De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
παρὰ τὸ γεννητῶς ἑτεροίως ἕξει καὶ οὐ ταὐτὸν ἂν νοοῖτο. Εἰ γὰρ μὴ ἕτερόν ἐστι καὶ ἕτερον, οἴει δὲ εἶναι ταὐτόν, 421 χωρείτω πάλιν ἐπ' ἀμφοῖν ἀδιάκριτος ἡ μεταβολή, καὶ ἡ τῶν ὀνομάτων ἰδιότης ὁμοίως ἔστω τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καθὰ καὶ τὸ ἄφθαρτος καὶ ἀόρατος καὶ τὰ λοιπά. {Α.} Ἕτερον μέν τι τὸ ἀγεννήτως εἶναι παρὰ τὸ γεννητῶς ἀνενδοιάστως καὶ ὁμολογουμένως· τὴν γὰρ τοῦ πρέποντός τε καὶ ἀληθοῦς τάξιν οὐ παραλύσομεν. Πλὴν ἔν γε τοῖς τοιούτοις ἡ τῶν ὀνομάτων διαφορὰ οὐχ ἑτερότητα τὴν ὡς Θεοῦ καθὸ Θεὸς ὑπεμφήνειεν ἄν, σημαίνει δὲ μόνον ὅτι μὴ τοιῶσδε ἐστί, τουτέστι μὴ γεγεννημένος. Τί δὴ οὖν ἄρα πρὸς τοῦτό φασιν οἱ πάντα φύρδην ἀλλήλοις συνα ναχέοντες, καίτοι δεινὸν ἔχοντες περὶ ταῦτα τὸν νοῦν, ἐξωφρυωμένοι τε ἄγαν καὶ ἀναφυσῶντες μέγα; {Β.} Συμβέβηκεν οὖν τῷ Θεῷ καὶ Πατρὶ τὸ ἀγέννητον. {Α.} Ἥκιστά γε· ἅμα γὰρ νοεῖται Θεός, καὶ σὺν αὐτῷ πάντα τὰ αὐτοῦ, καὶ οὐκ ἂν νοοῖτό τι συμβεβηκὸς ἐπ' αὐτοῦ. Καὶ μὴ θαυμάσῃς, ἐπεί τοι καὶ ἐφ' ἡμῶν αὐτῶν οὕτω ἔχον κομιδῇ τοῖς ἐθέλουσιν ἀταλαίπωρον ἰδεῖν. Καίτοι γὰρ ἐν χρόνῳ τὸ εἶναι λαχόντες, ὁμοῦ τοῖς οὐσιωδῶς ἐνυπάρχουσι καὶ ἀχωρίστως προσπεφυκόσιν ἀπογεννώμεθα. Οὐδὲν οὖν ἄρα νοοῖτ' ἂν εἰκότως ἐπὶ Θεοῦ τὸ συμβεβηκὸς αὐτῷ. Καὶ εἴπερ ἐστὶ τὰ συμβεβηκότα ἢ καὶ φυσικῶς ἐνόντα ταῖς τινων οὐσίαις οὐκ ἐν ὑπάρξει δὴ πάντως αὐτὰ καθ' ἑαυτὰ τῇ ἰδίᾳ καὶ διωρισμένῃ, καθάπερ ἐπ' ἀνθρώπου νοοῦμεν ἢ γοῦν ἐφ' ἑτέρου τῶν ὄντων τινός, ὁρᾶται δὲ μᾶλλον περὶ τὰς τῶν ὄντων οὐσίας, ἤγουν ἐν αὐταῖς, ποῖον ἔχειν ἐν Θεῷ τόπον τὸ ἀγέννητον ὑποτοπητέον; Εἰ γάρ ἐστί τι τὸ ἀγέννητον αὐτὸ καθ' ἑαυτὸ καὶ ἐν ὑπάρξει τῇ ἰδίᾳ κείμενον· ἔστι δὲ τοῦτο, καθάπερ ἐκεῖνοί φασιν, ἴδιον τοῦ Θεοῦ καὶ Πατρός· ἕτερον ἂν εἴη παρὰ τὸν οὗ ἐστιν ἴδιον. Τὸ γάρ τινος ὂν καὶ ὑπάρχον ἰδιοσυστάτως ἕτερόν που πάντως ἐστὶ παρὰ τὸν οὗ ἐστι. Καὶ δεδίπλωται λοιπὸν ἡ ἁπλῆ τοῦ Πατρὸς φύσις, ἐκ πατρὸς ἡμῖν καὶ ἀγεννήτου συντεθειμένη. Προσεκτέον δὲ οὐχὶ ταῖς ἐκείνων δοκησισοφίαις, ἀλλὰ ταῖς τοῦ Σωτῆρος φωναῖς, εὖ μάλα διαγινώσκοντος τήν τε ἑαυτοῦ καὶ τοῦ τεκόντος φύσιν. Ἀγέννητον μὲν γὰρ οὐδαμῶς, Πατέρα δὲ ἡμῖν ὠνόμαζεν αὐτόν. {Β.