περιστραφῆτε μηδαμοῦ, ἀπέλθετε· μὴ χωρισθῆτε ἀπ' ἀλλήλων, ἀλλ' ἢ εἰς τὴν κέλλαν ὑμῶν εἰς ἣν ἐχρο νίσατε. Ἤδη γὰρ ἀποστέλλει ὁ θεὸς ἐφ' ὑμᾶς. Ὁ πειρασμὸς γὰρ οὗτος συνέβη ὑμῖν ἐπειδὴ ἀμφότεροι περὶ τὸ τέλος ἔχετε καὶ στεφάνων μέλλετε ἀξιοῦσθαι. Μὴ οὖν ἄλλο τι ποιήσητε, καὶ ἐλθὼν ὁ ἄγγελος μὴ εὕρῃ ὑμᾶς ἐν τῷ τόπῳ". Θᾶττον οὖν ὁδεύσαντες ἦλθον εἰς τὴν κέλλαν ἑαυτῶν. Καὶ ἐντὸς τεσσαράκοντα ἡμερῶν τελευτᾷ ὁ Εὐλόγιος· ἐντὸς δὲ ἄλλων τριῶν ἡμερῶν τελευτᾷ ὁ λελωβημένος." 21.15 Χρονοτριβήσας δὲ ὁ Κρόνιος ἐν τοῖς περὶ τὴν Θηβαΐδα τόποις κατῆλθεν εἰς τὰ μοναστήρια Ἀλεξανδρείας. Καὶ συνέβη τοῦ μὲν τὰ τεσσαρακοστὰ ἐπιτελεῖσθαι, τοῦ δὲ τὰ τρίτα παρὰ τῆς ἀδελφότητος. Ἔμαθεν οὖν ὁ Κρόνιος καὶ ἐξέστη· καὶ λαβὼν εὐαγγέλιον καὶ θεὶς ἐν μέσῳ τῆς ἀδελ φότητος διωμόσατο ἀφηγησάμενος τὸ συμβὰν ὅτι "Τῶν λόγων τούτων ὅλων ἑρμηνεὺς γέγονα, τοῦ μακαρίου Ἀντω νίου ἑλληνιστὶ μὴ εἰδότος· ἐγὼ γὰρ ἠπιστάμην ἀμφοτέρας τὰς γλώσσας, καὶ ἡρμήνευσα αὐτοῖς, τοῖς μὲν ἑλληνιστί, ἐκείνῳ δὲ αἰγυπτιστί." 21.16 Καὶ τοῦτο δὲ διηγήσατο ὁ Κρόνιος, ὅτι "Ἐν τῇ νυκτὶ ἐκείνῃ διηγήσατο ἡμῖν ὁ μακάριος Ἀντώνιος ὅτι " ̓Ενιαυτὸν ὁλόκληρον ηὐξάμην ἀποκαλυφθῆναί μοι τὸν τόπον τῶν δικαίων καὶ τῶν ἁμαρτωλῶν. Καὶ ἐθεασάμην μακρόν τινα γίγαντα μέχρι τῶν νεφελῶν, μέλανα, τὰς χεῖρας ἐκτε ταμένας ἔχοντα ἐπὶ τὸν οὐρανόν, καὶ ὑποκάτω αὐτοῦ λίμνην ἔχουσαν μέτρον θαλάσσης· καὶ ἑώρων ψυχὰς ἀνιπταμένας ὡς ὄρνεα. 21.17 Καὶ ὅσαι μὲν ὑπερίπταντο αὐτοῦ τῶν χει ρῶν καὶ τῆς κεφαλῆς διεσώζοντο· ὅσαι δὲ παρὰ τῶν χειρῶν αὐτοῦ ἐκοσσίζοντο ἐνέπιπτον εἰς τὴν λίμνην. Ἦλθεν οὖν μοι φωνὴ λέγουσα· Ταύτας ἃς βλέπεις ὑπεριπταμένας ψυχὰς τῶν δικαίων αἱ ψυχαί εἰσιν αἳ εἰς τὸν παράδεισον σώζονται· αἱ δὲ ἄλλαι εἰσὶν αἱ εἰς τὸν ᾅδην ὑποσυρόμεναι, τοῖς θελή μασι τῆς σαρκὸς καὶ τῇ μνησικακίᾳ ἐξακολουθήσασαι"". 