1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

22

κεκίνηντο οὔθ' οἱ πόδες τὴν φυσικὴν ἐδίδουν ἐνέργειαν, μή ποτε ἆρα ἐνταῦθα καθυφῆκε τοῦ ἐπ' ὀρθῷ ψάλλειν τῷ σχήματι; πολλοῦ γε καὶ δεῖ. ἀλλ' ἀπαιτήσειέ τις· «καὶ πῶς ἄρα δεδύνητο ὃ βεβούλητο;». ἐπειδὴ γὰρ ἥκοι ὁ τῆς ὑμνῳδίας καιρός, δυσὶ τῶν θεραπαινίδων ἐπερείδουσα ἑαυτήν, ἢ μᾶλλον αὖται ἑκατέραν ὑπιοῦσαι ἀγκάλην καὶ περιπλεξάμεναι, εἶτα δὴ καὶ κούφως διαβαστάσασαι ἐπὶ τοῦ ὀρθοῦ ἵστασαν σχήματος. καὶ οὕτως ἄχρι τῆς λύσεως «ἀπεδίδου τὰς εὐχὰς» τῷ Θεῷ. Τοῦ δὲ θειοτέρου σχήματος ἤρα μὲν ἐκ πολλοῦ, ἐδεδοίκει δὲ τὸ χρῆμα ὡς οὐκ ἔχουσα πρὸς τοῦτο παρασκευήν· πάλιν δὲ οὐδὲν ἧττον ἐδεδίει ἀποτυχεῖν τούτου δὴ τοῦ μεγίστου καὶ λαμπροῦ ἀξιώματος. ἐνδοιάζουσαν οὖν περὶ τούτου καὶ ἀμφιβάλλουσαν, θειοτέρα ὄψις περὶ τὸ πρᾶγμα ἀπηύθυνε· πρεσβύτις γάρ τις ἐκ σπαργάνων αὐτῶν τῷ ἀκηράτῳ βίῳ καταγηράσασα, ἐν ὕπνοις ἁρπάζεται τὴν ψυχήν, ἡ δὲ ἁρπαγὴ οὐκ εἰς ἀέρα ἐκούφισεν, ἀλλ' εἰς θεάτρου σχῆμα μετήνεγκεν, εἰς τὸ στάδιον μὲν οὐ καταγαγοῦσα, ἄνω δέ τι μετεωρίσασα ἔνθα ἔδει τὸν βασιλέα τὸ βῆμα ποιήσασθαι. περιβλεψαμένη γὰρ χρυσοῦν μὲν ἕνα τεθέαται θρόνον, πολὺ τὸ ἄρρητον ἔχοντα· ἡ γὰρ ἀστραπὴ τῆς ὕλης οὔτε τοῖς ὀφθαλμοῖς ὁρᾷν ξυνεχώρει, οὔτε ταύτῃ ἐδίδου εἰπεῖν τι περὶ ἐκείνου. ἑκατέρωθεν δὲ πολλοὺς παρεσκευασμένους θρόνους, τοὺς μὲν καὶ χρυσοῦς, τοὺς πλείους δὲ ἐξ ἐλέφαντος, ἐν μέσῳ δὲ τούτων ἐκ δεξιᾶς ἕνα παρὰ τοὺς ἄλλους. τὴν μὲν γὰρ ὕλην οὐκ εἶχεν εἰδέναι ἥτις αὐτῷ ὑποβέβλητο, πλὴν ὅσον μέλανι μὲν ἐβέβαπτο χρώματι· ἐδίδου δέ τι λαμπρότητος ἡ βαφή, καὶ οὐδὲ αὕτη ἀκτίνων τινῶν ἀπεστέρητο. περὶ ἧς δὴ καὶ ἔρεσθαι τὴν πρεσβύτιν καὶ εἰπεῖν τὸν ἀπαγαγόντα ὅτι Θεοδότης ὁ θρόνος-τοῦτο γὰρ ἐκαλεῖτο ἡ μήτηρ-, «ὀνομαστὶ» δὲ καὶ τἆλλα εἰρήκει· «ἐκείνῃ γὰρ ὁ βασιλεύς φησι τοῦτον παρασκευάσασθαι μελλούσῃ οὐ μετὰ πολὺ ἐνταῦθα ἀφίξεσθαι». ἐπὶ τούτοις ἀφεῖσα τὸν ὕπνον ἡ θεωρός, δρομαία πρὸς τὴν μητέρα χωρεῖ καὶ ἀπαγγέλλει τὴν ὄψιν. ἡ δὲ γνοῦσα καί- ὢ ψυχῆς πᾶν ὕψος καὶ γνώσεως ὑπεραναβάσης καὶ ἀρετῆς- ἑτέρως αὐτῇ διαλύει τὸν ὄνειρον καὶ ἀφῆκε μὴ μέγα περὶ ἐκείνης φρονεῖν. 