δράκοντος· ̓Ιδοὺ δὴ, ἡ ἰσχὺς αὐτοῦ ἐν ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπ' ὀμφάλου γαστρός. ̔Η γὰρ ἰσχὺς τοῦ δια βόλου ἐξαιρέτως περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώ που ἐστὶν, οπου τὸ πορνεύειν ἐστὶν καὶ ἀ σελγαίνειν. Καὶ οὐκέτι ἐστὶν ιασις ἐν τῇ σαρκί μου. Προκοπὴ ἐπὶ τὸν θάνατον τῆς σαρκὸς καὶ ἐπὶ τὸν ολεθρον αὐτῆς, τὸ ηδη δεύτερον λέγεσθαι. 37.9 ̓Εκακώθην, καὶ ἐταπεινώθην εως σφόδρα· ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρ δίας μου. Αἱ ἑορταὶ τοῦ Θεοῦ αρτον κακώσεως λέ γουσι δεῖν ἐσθίειν· καίπερ ἑορταὶ λεγόμεναι, αὐταὶ ταπεινοῦσιν τὰς ψυχὰς ἡμῶν. Τῇ γοῦν δεκάτῃ τῶν ἱλασμῶν, ταπεινώσετε, φησὶ, τὰς ψυχὰς ὑμῶν. ̓Επεὶ ουν ὁ μετανοῶν ἐφ' οις ημαρτεν, ἑαυτὸν κακοῖ καὶ ταπεινοῖ, ὡς ἐκεῖνος ὁ τελώνης, ὁ θαῤῥῶν ἐπὶ τῷ ἑαυτὸν κεκακωκέναι καὶ τεταπεινωκέναι, μετανοῶν φησιν· ̓Εκακώθην καὶ ἐταπεινώθην εως σφόδρα κτλ. 37.11 ̔Η καρδία μου ἐταράχθη, ἐγκατέ λιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφ θαλμῶν μου οὐκ εστι μετ' ἐμοῦ. Ημην, φησὶ, ποτὲ ἰσχυρὸς καὶ πολιτευό μενος καλῶς, υστερον δὲ πέπτωκα, ταραχ θείσης μου τῆς διανοίας, καὶ καταλιπούσης με τῆς ἰσχύος· καὶ τὸ φῶς δὲ τῶν ὀφθαλ μῶν μου, οπερ ειχον, μετὰ τὸ γνῶναί με τὴν ἀλήθειαν, οὐκ εστιν μετ' ἐμοῦ. Πάλιν εἰς τὸ σκότος ἐνήμεθα, εἰς παραπτώματα πεπτω κότες. -Ειτα διηγεῖται ἀπ' ἀρχῆς ἐκ τοῦ σχολάζειν τῇ μετανοίᾳ, δι' αγαν τὴν εὐγνω μοσύνην καὶ τὴν τῆς ἁμαρτίας ἐξομολόγη σιν. - ̔Η καρδία μου ἐταράχθη· τὸ δια λογιστικὸν καρδίαν φησὶ, καὶ ἐταράχθη, οτι Κύριος προσέταξεν αὐτὸν καταταράσσεσθαι ∆αυίδ. -Τὸ φῶς τῶν ὀφθαλμῶν, ἡ θεωρία, ητις ἐν καιρῷ πειρασμοῦ διαφεύγει τὸν νοῦν. 37.12 Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ηγγισαν καὶ εστησαν, καὶ οἱ εγγιστά μου μακρόθεν εστησαν. Καταφρονήσας γὰρ τῆς παρ' ἀνθρώποις αἰσχύνης, καὶ καταγνωσθεὶς ὑπὸ τῶν ἀκου όντων τῆς ἐξομολογήσεως, τρόπον τινὰ η κουον αὐτῶν λεγόντων· Πόῤῥω ἀπ' ἐμοῦ, μὴ ἐγγίσῃς μοι, οτι καθαρός εἰμι. Βδελυσ σόμενοι γὰρ ον χθὲς