1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

21

σφαγήσονται, καὶ ἐν τοῖς ἄλσεσι τοῖς ὑπ' αὐτῶν τιμηθεῖσι. "Καὶ ὑποκάτω δρυὸς δασείας ἔδωκαν, φησὶν, ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὑτῶν." Ὑποδείκνυσι καὶ τῆς ἐρημίας τοὺς ὅρους. ιδʹ. Θήσομαι γὰρ, φησὶ, τὴν γῆν εἰς ἀφανι σμὸν καὶ ὄλεθρον ἀπὸ τῆς ἐρήμου τῆς ∆εβλαθὰ ἐν πάσαις ταῖς κατοικίαις αὐτῶν, καὶ ἐπιγνώσον ται ὅτι ἐγὼ Κύριος. ΚΕΦΑΛ. ζʹ. Καὶ εἰδὼς τὴν συνέχειαν τῶν ἀνιαρῶν προῤῥήσεων, καὶ τοὺς λίαν ἀντιτύπους ἀποχρῶσαν μαλάξαι, πά λιν ἑτέρως προλέγει τὰ λυπηρά. αʹ, γʹ. Ἐγένετο γὰρ, φησὶ, λόγος Κυρίου πρός με λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου· Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ γῇ τοῦ Ἰσραήλ· Πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς. Ἥκει τὸ πέρας νῦν, καὶ ἥξει τὸ πέρας ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν. Τέσσαρας δὲ πτέρυγας τῆς γῆς οὐ τῆς οἰκουμένης λέγει, ἀλλὰ 81.873 τῆς τοῦ Ἰσραήλ· ἀντὶ τοῦ, Τέλος τὰ καθ' ὑμᾶς ἔλαβε· μὴ γὰρ δὴ νομίσητε διαφεύξεσθαι τὰ ἠπειλη μένα κακὰ, μετανοίᾳ μὴ χρώμενοι· κατὰ πάντων γὰρ ὑμῶν ὄλεθρος χωρήσει. "Καὶ ἐπαποστελῶ ἐγὼ τὸν θυμόν μου ἐπὶ σὲ, καὶ κρινῶ σε κατὰ τὰς ὁδούς σου." Νῦν καιρὸς εἰπεῖν μετὰ τοῦ μακαρίου Παύ λου· "Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶν τος·" ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τοῦτο γὰρ καὶ ἐνταῦθα ἔφη· "Καὶ κρινῶ σε κατὰ τὰς ὁδούς σου. Καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύ γματά σου," ἀντὶ τοῦ, Θερίσεις ἃ ἔσπαρκας, καὶ ἀξίας τῶν ἔργων λήψῃ τὰς ἀντιδόσεις. δʹ. Οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σὲ, οὐδὲ μὴ ἐλεήσω. Ὅταν γὰρ ἀμετρίᾳ περιπέσωμεν πα ρανομίας, καὶ εἰς ἀνήκεστον ἐλάσωμεν νόσον, ἀπο κλείομεν τοῦ Θεοῦ τὸν ἔλεον. "∆ιότι τὴν ὁδόν σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐπὶ σὲ ἔσται, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος." Μεγίστη τοῖς κολαζο μένοις παραψυχὴ τοῦ κολάζοντος Θεοῦ ἡ ἐπίγνωσις. εʹ-ζʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Κακία μία, κακία ἰδοὺ ἔρχεται. Τὸ πέρας ἥκει, ἥκει τὸ πέ ρας· ἐξηγέρθη πρὸς σὲ, ἰδοὺ ἥκει τὸ πέρας. Ἥκει ἡ πλοκὴ ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν. Ἄῤῥητος ἡ τοῦ Θεοῦ φιλανθρωπία ἀπειλεῖ τὰς τιμωρίας, ἵνα μὴ ἐπαγάγῃ τὰς τιμωρίας· ὅταν δὲ μὴ φοβηθῶμεν τὰς ἀπειλὰς, τῇ πείρᾳ δεχόμεθα ταύ τας· ὅπερ καὶ οὗτοι πεπόνθασιν, ἀκούσαντες μὲν, ὅτι ἥκει τὸ πέρας, οὐ φοβηθέντες δὲ τὸ πέρας· κα λεῖ δὲ κακίαν μίαν τὴν ἐπενεχθεῖσαν πανωλεθρίαν, πλοκὴν δὲ τὰ τῆς ἁμαρτίας δεσμά· "Ταῖς γὰρ σειραῖς, φησὶ, τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται." Καὶ ὁ Ἡσαΐας λέγει· "Οὐαὶ οἱ ἐπι σπώμενοι τὰς ἁμαρτίας αὑτῶν, ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὑτῶν. Ἐνέστηκε, φησὶν, ὁ καιρὸς, ἤγγικεν ἡ ἡμέρα, οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων. (ηʹ.) Νῦν ἐγγύθεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σέ. Οὐκ ἔσται, φησὶν, ἀναβολὴ τῆς τιμωρίας, ἀλλὰ πάρεστι καὶ ἐφέστηκεν ὁ ταύτης καιρός. Εἶτα πάλιν διηγεῖ ται, ὅπως τῶν οἰκείων ἀδικημάτων τίσουσι τὰς δί κας. Καὶ μετὰ βραχέα ἐπιλέγει· "Ἡ ῥάβδος ἤνθησε, καὶ ἡ ὕβρις ἐξανέστη, καὶ συντρίψει στήριγμα ἀνόμου." Ῥάβδον δὲ τὴν τιμωρίαν ἐκάλεσεν ὑπὸ τῆς παρανομίας ἀρδευθεῖσάν τε καὶ ἀνθήσασαν· ὕβριν δὲ τὴν κατὰ τοῦ Θεοῦ ἀσέβειαν προσηγόρευ σεν, ᾗ ἐπὶ πλεῖστον χρώμενοι διετέλεσαν τῆς θείας καταφρονοῦντες μακροθυμίας· Ἀλλ' αὕτη, φησὶν, ἐπὶ τοῦ παρόντος "ἐξανέστη, καὶ συντρίψει στήριγμα ἀνόμου." ∆ιὸ ἐπάγει· ιβʹ-ιγʹ. Ὁ κτώμενος μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ θρηνείτω· διότι ὀργὴ εἰς πᾶν τὸ πλῆθος αὐ 81.876 τῆς. Καὶ ὁ κτώμενος πρὸς πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψει. Ἀντὶ τοῦ, ἀνατρέψαι βουλόμενος τὸ συμβόλαιον· ἴσοις γὰρ ἅπαντες περιπεσοῦνται κακοῖς, ὁμοίως ὀλοφυρόμενοι καὶ στένοντες· ἀλλ' ὅμως φησίν· "Ἔτι ἐν ζωῇ τὸ ζῇν αὐτῶν, ὅτι ὅρασις εἰς πᾶν τὸ πλῆθος αὐτῆς οὐκ ἀνακάμψει." Τοσούτων γὰρ αὐτοῖς ἐπικειμένων κακῶν οὐκ ἀπ αγορεύουσι, φησὶ, τὴν ζωὴν, οὐδὲ ἡ προφητικὴ ὅρα σις πιστὴ πᾶσιν αὐτοῖς εἶναι δοκεῖ· ἔδει δὲ, φησὶν, αὐτοὺς γνῶναι, ὅτι "Ἄνθρωπος ἐν ὀφθαλμοῖς ζωῆς αὐτοῦ οὐ κρατήσει." Τουτέστιν, οὐ πάντως ταῖς ἀν θρωπίναις ἐλπίσιν ἀκολουθεῖ τὰ πράγματα, ἀλλ' ἐλ πίσας τις πολλάκις ζήσεσθαι, ἐναντίον εὕρατο τὸ τέλος. ιδʹ. Σαλπίσατε σάλπιγγι, καὶ κρίνατε τὰ σύμπαντα, καὶ οὐκ ἔστι πορευόμενος εἰς πόλε μον, ὅτι ἡ