1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

21

μου; ποῦ ὁ θεὸς Ἐμὰθ, καὶ ποῦ ὁ θεὸς Ἀρφὰθ, καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Σεπφαρίμ; μὴ ἠδυνήθησαν ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου, ὅτι ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου;" Ἀλλ' εὐθὺς καὶ παραχρῆμα ἔλαβε τῆς βλασφημίας τὰ ἐπίχειρα, καὶ αἱ πολλαὶ μὲν ἐκεῖναι μυριάδες ὑφ' ἑνὸς ἀνῃρέθησαν ἀγγέλου· αὐτὸς δὲ φυγὼν, καὶ τὴν ἐνεγκοῦσαν καταλαβὼν, σφαγέας οὓς ἐγέννησεν, ἔσχηκεν. Ἐπειδὴ γὰρ κατὰ τοῦ Ποιητοῦ τὴν γλῶτταν ἐκίνησε, δέχεται τὴν σφαγὴν παρὰ ἀνθρώπων οὓς ἐγέννησεν. Ἀλλ' οὐδὲ τούτου τὸ παράδειγμα τοῦ Ναβουχοδονόσορ ἐχαλίνωσε τὴν γλῶτταν, οὔτε τὸ ἐνύπνιον ἐκεῖνο τὰς τῶν βασιλέων ὑποδεῖξαν διαδο χὰς ἐδίδαξε σωφρονεῖν, ἀλλ' ἔμεινε κατὰ τοῦ πεποιη κότος λυττῶν· ἀντιστρατεύει δὲ αὐτῷ ὁ Θεὸς οὐκ ἄγγελον (ὅπερ ἐπὶ τοῦ Σενναχηρεὶμ ἐκείνου πε ποίηκεν), ἀλλὰ τρία παιδάρια αἰχμάλωτα, τὴν ξένην οἰκεῖν ἠναγκασμένα, τὸν τῆς δουλείας ἕλκοντα ζυγὸν, νέαν ἄγοντα τὴν ἡλικίαν, ἐν αὐτῷ ὄντα ἔαρι τοῦ χρόνου· οὗτοι γὰρ παραυτίκα τῆς λύττης ἐκεί νης καὶ μανικῆς βλασφημίας ἀκούσαντες, θυμοῦ καὶ ζήλου πλήρεις ἐγένοντο, καὶ ἀπεκρίθησαν, καὶ εἶπον τῷ βασιλεῖ· "Οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι." Περιττὴ, φησὶν, ἡ πεῦσις ἡ παρὰ σοῦ ἡμῖν προσαγομένη· ἃ γὰρ ἐφρονοῦμεν, καὶ νῦν φρονοῦμεν, καὶ οὐδεμίαν μεταβολὴν ἐκ τῶν σῶν ἀπειλῶν δεξόμεθα. 81.1321 ιζʹ. "Ἔστι γὰρ ὁ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς." Τίς οὐκ ἂν εἰκότως ἐκπλαγείη τῶν μακαρίων τούτων νέων τὴν ἀνδρείαν, τὴν σοφίαν, τὴν εὐσέβειαν, τὴν περὶ τοὺς νόμους δικαιοσύνην, τὴν περὶ πάντα σωφροσύνην; Τὸ μὲν γὰρ μὴ καταπλαγῆναι τὸν τοσοῦτον ἐκεῖνον τύραννον, μετὰ πάντων, ὡς ἔπος εἰπεῖν, ἀνθρώπων ἀντιτε ταγμένον, καὶ τὴν μεγίστην ἐκείνην πυρὰν, οὐ λόγοις μόνον ἀπειλουμένην, ἀλλὰ καὶ ὁρωμένην, τὴν ἀδά μαντος στεῤῥοτέραν αὐτοῖς ἀνδρείαν μαρτυρεῖ. Τὸ δὲ τοὺς θείους νόμους τῆς παρούσης προτιμῆσαι ζωῆς, ποίας δικαιοσύνης ὑπερβολὴν καταλείπει; Τὴν δὲ σωφροσύνην αὐτῶν κηρύττει, τὸ μήτε θρασέσι κατὰ τοῦ βασιλέως χρήσασθαι λόγοις, μήτε δειλίᾳ πάλιν καταισχῦναι τὸ γένος· τὴν δὲ φρόνησιν καὶ σοφίαν ἡ τοῖς δυσσεβέσι καὶ βλασφήμοις λόγοις ἀντιτεθεῖσα εὐσέβεια. Ὁ μὲν γὰρ ἔλεγε· "Τίς ἐστι Θεὸς, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;" Οἱ δὲ ἐβόων· "Ἔστιν ὁ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύο μεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασι λεῦ, ῥύσεται ἡμᾶς." Μὴ γὰρ νομίσῃς τὸν ἡμέτε ρον Θεὸν τοῖς σοῖς ἐοικέναι θεοῖς. Ἐκείνων γὰρ εἰκό τως καταφρονεῖς, ἐξ ὕλης τε καὶ τέχνης ἐσχηκότων τὸ εἶναι· ὁ δὲ ἡμέτερος Θεὸς, οὐρανοῦ τε καὶ γῆς, καὶ τῶν ἁπάντων ∆ημιουργὸς, δύναμιν ἔχων, ἣν δείκνυσι τὰ ὁρώμενα. Τὴν γὰρ ὑπὲρ ταῦτα τοῖς τῶν θείων ἀμυήτοις οὐ ῥᾴδιον κατιδεῖν· τοῦτον πρε σβεύοντες τὴν παρ' αὐτοῦ βοήθειαν ἀναμένομεν. Ἱκα νὸς γὰρ ἡμᾶς καὶ τῶν σῶν ἀπαλλάξαι χειρῶν, καὶ τῆς καμίνου τοῦ πυρὸς, ἣν σὺ κατεσκεύασας. Τὰ δὲ μετὰ ταῦτα ῥηθέντα οὐδεμίαν ἀνδρείας καὶ φιλοθεΐας ὑπερβολὴν καταλείπει. Εἰρηκότες γάρ· "Ἔστιν ὁ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνα τὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς," εὐθὺς ἐπήγαγον· ιηʹ. "Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν." Οὐ γὰρ ἐπὶ μισθῷ τῷ ἡμετέρῳ ∆εσπότῃ δουλεύομεν, ἀλλὰ φίλτρῳ καὶ πόθῳ νυττόμενοι, πάντων ὁμοῦ τὴν τοῦ Θεοῦ ἡμῶν προαιρούμεθα θεραπείαν. Οὗ χάριν οὐδὲ τὴν ἀπαλλαγὴν τῶν κακῶν ἀορίστως αἰτοῦμεν, ἀλλὰ τοῦ ∆εσπότου τὴν οἰκονομίαν καὶ προμήθειαν στέργομεν· καὶ τὸ συνοίσειν μέλλον οὐκ εἰδότες, τῷ κυβερνήτῃ παραχωροῦμεν ἰθύνειν, ὡς ἂν ἐθέλῃ. Ὅτι μὲν γὰρ ἀπαλλάττειν ἡμᾶς τῶν ἠπειλημένων κακῶν ἰσχύει, σαφῶς ἐπιστάμεθα. Εἰ δὲ καὶ βούλεται τοῦτο ποιεῖν, ἀγνοοῦμεν· σοφῷ δὲ ὄντι παραχωροῦμεν πρυ