ἐθαύμαζον, ἐμάκρυνον ἑαυτοὺς, ταῦτα μονονουχὶ λέγοντες. ̓Αλλὰ τούτου μὴ φροντιζέτω ὁ θέλων μετὰ τὸ ἁμαρτῆσαι σωθῆναι, τοῦ καταγινώσκοντος ἀγνωμόνως, τοῦ μὴ λογιζομένου τὰ ἑαυτοῦ, μηδὲ ἀνεγνωκότος· Μὴ ὀνείδιζε ανθρωπον ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι οτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις. 37.13 Καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι, ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ολην τὴν ἡμέραν ἐμελέτησαν. Πολλάκις γὰρ καὶ ἐπιβαίνουσι τοῖς τοιού τοις, καὶ ζητοῦσι κακὰ τῷ δικαίῳ, οὐχ ουτω χαίροντες ἐν τῷ ἀκούειν τὰ κρείττω περὶ αὐτοῦ, ὡς οταν ἀκούσωσιν τὰ χείρονα περὶ αὐτοῦ. Καὶ λαλοῦσιν ματαιότητας, κατα γελῶντες ἐκείνου, τοῦ ἑαυτὸν καταγορήσαν τος· οὐ γὰρ ἐξητασμένα λαλεῖ ὁ ζητῶν τινι κακὰ, ἀλλ' ὁ ζητῶν παντὶ ἀγαθά. 37.14 ̓Εγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ηκουον, καὶ ὡσεὶ αλαλος οὐκ ἀνοίγων τὸ στόμα αὑτοῦ. Λοιδορούμενος η καὶ ἐπὶ τῇ ἐξομολογήσει κακολογούμενος, διαβαλλόμενος μυρία οσα ἀκούων, προσεποιησάμην τὸν μὴ ἀκούοντα, καὶ εχων τι ἀποκρίνασθαι πρὸς αὐτοὺς καὶ ἐλέγξαι, οὐκ ἐλέγχω, ἐπεὶ ὁρῶ οτι ελεγχος δεῖται ἀπαθείας· ἀπὸ γὰρ θυμοῦ καὶ ὀργῆς ἐλέγχω, καὶ λυπῆσαι βουλόμενος, οὐ θερα πεῦσαι· διὸ ἐγενόμην τούτοις ὡσεὶ κωφός. 37.15 Καὶ ἐγενόμην ὡσεὶ ανθρωπος οὐκ ἀκούων, καὶ οὐκ εχων ἐν τῷ στόματι αὑτοῦ ἐλεγμούς. ̓Επὶ τούτοις οὐδὲν ειχον λέγειν, αἰσχύνης πεπληρωμένος· οὐδεὶς γὰρ λόγος μοι πρὸς ἀπολογίαν, οὐδὲ ειχόν τινα τοῖς ἐχθροῖς προσφθέγγεσθαι, απαξ ὑπ' αὐτῶν νενικη μένος. Η ἐγενόμην πρὸς κακοδόξους ὡς οὐκ ἀκούων, οὐδ' εχων ἐν τῷ στόματί μου ἐλέγ χους. Κίνδυνον γὰρ φέρει πολλάκις τὸ δυσ φήμων λόγων ἀκούειν, καὶ τὸ διαλέγεσθαι περὶ προβλημάτων ὑποκειμένων κολάσει. Η τοῦτό φησιν, οτι σὺ εἰσακούεις, Κύριε, καν ἐγὼ κωφεύω πρὸς τὰς κατ' ἐμοῦ δυσφη μίας. -∆ιὰ τί δὲ γενόμην τοιοῦτος; 37.16 Οτι ἐπὶ σὲ, ηλπισα, Κύριε, σὺ εἰσακούσῃ, Κύριε, ὁ Θεός μου. Τῶν τοσούτων, φησὶ, κακῶν μίαν εχω σω τηρίας ἐλπίδα, τὴν ἐκ σοῦ γενομένην ἐπι κουρίαν. Η