23. Ἐπεὶ τοίνυν τὴν ἀνάλυσιν ἔγνω, ἵνα μὴ «ἀτέλεστος» ἐκεῖσε «ἀφίκηται», εἰς ὡρισμένην ἡμέραν παραγγέλλει προβήσεσθαι αὐτῇ τὸ μυστήριον. ὡς δὲ πάντα εὐτρέπιστο, ὁ σταυρός, ἡ ζώνη καὶ πρὸ τούτων ἡ χάρις, ἐτύθη δὲ καὶ «ὁ σιτευτὸς μόσχος» καὶ ἡ τράπεζα προὔκειτο, ἥ τε λαμπὰς ἀνῆπτο καὶ «αἱ τῆς Ἱερουσαλὴμ θυγατέρες» ἐν τάξει καὶ κόσμῳ ἑτοιμασθεῖσαι δορυφορήσειν τὴν βασιλίδα, ἡμεῖς μὲν ᾠόμεθα «φοράδην ἐκκομισθήσεσθαι»-καὶ τί γὰρ ἦν ἄλλο ὑπονοεῖν; -ἡ δέ· πῶς ἂν διηγησαίμην τὸ θαῦμα, πῶς δὲ πείσαιμι λέγων; οἷς γὰρ αὐτὸς ἑωρακὼς οὐ πάνυ πεπίστευκα, πῶς ἂν ἕτεροι τῷ λόγῳ πεισθεῖεν; ἀλλ' οὖν ἴστω Θεὸς καὶ μάρτυρες ἄγγελοι ὡς οὐ ψεύδομαι τὴν διήγησιν. Ἡμῶν τοίνυν οὕτως οἰομένων, ἐκφαίνεται αὕτη ἀθρόον ὥσπερ «ἐκ κοιτῶνος» βασιλικοῦ τῷ βασιλεῖ καὶ νυμφίῳ προσάγουσα ἑαυτήν, ὡραία τῷ κάλλει, φαιδρὰ τῷ προσώπῳ, ἀκμαία τὴν δύναμιν, ἔδνα προσάγουσα τῷ νυμφίῳ οἷα οὐκ ἄλλη· «κόμην πιναράν», «τύλους γονάτων», ὀστᾶ κατεσκληκότα καὶ τὴν τοῦ δέρους τραχύτητα. ὁ δὲ ἀντεδίδου φιλοτιμότερον· δακτύλιον ἐπὶ τῆς χειρὸς ἀστράπτον «σφενδόνῃ χρυσῇ», «ὑποδήματα περὶ τοὺς πόδας», ἵνα δὴ ἐπιβαίνοιεν «ἐπάνω σκορπίων καὶ ὄφεων», «τὸ τοῦ σταυροῦ τρόπαιον», «τὴν περικεφαλαίαν τοῦ σωτηρίου», τὴν ὀξείαν «τοῦ πνεύματος μάχαιραν». ὢ δώρων ἐκείνων. καί μου καὶ λέγοντος «δάκνεται ἡ ψυχὴ» ἀποτυχόντος ὧν προτεθύμημαι. τέλος καὶ ἑαυτὸν καταθύσας, ἐδίδου τῇ νύμφῃ φαγεῖν τοῦ θύματος. ὡς δὲ καὶ πάντων δὴ κεκοινώνηκε τῶν νυμφικῶν δωρεῶν, ἐλέλειπτο δὲ μόνον τὸ θῦμα· εἶτα δὴ συμπροϊέναι ἐπετάχθη τοῖς χερουβίμ, καὶ εἵπετό τε καὶ συμπαρίπτατο. κἀγὼ τὸ ἄρρητον ἐκεῖνο τεθέαμαι θέαμα, εὐθὺς δὴ