πληγάς. 3.33 Ἀφρικανοῦ· πρὸς τὸ μὴ ἀδικεῖσθαι κτήνη ὑπὸ φρύνου νύκτωρ ἢ ἐν ζοφερῷ τόπῳ ἐμφωλεύοντος προσφυσώμενα Ὁ φρῦνος προσφυσᾶν εἴωθεν τοῖς κτήνεσι χαλεπώτατα, ἤν που ἐν ἱπποστασίῳ νύκτωρ λάθῃ ἢ ἐν ζοφώδει τόπῳ, καὶ νόσοι παρακολουθοῦσιν ἐκ τούτου λοιμικαὶ τοῖς ζῴοις καὶ οἰδήματα δυσίατα, ὡς ἀργεῖν πᾶσαν ἐπικουρίαν πρὸς τὸ δεινόν. Χρὴ οὖν πρὸς τὸ μηδέποτε αὐτὸν τοιοῦτον δρᾶσαι πῦρ ἐν τοῖς ἱπποστασίοις διαρκὲς ὑφάπτειν· τουτὶ γὰρ τὸ ζῷον ὡς ἔλεγχον αὑτοῦ φοβεῖται τὸ πῦρ. 3.34 Ἀφρικανοῦ· εἰς τὸ πραῦναι <φλεγμονὰς ποδῶν> καὶ ἄλλων μερῶν Φοίνικας ζʹ προβρέξας ἐν οἴνῳ γλυκεῖ ἕως ἁπαλοὶ γένωνται τρῖβε σὺν ἀρκοῦντι ῥοδίνῳ ὡς λειότατα. Εἶτα κηροῦ καὶ στέατος χοιρείου προσφάτου καὶ ψιχῶν ἄρτου ἴσα σὺν ῥοδίνῳ ἑψήσας μικρὸν κατὰ τῶν λελειωμένων φοινίκων ἐπίχει καὶ ἑνώσας ἐν θυίᾳ ποίει ὑγρὸν ὡς ἐμπλαστρῶδες καὶ ἐπιθεὶς τὴν φλεγμονὴν εὐθὺς ἀρεῖς. 3.35 Ἀφρικανοῦ· πρὸς <αὐτό> Κύκνου δεξιὸς ὄρχις περιαπτόμενος παύει τὴν νόσον. 3.36 Ἀφρικανοῦ· χαρακτήρων ἵππων ἀφανισμός. Ἵππων δὲ αὕτη σπουδαίων κλοπὴ χαρακτῆρας ἀλλάξασα τὰ ἐκκαυθέντα τοῖς σώμασι γράμματα ἐξελεῖν καὶ ἀφανίσαι τὸ πρόσθεν σύμβολον ἑτέρῳ χρώματι καὶ ἀνεπίγνωστον ποιῆσαι τῷ πρώην δεσπότῃ. Τὸ δὲ οὕτω γίνεται· ὄσπριον, οὗ τὸ εἶδος ἐπὶ τέλει ἑξαγώνῳ ἑβδόμῳ ἐπιγέγραπται πρώτῃ σελήνῃ ὥρᾳ τρίτῃ δίεφθον ὂν ὅτῳπερ ἀφανίσαι θέλῃς μέρει [βάτον] ἐπίπλασσε. Ἑλκῶσαν γὰρ τῇ καύσει λευκὴν ἀναφέρει τρίχα· εἰ δὲ καὶ πολλαχοῦ ἐμπλάσαις, ὁ πρόσθεν μονόχρωμος ἔσται ποίκιλος. Κατὰ πάντων ἡ τέχνη τῶν ἄλλων χρωμάτων, λευκῶν μόνων χωρὶς διὰ τὸ ὁμοφυὲς τῆς τῶν τριχῶν ἀναφυῆς, τὸ μὲν γράμμα ἐκκόψει, τὸ δὲ ἀρχαῖον χρῶμα τηρήσει. 4.1 Ἐκ τῶν Ἀφρικανοῦ <Κεστῶν>· περὶ σταθμῶν καὶ μέτρων Ἐπειδὴ πολλαχοῦ σταθμῶν τε καὶ μέτρων ἐπεμνήσθην δεῖ δὲ τῆς τούτων συμμετρίας ἀκριβοῦς, ὡς ἂν μή τινες τῇ ποσότητι σφαλλόμενοι διαβάλλοιεν τὰ ἐκ τῶνδε συνιστάμενα βοηθήματα, ἀναγκαίως ἔκρινα δηλῶσαι τίσι καὶ ποταποῖς χρήσασθαι δεῖ καὶ τὰς πρὸς ἄλληλα αὐτῶν διαφορὰς ἐκθέσθαι. Ἔστιν μὲν οὖν ἐν χρήσει πολλοῖς τά τε Ἀττικὰ καὶ τὰ Ἰταλικά, τισὶ δὲ Σύρια τε καὶ Αἰγύπτια τὰ καὶ «Πτολεμαϊκὰ» καλούμενα. Ταῦτα δὴ συγκριτέον ἀλλήλοις. Πᾶν τάλαντον ὡς ἐπίπαν ἰδίας ἔχει μνᾶς ξʹ. πᾶσα δὲ μνᾶ (δηλαδὴ τῶν προειρημένων) στατῆρας ἔχει κεʹ; ὁ δὲ στατὴρ δραχμὰς αἵ εἰσιν ὁλκαὶ δʹ· ἔχει οὖν πᾶν τάλαντον μνᾶς ξʹ, στατῆρας αφʹ, δραχμὰς δὲ . Ἡ δραχμὴ ὀβολοὺς ἔχει ʹ ὁ δὲ ὀβολὸς χαλκοὺς ηʹ. καὶ ἡ δραχμὴ ἄρα ἔχει χαλκοὺς μηʹ. Ἀλλὰ τὸ Ἀττικὸν τάλαντον ἰσοστάσιον μέν ἐστιν τῷ Πτολεμαϊκῷ καὶ Ἀντιοχικῷ καὶ ἰσάριθμον ἐν πᾶσιν, δυνάμει δὲ τοῦ μὲν Πτολεμαϊκοῦ κατὰ τὸ νόμισμα τετραπλοῦν, ἐπίτριτον δὲ τοῦ Συρίου καὶ Ἀντιοχικοῦ, τῷ δὲ Τυρίῳ ἴσον. Ἀκολούθως δὲ τῇ περὶ τὸ τάλαντον εἰρημένῃ διαφορᾷ καὶ τὰ ἄλλα παραληφθήσεται· μνᾶ τε γὰρ μνᾶς καὶ στατὴρ στατῆρος καὶ δραχμὴ δραχμῆς ταὐτὸν διοίσει ὡς ἡ περὶ τοῦ ταλάντου διαφορά. Οἶδα δὲ καὶ ξυλικὸν τάλαντον ἐν Ἀντιοχείᾳ ἕτερον ὃ μνᾶς μὲν ἰδίας ἔχει ξʹ, ἑξαπλασίας δὲ σχεδὸν τῷ τοῦ νομίσματος σταθμῷ· τὸ δὲ ἐν Ἀλεξανδρείᾳ ξυλικὸν τῷ πέμπτῳ διαφέρει πρὸς τὸ προειρημένον ἐπιχώριον περιττεῦον. Τὸ δὲ παρ' Ὁμήρῳ τάλαντον ἴσον ἐδύνατο τῷ μετὰ ταῦτα δαρεικῷ, ὡς δῆλον ἐκ τῶν ἐναγωνίων ἐπὶ Πατρόκλῳ θεμάτων. Τῷ μὲν γὰρ πρώτῳ γυναῖκα καὶ λέβητα πάμμεγαν δευτέρῳ δὲ ἵππον ἐγκύμονα ἔπαθλον ἔθηκε καὶ τῷ τρίτῳ μέτρων δʹ λέβητα· τῷ δὲ τετάρτῳ ἔθηκε δύο χρυσεοτάλαντα· <ἃ> οὐκ ἂν εἰ τιμιώτερα τῶν πρώτων δύναιτο † δὲ τοῦ πέμπτου προῦχον προσβάσεως ὑποκάτιον θεῖναι † ὅπερ ἦν ἡ «ἀμφίθετος φιάλη» <...>. Ὁ δὲ χρυσοῦς, τὸ ὁμηρικὸν ἐνταῦθα τάλαντον, Ἀττικὰς ἄγει δραχμὰς βʹ, γράμματα ʹ, τετάρτας δηλαδὴ τέτταρας. Οὐ λανθάνει δέ με καὶ τὸ τῶν δραχμῶν πλείους εἶναι διαφοράς· τήν τε γὰρ ∆ηλίαν καὶ Αἰγιναίαν, Ῥοδίαν τε καὶ <...> τῆς Πτολεμαϊκῆς εἶναι πενταπλασίαν ἑξαπλασίαν δὲ τὴν «νησιωτικὴν» οὕτω προσαγορευομένην. Τῇ οὖν Ἀττικῇ χρηστέον πρὸς σταθμὸν καὶ νόμισμα, ἐπείπερ ἰσοδύναμός ἐστιν καὶ