εἰς δὲ γῆν τῶν ἀπορφανισάντων ἑαυτοὺς ἀπὸ τοῦ Θεοῦ, κτῆμα δὲ δαιμόνων τὴν κακίαν ἔχοντας, μὴ εἰσέλθῃς, δι' ἣν ἐστερήθησαν τοῦ ἐπουρανίου Πατρός· ὁ γὰρ λυτρού μενος αὐτοὺς Κύριος ἐκ τοῦ ὑπερλάμπρου φωτὸς ἀπὸ σκότους, ἰσχυρός ἐστιν. Υἱὸς ὀρθὸς ἐνδιατρίψει τὰ χείλη αὐτοῦ σοφίᾳ, καὶ ἡ σοφία πρὸς αὐτὸν συλλαλήσει καὶ διαμενεῖ· ὁ δὲ στρεβλὸς ἐκπεσεῖται ἀπ' αὐτῆς. Εἰ τῷ φόβῳ Κυρίου ἐκκλίνει τις ἀπὸ κακοῦ, καλῶς παραινεῖ διὰ πάσης τῆς ζωῆς ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ. Πᾶς ὁ ἐν κακίᾳ μέθυσος, καὶ ὁ ἐκ σοφίας πρὸς ἀγνωσίαν καταπορνεύων, πτωχεύσει ἐκ θείας χάριτος· καὶ οὐκ ἐνδύσεται ἔνδυμα τοῦ γάμου πᾶς ὁ ἐν τῇ δαι μονιώδει νυκτὶ ὑπνώδης, ἀλλὰ τὴν ὡς ῥάκος τετραυ ματισμένην σάρκα διαθλίβων γεέννης φλόγα. Ἔφη τις τῶν γερόντων, τὴν ψυχὴν εἶναι μητέρα τοῦ νοῦ, ψυχὴν λέγων τὸ παθητικὸν τῆς ψυχῆς, θυμόν τε καὶ ἐπιθυμίαν· διὰ γὰρ τῶν πρακτικῶν ἀρετῶν εἰς φῶς προάγει τὸν νοῦν· διὰ γὰρ ἀνδρείας καὶ σωφρο σύνης κτώμεθα σοφίαν καὶ γνῶσιν Θεοῦ, αἵπερ εἰσὶν ἀρεταὶ θυμοῦ καὶ ἐπιθυμίας· λέγει δ' ἂν ἴσως μητέρα καὶ τὴν παλαιὰν ∆ιαθήκην οὐ καταφρόνητον. Ἀνθρώπους ἐνταῦθα, τῶν διδασκάλων τὰς συγγρα φάς φησι· τοὺς δὲ ποιήσαντας καὶ διδάξαντας, καὶ τὴν πορείαν πρὸς οὐρανοὺς ποιησαμένους, περιπά τους ὠνόμασε· πολλοὶ γὰρ διδάξαντες, οὐ πρὸς οὐρα νὸν τὴν πορείαν ἐποιήσαντο, ὅτι οὐκ ἐφύλαξαν· ὁ γὰρ ὁμιλῶν ἐν περιπάτοις, τουτέστι ποιεῖν τε καὶ διδά σκειν, ἀξίως περιπατεῖ τῆς κλήσεως ἧς ἐκλήθη ὑπὸ τοῦ Θεοῦ. Ἡ μὲν κατὰ διάνοιαν ἁμαρτία ἔοικε φιάλῃ· ἡ δὲ κατ' ἐνέργειαν, ποτηρίῳ· ὕπερον δέ ἐστι, τὸ παρὰ τοῖς μαγείροις λεγόμενον τριβεύς· πολλὰ γὰρ κρούει τοῦτο τὸ ὕπερον, καὶ οὐκ ἀνοίγει τὸν τόπον ὃν κρούει· τοῖς δὲ μαθηταῖς ὁ Κύριός φησι· Κρούετε, καὶ ἀνοι γήσεται ὑμῖν. Νοῦς δεξάμενος ἀλλότριον νόημα ἢ μάθησιν, μελε τήσει λογισμοὺς κακούς· ὁ δὲ τηρήσας ἑαυτὸν, κληρο νομήσει ζωήν. ∆εινὸν ἡ ἀναλγησία· εἶτα ἐρεῖς τυπτόμενος τὴν συν είδησιν, οὐκ ἐπόνεσα φροντίσαι τῶν μὲν γερῶν τυχεῖν, ῥυσθῆναι δὲ τῶν