22 .tΠερὶ Παύλου τοῦ ἁπλοῦ 22.1 ∆ιηγεῖτο δὲ καὶ τοῦτο ὁ Κρόνιος καὶ ὁ ἅγιος Ἱέραξ καὶ πλείονες ἄλλοι περὶ ὧν μέλλω λέγειν, ὅτι Παῦλός τις ἄγροικος γεωργός, καθ' ὑπερβολὴν ἄκακος καὶ ἁπλοῦς, ὡραιοτάτῃ ἐζεύχθη γυναικὶ κακοτρόπῳ τῇ γνώμῃ, ἥτις διελάνθανεν ἁμαρτάνουσα ἐπὶ μήκιστον χρόνον. Εἰσελθὼν οὖν ἐξ ἀγροῦ αἰφνίδιον ὁ Παῦλος εὗρεν αὐτοὺς αἰσχρο πραγοῦντας, τῆς προνοίας εἰς τὸ συμφέρον ὁδηγούσης τὸν Παῦλον. Καὶ γελάσας σεμνὸν ἐπιφωνεῖ αὐτοῖς καὶ λέγει· "Καλῶς, καλῶς· ἀληθῶς οὐ μέλει μοι. Μὰ τὸν Ἰησοῦν ἐγὼ αὐτὴν οὐκέτι αἴρω. Ὕπαγε, ἔχε αὐτὴν καὶ τὰ παιδία αὐτῆς· ἐγὼ γὰρ ὑπάγω γίνομαι μοναχός". 22.2 Καὶ μηδενὶ μηδὲν εἰρηκὼς ἀνατρέχει τὰς ὀκτὼ μονὰς καὶ ἀπέρχεται πρὸς τὸν μακάριον Ἀντώνιον καὶ κρούει τὴν θύραν. Ἐξελθὼν οὖν ἐρωτᾷ αὐτόν· "Τί θέλεις;" Λέγει αὐτῷ· "Μοναχὸς θέλω γενέσθαι." Ἀποκρίνεται ὁ Ἀντώνιος καὶ λέγει αὐτῷ· "Ἐτῶν ἑξήκοντα γέρων ἄνθρωπος ὧδε μοναχὸς οὐ δύνασαι γενέσθαι· ἀλλὰ μᾶλλον ἄπελθε εἰς κώμην καὶ ἐργάζου, καὶ ζῆθι ἐργατικὸν βίον εὐχαριστῶν τῷ θεῷ· ὑπομεῖναι γὰρ τὰς θλίψεις τῆς ἐρήμου οὐ δύνασαι". Ἀποκρίνεται ὁ γέρων πάλιν καὶ λέγει· "Εἴ τι ἄν με διδάξῃς ἐκεῖνο ποιῶ". 22.3 Λέγει αὐτῷ ὁ Ἀντώνιος· "Εἴρηκά σοι ὅτι γέρων εἶ καὶ οὐ δύνασαι· ἄπελθε εἰ ἄρα θέλεις μοναχὸς γενέσθαι εἰς κοινόβιον πλειόνων ἀδελφῶν, οἵτινες δύνανταί σου τῆς ἀσθενείας ἀνέ χεσθαι. Ἐγὼ γὰρ μόνος κάθημαι ὧδε διὰ πέντε ἐσθίων καὶ τοῦτο λιμῷ". Τούτοις καὶ τοῖς τοιούτοις ῥήμασιν ἀπεσόβει τὸν Παῦλον· καὶ ὡς οὐκ ἠνείχετο αὐτοῦ κλείσας τὴν θύραν ὁ Ἀντώνιος οὐκ ἐξῆλθεν ἐπὶ ἡμέρας τρεῖς δι' αὐτόν, οὐδὲ πρὸς τὴν χρείαν. Ὁ δὲ οὐκ ἀνεχώρησε. 22.4 Τῇ δὲ τετάρτῃ ἡμέρᾳ χρείας αὐτὸν ἀναγκαζούσης ἀνοίξας ἐξῆλθε καὶ πάλιν λέγει αὐτῷ· "Ἄπελθε ἐντεῦθεν, γέρον· τί με ὑποπιάζεις; Οὐ δύνασαι ὧδε μεῖναι". Λέγει αὐτῷ ὁ Παῦλος· "Ἀμήχανόν μοί ἐστιν ἀλλαχοῦ τελευτῆσαι ἀλλ' ἢ ὧδε". Περιβλεψάμενος οὖν ὁ Ἀντώνιος καὶ θεασάμενος ὅτι τὰ πρὸς τροφὴν οὐ βαστάζει, οὐκ ἄρτον, οὐχ ὕδωρ, καὶ τετάρτην ἔχει καρτερήσας νῆστις, "Μήποτε καὶ ἀποθάνῃ, φησί, καὶ κηλιδώσῃ μου τὴν ψυχήν", εἰσδέχεται αὐτόν. Καὶ τοιαύτην ἀνέλαβεν ὁ Ἀντώνιος ἐν ταῖς ἡμέραις