δὲ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ μέλλοντι αἰῶνι, ἕως ἂν ἐκλίπῃ ἡ κακία· τὸ γὰρ ἐμμολυνθήσεται, ἀντὶ τοῦ, διαφθαρήσεται· διαφθείρεται δὲ ἡ ἀκαθαρσία, ἤτοι ὑπὸ πρακτικῆς, ἢ ὑπὸ δριμείας κολάσεως. Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς καταξιωθέντας θείας γνώσεως, ἵνα μὴ ἀμελῶσι τῆς διδασκαλίας, πολλῶν ἀπαγομένων ὑπὸ τῆς κακίας εἰς θάνατον· τοὺς δὲ κτεινομένους ἐξ ἀκακίας εἰς θάνατον, μὴ φεί σῃ πρίασθαι τῷ ἰδίῳ αἵματι· ἐκπριοῦ δὲ, διδοὺς χρήματα ἢ λόγον ὠφέλιμον, ἐὰν δὲ εἴπῃς οὐκ οἶδα τοῦτον, ἐλέγξει σε ψευδόμενον, καὶ ἔσῃ ἔνοχος δυσὶν, ἤγουν ψεύδει καὶ φόνῳ· ὁ γὰρ πλάσας πνοὴν, αὐτὸς 17.228 οἶδε πάντα ὅσα ἀποδίδωσιν ἑκάστῳ κατὰ τὸ ποιόν· ἀγαθὸν ἀγαθῷ, καὶ πονηρῷ πονηρά· ὅτι γὰρ οὐ κατὰ τὸ ποσὸν, δῆλον· Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν· εἰ δὲ καὶ ἐπὶ ποσοῦ τις ἐκλαβεῖν ἐθέλοι, κατ' ἀναλογίαν τῆς ἑκάστου δυνάμεως τὴν ἀνταπόδοσιν οἰέσθω· ὡς καὶ τὰ τοῦ Πνεύματος χαρίσματα κατ' ἀναλογίαν τῆς πίστεως δίδοται. Ἐσθίει μέλι ὁ ἀπὸ τῶν θείων Γραφῶν ὠφελούμε νος· ὁ δὲ ἀπ' αὐτῶν ἐκβάλλων τῶν πραγμάτων τοὺς λόγους, ἀφ' ὧν εἰλήφασιν ἅγιοι προφῆται καὶ οἱ ἀπό στολοι, ἐν τῷ ποιεῖν τε καὶ διδάσκειν, τρώγει κη ρίον· καὶ τὸ μὲν μέλι φαγεῖν, τοῦ βουλομένου παν τός· τὸ δὲ κηρίον, μόνου τοῦ καθαροῦ· ἢ καὶ μέλι ῥητέον τὴν ἀλληγορίαν· κηρίον δὲ, τὴν ῥητὴν ἐπί σκεψιν καὶ ἱστορίαν, πρὸς τὸ ἔχειν τὸν ἀποκεκρυμ μένον νοῦν καὶ βαθύτερον, ἔνεστι γὰρ τῷ κηρίῳ μέλι· φάρυγγα δὲ τὴν θρεπτικὴν τῆς ψυχῆς δύναμιν, δι' ἧς αἱ τροφαὶ παραπέμπονται εἰς τὴν κοιλίαν· ἐὰν οὖν ταῦτα κατορθώσῃς, τά τε κατὰ διάνοιαν, καὶ τὰ καθ' ἱστορίαν, ἔσονταί σοι αἰσθήσει τῆς σοφίας αὐτὰ τὰ σοφὰ δόγματα· ἐὰν γὰρ εὕρῃς τὸν πνευματικὸν τῆς Γραφῆς νοῦν, ἔσται καλὴ ἡ τελευτή σου, ὡς λεχθῆ ναι· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· οὐκ ἀποβαλεῖς δὲ τὴν εἰς τὸ μέλλον ἐλπίδα. Μὴ προτιμήσῃς τὸν διάβολον τῆς τοῦ Θεοῦ δικαιοσύ νης, ἣν οἱ δίκαιοι νομεύονται· μηδὲ ἀπατηθῇς μω ρολογίαις θανατηφόροις χορτάσαι σου τὴν καρδίαν σου, ὅ ἐστι κοιλία. -Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν Θεόν· οὗτος γὰρ νομὴ δικαίου, καὶ οὐ μὴ ἐγκατα λείψῃ σε. Ἀποστρέφει μὲν ὁ Θεὸς τὸν θυμὸν αὐτοῦ ἀπὸ τοῦ πεσόντος, ἐλεήσας αὐτόν· ὀργίζεται δὲ τῷ ἐπαρθέντι ἐπὶ τῷ πτώματι τοῦ ἐχθροῦ αὐτοῦ· πᾶς γὰρ ὁ ἐπιχαί ρων ἐπὶ ἀπολλυμένῃ ψυχῇ, ὅμοιός ἐστι τῷ διαβόλῳ τῷ μὴ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ γὰρ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις νενομοθέτηκεν εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν ἡμῶν, ἤγουν τῶν ἀνθρώπων. Ἡ μάχαιρα δὲ τοῦ πνεύματος, ἥ ἐστι ῥῆμα Θεοῦ, οὐ σαρκίνη, ἀντὶ τοῦ οὐκ αἰσθητή· ὃς δ' ἂν παραδοθῇ πταίσας αὐτῷ, συντριβήσεται ὀστᾶ ὑπὸ ὑπέρου τυπτόμενα· καὶ ἀφανισθήσεται ὀστᾶ ὑπὸ πυρὸς καυσούμενα· ἢ ὃς δ' ἂν παραδοθῇ αὐτῷ εἰς μετάνοιαν, συντριβήσεται τῷ λόγῳ τῆς σοφίας αὐτοῦ ὡς σῖτος, εἰς τὸ γενέσθαι αὐτὸν ἡδὺν ἄρτον. -Τοὺς φθειρομένους καὶ παλαιωθέντας ἀνθρώπους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀναλίσκει ἡ μάχαιρα τοῦ Θεοῦ εἰς ἀφανισμὸν παντελῆ. Ἢ τοὺς ἐκ κακίας εἰς θεογνωσίαν ἐλθόντας ἀνθρώπους, σὺν νεύροις ἀναλί σκει ἐκ τῶν πράξεων τῶν πονηρῶν· ἵνα ἀποθέμενοι 17.229 τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσωνται τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα, ὃς καὶ ἄβρωτός ἐστι δαίμοσιν, ὑπὸ τοῦ Κυρίου καθαρισθεὶς, καὶ ἀπεχόμενος πάσης κα κίας· ἐπάγει γὰρ, ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν· ἢ καὶ ὅτι συγκαέντα καὶ τεφρωθέντα λοιπὸν ἄβρωτα γίνεται τοῖς ἀετοῖς· περιπεφράσθαι γὰρ τοὺς ἐμοὺς λόγους, κ. τ. λ. -Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; Τὸν ταχύτερον ἀνέμου νοῦν ἡ πίστις συνήγαγεν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης ἐν τῇ γνώσει τοῦ Θεοῦ, καὶ δέδωκεν αὐτοῖς θεωρίαν πνευ ματικὴν ἐναποθεῖναι ταῖς ἀρεταῖς· ἡ γὰρ γνῶσις ἡ τοῦ Θεοῦ, κόλπος τοῦ Θεοῦ ἐστιν, ἐν ᾧ ἐγκολπίζεται καὶ περικρατεῖ πάντας τοὺς θεόφρονας, ὥσπερ τις χρυσὸν ἐν κόλπῳ. -Ὁ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης συναγαγὼν πάντα τὰ