βασάνων· ἐνέπαιξάν μοι, 17.225 τουτέστι προσωνείδισάν μοι· ἐγὼ δὲ θέλων οὐκ ᾔδειν πότε ὄρθρος ψυχῆς, καὶ ἐπίγνωσις ἁμαρτίας. Ὁ οἶκος τῶν ἀρετῶν μετὰ θείας σοφίας οἰκοδομεῖ ται, καὶ μετὰ συνέσεως φόβου Θεοῦ καὶ γνώσεως ἀνορθοῦται. Ὁ περὶ τὴν πίστιν, ἤ τινα τῶν ἀρετῶν ναυαγῶν, ἀκυβέρνητος πρὸς πόλεμον τῶν ἀντικειμένων δυνά μεων, τῇ τε θεολογίᾳ καὶ ταῖς ἀρεταῖς· ὁ δὲ μετὰ κυβερνήσεως πολεμῶν, ἔοικεν ἐπὶ γῆς νοῦν ἔχειν προηγεῖται δὲ τῆς τοῦ Θεοῦ βοηθείας, καρδία βουλευ τικὴ, ἡ πάντα μετὰ βουλῆς ποιοῦσα· δυνατὸν δὲ καὶ ἐπὶ πάσης ἀρετῆς τὸ αὐτὸ τοῦτο εἰπεῖν· ἔστι γὰρ καὶ περὶ σωφροσύνην ναυάγιον, καὶ περὶ ἀγάπην, καὶ φιλαργυρίαν, καὶ περὶ ἕκαστον δὲ δόγμα ὁμοίως τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας συμβαίνει ναυ άγιον· εἰ δὲ μετὰ κυβερνήσεως πολεμεῖν δεῖ τοῖς ἀντικειμένοις, ναυμαχίᾳ παραπλήσιος ἡμῖν ἐστιν ὁ βίος ἐπὶ τῆς γῆς· ἐὰν γὰρ θέλωμεν ἡμεῖς, ποντίζομεν αὐτοὺς ἐν προσευχῇ καρδίας, καὶ διανοίᾳ πρὸς Θεὸν τετραμμένῃ· ἐὰν δὲ μὴ θέλωμεν, ποντιζόμεθα· ἐὰν δὲ καὶ πολεμούμεθα ὑπ' ἐκείνων, εἰ καὶ πολὺς καὶ σφοδρὸς ὁ πόλεμος αὐτῶν, οὐθέν ἐστι· νηστείᾳ μόνον καὶ ἐγκρατείᾳ περιφράξωμεν ἑαυτοὺς, καὶ ὡς ἀράχνην αὐτούς τε καὶ τὰ ὅπλα αὐτῶν συγκόψομεν· ἐὰν δὲ κα τὰ τὴν τοῦ Κυρίου φωνὴν, ὅπου εἰσὶ δύο ἢ τρεῖς, ἡ καρδία, ὁ νοῦς, καὶ ἡ ψυχὴ, συμφωνήσουσι δὲ ἐν ἐν τολαῖς αὐτοῦ περιέχεσθαι, ὁ Κύριος μεθ' ἡμῶν. Πάντα γὰρ ὅσα πράττει ὁ Θεὸς νοοῦντες, καὶ ὅσα διδάσκει πράττοντες, κατ' οὐδὲν παραβαίνουσι τὸν λόγον αὐτοῦ· πύλαι δὲ σοφῶν αἱ πρακτικαί εἰσιν ἀρε ταὶ, καὶ ἡ τοῦ νοῦ θεωρία, δι' ὧν εἰσέρχεται σοφία Θεοῦ· οὐκ ἐκκλίνουσι δὲ, οὔτε δεξιὰ οὔτε ἀριστερὰ, ὅτι λογίζονται ἐν συνεδρίοις εἶναι καλοῦ καὶ κακοῦ· καὶ τοῦ μὲν καλοῦ ἀντιποιοῦνται, τὸ δὲ κακὸν προσ ακοντοῦσιν. Τοῖς μὴ θέλουσιν ὑπὸ τὴν τοῦ Θεοῦ σοφίαν καὶ γνῶσιν παιδευθῆναι, διὰ τοῦ ἐνεστῶτος θανάτου συν αντᾷ ὁ αἰώνιος· ἄφρων δέ ἐστιν ὁ γλυκανθεὶς μὲν ἐν σοφίᾳ Θεοῦ, εἶτα καταλιπὼν αὐτὴν, τῇ δὲ ἀφροσύνῃ συνάξει· διὸ καὶ συναπέθανεν ταῖς ἁμαρτίαις· εἰ