} "Ἄμελγε γάλα καὶ ἔσται βούτυρον," ὁ τοῦ Σολομῶνος ἡμῖν ἐξᾴδει λόγος, καὶ σοφόν, ὥς γέ μοι δοκεῖ, τὸ χρησμῴ δημα. Τὸ γάρ τοι κατερεθίζειν ἐπὶ τὸ χρῆναί τι τῶν ἀναγκαίων εἰπεῖν, τὸν ἀπορρήτοις ἐννοίαις μεθύοντα νοῦν καὶ μαθήμασι 422 τοῖς θείοις μεμεστωμένον, εἴη ἄν, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ἕτερον οὐδὲν ἢ ἐκεῖνο δρᾶν, τῶν εἰς εὐσέβειαν ἡκόντων οἷά τινος γάλακτος ἐμφορεῖσθαι λόγων οὐ μετρίως ἐρᾶν. Οὐκοῦν, ἢν ἐφίης, ἔσομαι τοιοῦτος, πρόσκλησιν ὥσπερ τινὰ ταῖς εἰς τὸ νοεῖν προθυμίαις τὸ ἀντιφέρεσθαι δοκοῦν ἀεί πως παρεντιθείς. Ἀπόκριναι δὴ οὖν ἐρομένῳ καὶ τόδε· Ἆρ' οὐκ οἶδε, φησίν, ἀγέννητον ὄντα ὁ Υἱὸς τὸν Πατέρα; {Α.} Ναί, καταρνήσομαι γὰρ οὐδαμῶς, ἀλλ' οὐδ' ἂν ἁλοίην πώποτε τοῖς ἐναργέσι φιλονεικῶν· πλὴν οἶδεν ὄντα ἀγέννητον ὡς ἄφθαρτον καὶ ἀθάνατον καὶ ἀόρατον· ἀλλ' ἐμέμνητο μὲν τῶν τοιούτων οὐδενός, κατωνόμαζε δὲ Πατέρα λέγων· "Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου." Καὶ αὖ· "Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς." Καὶ μὴν καί· "Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω." Τί δέ; Οὐχὶ καὶ τὸν ἐπὶ τῷ ἁγίῳ βαπτίσματι θεσμοθετήσας ὅρον, καὶ τῆς ἀμωμήτου πίστεως τὴν ἐν ἀρχαῖς ὑποβάθραν τοῖς ἀνὰ πᾶσαν τὴν ὑφ' ἥλιον κατατιθείς, οὐ παρεὶς ἐκεῖνα καὶ παριππεύσας, τό τε ἄφθαρτόν φημι καὶ τὸ ἀγέννητον καὶ τὰ λοιπά, βαπτίζειν ἐκέλευσεν "εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος," τά, οἶμαι, δι' ὧν μὲν ἥκιστα χρῆν τὴν ἁγίαν ἡμῖν Τριάδα καταδηλοῦν προμηθέστατα παρω θούμενος, ἀπολεξάμενος δὲ καὶ προθεὶς τῶν ἄλλων τὰ τῶν ὀνομάτων εὐκρινεστάτην ἡμῖν καθιστάντα τὴν ἑκάστου τῶν σημαινομένων ἰδίαν ὕπαρξιν; Κοινὰ γάρ, ἵν' οὕτως εἴπω, τῆς ὅλης θεότητος λέγοιτ' ἂν τὰ τῇ οὐσίᾳ τῇ ἀνωτάτῳ προσπεφυκότα, καὶ τὴν θείαν μέν τις εἰ κατονομάσαι φύσιν, ὁλόκληρον ἡμῖν ὡς ἐν ἑνὶ τῷ σημαινομένῳ παρέδειξεν εὐθὺς τὴν ἁγίαν Τριάδα, τὴν ἐν μιᾷ θεότητι