ἑρμηνευθέντες, δυναμένων δουλεύειν καὶ τῶν υἱῶν τῷ Κυρίῳ, τὸν φόβον μετα ληπτέον εἰς τὴν παρά τισιν εὐλάβειαν ὠνομασμένην, ἥτις οὐδαμῶς κόλασιν ἔχει. Ὅτι δὲ φόβος ὁ μὴ κό λασιν ἔχων ὠνόμασται ἐν τῇ Γραφῇ τελείου κατόρ θωμα τυγχάνων, σαφὲς ἐκ τοῦ· «Οὐκ ἔστιν ὑστέ ρημα τοῖς φοβουμένοις αὐτόν.» ∆όξομεν δὲ βιάζε σθαι, διὰ τὸ ἐπιφέρεσθαι τὸ «ἐν τρόμῳ.» Ἀλλὰ μήποτε οἱ μὲν τέλειοι βασιλεῖς τυγχάνουσιν, οἱ δὲ κἂν τῷ φόβῳ παιδαγωγούμενοι κριταὶ γῆς, ἐν οἷς προστάσσει ὁ Σωτὴρ ἀγαλλιᾷν μὴ ἀνειμένως, μηδὲ ἀπολελυμένως, ἵνα μὴ ἐκπέσωσιν εἰς χαύνωσιν καὶ οἴησιν, ἀλλ' «ἐν τρόμῳ,» καὶ οἱονεὶ συνεσταλμένως, μετὰ τοῦ σκοπεῖν τὸ δύνασθαι πεσεῖν, εἰ καταλείποι ἡ ἐπισκοπὴ τὸν γενόμενον ἔν τινι ἀξίῳ τοῦ εὐλό γως ἐπαίρεσθαι. Τὸ δὲ «ἀγαλλιᾶσθαι» ἀπὸ τῆς συν ηθείας ἐστὶ τῆς Γραφῆς· ὅπερ οἰόμεθα εἶναι χαρὰν ἐν τῇ ἐπινοίᾳ, ἔχουσαν τὴν τοῦ ἁγίου Πνεύματος εἰς τὴν ψυχὴν κοινωνίαν συγχαίροντος τῷ ἁγίῳ. ∆ράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, κ. τ. ἑ. Τὴν μὲν προκοπὴν διὰ τοῦ, «παιδεύθητε,» παριστᾷ, τὴν δὲ τελείωσιν διὰ τοῦ, «δράξασθε παιδείας.» Τῷ δὲ ἐπιμελῶς παρατηροῦντι σαφές ἐστιν, ὅτι ἐν δέχεται τὸν ἀτελῆ ἐν παιδείᾳ καὶ μὴ προκόπτοντα ἔτι ὀργῆς Κυρίου μεταλαμβάνειν, τὸν δὲ τέλειον ἀδύνα τον ταύτης μετέχειν. Εἰ γὰρ δράξασθαί τις παιδείας κελεύεται ὑπὲρ τοῦ μὴ ὀργισθῆναι αὐτῷ τὸν Κύριον, κἂν μετάσχοι τῆς ὀργῆς μὴ δραξάμενος τῆς παιδείας· ἐν προκοπῇ μέντοιγε τῆς παιδείας ὢν, τέλεον ἐλευ θερούσης ἀπὸ τῶν ἐκ τῆς ὀργῆς ἐπερχομένων παθη μάτων τῆς περιδράξεως τῆς παιδείας, οὐχὶ δὲ τῆς ἐπαγωγῆς καὶ τῆς ἀρχῆς τῆς κατὰ τὴν παιδείαν· πάν τως γὰρ ὁ ἔτι παιδευόμενος ἀτελής ἐστιν, ἀτελὴς δὲ ὢν ὀργῆς δύναται πεῖραν λαβεῖν Θεοῦ. Ἀλλ' ἐπεὶ οὔτε ἐν τῷ Ἑβραϊκῷ πρόσκειται, οὔτε ἐν ταῖς λοι παῖς ἑρμηνείαις τὸ, «δικαίας,» ὑποπτεύομεν μή ποτε ἢ κατ' οἰκονομίαν προσέθηκαν τοῦτο, ἢ τὰ ἀντίγραφα ἡμάρτηται. Κατ' οἰκονομίαν μὲν, ἵν' οὕτως νοήσωμεν· Ἐὰν μὴ δράξησθε παιδείας, ἀπο λεῖσθε ἐξ ὁδοῦ δικαίας, καὶ ἐκπεσεῖσθε αὐτῆς, ὀργισθέντος ὑμῖν τοῦ Κυρίου· ἀλλ' ὡς πρὸς τὸ ἀκριβὲς, εἰ παιδευτική ἐστιν ἡ ὀργὴ τοῦ Θεοῦ, πῶς, διὰ τὸ ὠργίσθαι Κύριον, ἀπολεῖταί τις ἐξ ὁδοῦ δικαίας; Οὐ πάντως δὲ διὰ τὴν ὀργὴν ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ἀλλὰ τοῦτο ἕψεται ὑμῖν διὰ τὰ ἁμαρ τήματα. Ἐὰν μὴ ᾖ κείμενον τὸ, «δικαίας,» ἐπεὶ οἱ μὴ δραξάμενοι παιδείας πάντως εἰσὶν ἐν ὁδῷ οὐκ 12.1117 ἀγαθῇ, δύναται λεληθότως λέγεσθαι, ὅτι μὴ δρασσο μένων ὑμῶν παιδείας ὀργισθήσεται Κύριος, ἐκ τοῦ ἀπολέσθαι ὑμᾶς ἐκ τῆς ὁδοῦ ἐν ᾗ διατρίβετε, ἵνα μηκέτι ὑπάρχητε ἐν αὐτῇ. Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μα κάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ, κ. τ. ἑ. Εἰ καὶ δεύτερον λέγεται ὁ θυμὸς τῆς ὀργῆς, ἀλλὰ τῷ τηροῦντι τὴν σύμφρασιν τῆς Γραφῆς, φα νερὸν ὅτι ἐκκαίεται πρῶτον ὁ θυμὸς, καὶ ὀργισθέν τος τοῦ Θεοῦ ἀπόλλυταί τις ἀπὸ τῆς ὁδοῦ. Τὸ δὲ ἐν τάχει καίεσθαι τὸν θυμὸν, ἢ μετ' ὀλίγον, ἢ μετὰ βραχὺ ἀναπαύεσθαι αὐτὸν, διδάσκει τὴν μετὰ τὴν ἔξοδον τοῦ βίου κόλασιν. Μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ, κ. τ. ἑ. Κατακουστέον τοῦ, «πεποιθότες,» πίστιν ἐμφαίνον τος μετ' ἐλπίδος ἀνυπόπτου βεβαιοτάτην, καὶ ἑδραίαν, καὶ ἄσειστον, οὐδὲ ἐν τοῖς δοκοῦσι χαλεπωτάτοις και ροῖς τοῦ πεποιθότος ἀπογινώσκοντος τὴν τοῦ Κυρίου εἰς αὐτὸν παρουσίαν, οὐδενὸς παρέλκοντος αὐτόν. ΨΑΛΜΟΣ Γʹ. Ψαλμὸς τῷ ∆αυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, κ. τ. ἑ. ∆οκεῖ ὁ ψαλμὸς εἰρῆσθαι τῷ ∆αυῒδ, ὁπότε ἀπεδί δρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Ὅλα δὲ τὰ ἐν τῷ ψαλμῷ σῶσαι πρὸς τὴν ἱστορίαν οὐ δυνατόν· τί γὰρ συμβάλλεται πρὸς τὸ προκείμενον· «Ἐγὼ ἐκοιμήθην, καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύ ριος ἀντιλήψεταί μου;» Καὶ εἰ βούλοιτο δέ τις δου λεύειν τῇ λέξει, πλέον αὐτῆς μηδὲν ἐπιζητῶν, παρα στησάτω πῶς ἀληθεύει λέγων ὁ Προφήτης· «Ὀδόντας ἁμαρτωλῶν συνέτριψας.» ∆εῖ δὲ ζητῆσαι τίς ὁ ∆αυῒδ, καὶ τίς ὁ Ἀβεσσαλὼμ, καὶ ἡ ἐπίθεσις αὐτοῦ ἡ κατὰ τοῦ πατρὸς, ἥ τε φυγὴ τοῦ βασιλέως πράως φέ ροντος τὴν ἐπανάστασιν τοῦ τῆς