ τῆς τῶν ὄντων θεωρίας τὴν αἰτίαν τῶν ὄντων καὶ τὰ κατὰ φύσιν τῆς αἰτίας ἴδια, τὴν δύναμιν λέγω καὶ τὴν θειότητα. Βοᾷ τοίνυν ἡ κτίσις διὰ τῶν ἐν αὐτῇ ποιημάτων καὶ οἷον ἀπαγγέλλει τοῖς νοερῶς δυναμένοις ἀκούειν τὴν ἰδίαν αἰτίαν τριαδικῶς ὑμνουμένην, λέγω δὲ τὸν Θεὸν καὶ Πατέρα, καὶ τὴν ἄφραστον αὐτοῦ δύναμιν καὶ τὴν θειότητα, ἤγουν τὸν μονογενῆ Λόγον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ταῦτα γάρ εἰσι τὰ ἀόρατα τοῦ Θεοῦ τὰ ἀπὸ τῆς κτίσεως τοῦ κόσμου νοήσει καθορώμενα.
ΣΧΟΛΙΟΝ 1. Ὅτι ἐκ τῶν ὄντων, φησίν, τὸν τῶν ὄντων γινώσκομεν αἴτιον· καί ἐκ τῆς
διαφορᾶς τῶν ὄντων τήν ἐνυπόστατον τοῦ ὄντος διδασκόμεθα σοφίαν· καί ἐκ τῆς τῶν ὄντων φυσικῶς κινήσεως, τήν ἐνυπόστατον τοῦ ὄντος μανθάνομεν ζωήν, τήν τῶν ὄντων ζωοποιόν δύναμιν, τό Πνεῦμα τό ἅγιον.
Ι∆ (14). ΠΕΡΙ ΤΟΥ "ΚΑΙ ΕΣΕΒΑΣΘΗΣΑΝ ΚΑΙ ΕΛΑΤΡΕΥΣΑΝ ΤΗ ΚΤΙΣΗ ΠΑΡΑ
ΤΟΝ ΚΤΙΣΑΝΤΑ". 14. ΕΡΩΤΗΣΙΣ Ι∆' Τί ἐστι καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα; Τί ἐστι
σέβας καὶ τί ἐστι λατρεία; Ἀπόκρισις. Σέβας ἐστὶν ἡ μετὰ πίστεως προσκύνησις τοῦ θείου, λατρεία 14Β_098 δὲ ἡ
διὰ τῶν ἔργων θεραπεία. Τοῦτο δὲ τὸ σέβας, ἤγουν τὴν πίστιν, ἐπὶ τὴν κτίσιν μεταβιβάσαντες οἱ ἄνθρωποι παρὰ τὸν κτίσαντα προσεκύνουν, πιστεύοντες δαιμονίοις, καὶ ἐλάτρευον, τὴν διὰ τῶν πονηρῶν ἔργων αὐτοῖς θεραπείαν προσάγοντες. Ἡμεῖς δέ, τὸν Θεὸν σέβοντες διὰ τῆς εἰς αὐτὸν πίστεως, σπουδάσωμεν καὶ λατρείαν αὐτῷ προσαγαγεῖν καθαρὰν τὴν διὰ τῶν ἀρετῶν τετελειωμένην πολιτείαν.
ΙΕ (15). ΠΕΡΙ ΤΟΥ "ΤΟ ΓΑΡ ΑΦΘΑΡΤΟΝ ΣΟΥ ΠΝΕΥΜΑ ΕΣΤΙΝ ΕΝ ΠΑΣΙΝ". 15. ΕΡΩΤΗΣΙΣ ΙΕ' Τί ἐστι τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσι· διὸ τοὺς παραπίπτοντας
κατὰ μικρὸν ἐλέγχεις; Εἰ περὶ τοῦ ἁγίου Πνεύματος λέγει, πῶς εἰς ἀσύνετον καρδίαν σοφία οὐκ εἰσελεύσεται οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίαις; Ἐσημειωσάμην δὲ τοῦτο διὰ τὸ ἁπλῶς εἰπεῖν ἐν πᾶσιν.
Ἀπόκρισις. Τὸ Πνεῦμα τὸ ἅγιον οὐδενὸς ἄπεστι τῶν ὄντων, καὶ μάλιστα τῶν λόγου
καθοτιοῦν μετειληφότων. Συνεκτικὸν γὰρ ὑπάρχει τῆς ἑκάστου γνώσεως, ὅτι Θεὸς