τοῦτό φησι· εἰ γὰρ μὴ ηλπισα ἐπὶ σὲ, ἐμαυτὸν αν ἠμυνάμην. Νυνὶ δὲ γι νώσκω τό· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγα πητοί· ἀλλὰ δότε τόπον τῇ ὀργῇ. Καὶ τό· ̓Εμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. ̓Εγενόμην ὡσεὶ ανθρωπος ἀβοήθητος, καὶ οὐκ εχων ἐν στόματι αὑτοῦ ἐλέγ χους. Σὺ εἰσακούσῃ Κύριε, ὁ Θεός μου, εἰ καὶ ἐγὼ ὡσεὶ κωφὸς, οὐκ ηκουον τῶν κατ' ἐμοῦ δυσφημιῶν, σὺ ακουσον τῶν λεγο μένων. 37.17 Οτι ειπα· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Οὐκ εχουσι γὰρ τί ειπωσιν. ̓Επιχαρήσον ται δὲ, εἰ μὴ τύχοιμι τοῦ σου ἐλέους. ̓Αλλ' ινα μὴ ἐπιχαρῶσιν οἱ ἐχθροί μου, οἱ ηδη καὶ πρότερον ἐν τῷ μόνον σαλευθῆναι πόδας μου, ἐπ' ἐμὲ μεγαλοῤῥημονήσαντες. Μέγα γὰρ εδωκεν αὐτοῖς κατ' ἐμοῦ φρονεῖν ἡ ἁμαρτία, σαλεύσασά μου τοὺς πόδας. ̓Εγὼ δὲ ἐπὶ σὲ κατέφυγον. Μόνον δὲ οὐ λέγω· ̓Εὰν πέσω, ἀλλ' ἐὰν σαλευθῶσιν οἱ πόδες μου, μεγαλοῤῥημονοῦσιν, καὶ λέγουσιν, οτι ὁρᾷς τὸν δεῖνα; καὶ αὐτὸς τόδε πεποίηκεν, καὶ λέγων τάδε, τὰ ἐναντία τάδε ἐποίει. - Λέγει ουν ουτως· καὶ ἐν τῷ σαλευθῆναι πό δας μου, ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησαν· αλ λως δὲ μετὰ τοῦτο κρείττων ων, οσον ἐπὶ τῇ προσωποποιΐᾳ τῇ πρὸς ἐκεῖνον συγκρινομένῃ, φησίν· ̓Εμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. Οὐκοῦν ουτοι μὲν ἐσαλεύθησαν οἱ πόδες, ουτοι δὲ μικρὸν ἐσαλεύθησαν· μακά ριον δὲ ἡμᾶς γενέσθαι μὴ σαλευομένους τοὺς πόδας, ἀλλ' ἑστηκότας ἐπὶ τὴν πέτραν τὸν Χριστόν. 37.18 Οτι ἐγὼ εἰς μάστιγας ετοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διαπαντός. Πρὸς δὲ τὰς ἐξ αἰσθήσεως μάστιγας εὐ τρεπὴς ειναί φησιν· ηλγει γὰρ ἐφ' οις ημαρ τε μαστιζόμενος. 37.19,20 Οτι τὴν ἀνομίαν μου ἀναγγε λῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. ∆ιδάσκει βάθη ἀνθρώπου πιστοῦ. Πολλά κις γὰρ ἡμεῖς, οἱ ετι ἁμαρτωλοὶ, ἐὰν ιδωμεν ἐχθρὸν ἡμῶν ζῶντα καὶ εὐθηνοῦντα, σκυ θρωπάζομεν, καὶ κινδυνεύομεν κατ' αὐτῆς προνοίας λέγειν. ̓Αλλ' ὁ θέλων σώζεσθαι, οὐ τοιοῦτος· φησὶ γάρ· Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ οὐδὲν ηττον μεριμνῶ περὶ τῆς ἁμαρτίας μου. Καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. ̓Αδύ νατόν ἐστιν ἐν βίῳ οντα μὴ μισηθῆναι. ̓Ιη σοῦς Χριστὸς μεμίσηται. Γένοιτο δέ με μι σούμενον συνειδέναι οτι οὐ δικαίως, ἀλλ' ἀδίκως. 37.21 Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν. ̓Ενδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην, [καὶ ἀπέῤῥιψάν με τὸν ἀγα πητὸν, ὡσεὶ νεκρὸν ἐβδελυγμένον.] Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν. ̓Εγὼ μὲν εὐηργέτουν, ἐκεῖνοι δὲ ἐπιλαθόμε νοι τῶν ων εἰς αὐτοὺς ἐποίουν, κακά μοι ἀνταπεδίδοσαν, ἐνδιέβαλλόν με, ἐπεὶ κατε δίωκον ἀγαθωσύνην. Εἰ γὰρ καὶ ημαρτόν τι, ἀλλ' ἀεὶ ἐδίωκον τὴν ἀγαθωσύνην, καὶ ἀ πέῤῥιψάν με τὸν ἀγαπητὸν, ὡς νεκρὸν ἐβδε λυγμένον. 37.22,23 Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. ̓Εν αλλῳ δὲ ψαλμῷ φησι· Καὶ τὸ πνεῦμα τὸ αγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. ̓Εν ταῦθα δὲ πρὸς αὐτὸν Θεόν· Μὴ ἀποστῇς ἀπ' ἐμοῦ, κτλ. -Εἰ κἀκεῖνοι ἀπέῤῥιψάν με, ὡς νεκρὸν ἐβδελυγμένον, ἀλλὰ σὺ σκέπε με ὑπὸ τὴν κραταιάν σου χεῖρα. Σοῦ γὰρ παρόντος, ἀνίσχυροι καὶ ἀσθενεῖς οἱ ἐχθροί. Πρόσχες εἰς τὴν βοήθειάν μου, ἐπεὶ ἐχθρῶν περιεστηκότων, ἀνθρώπων τε πονηρῶν καὶ ἀοράτων δυνάμεων, βοηθείας δέομαι. Οὐκ αλλοθεν δὲ βοήθειαν ἀπαιτῶ η παρὰ σοῦ, Κύριε· σὺ γὰρ καὶ Θεὸς τῆς σωτηρίας μου τυγχάνεις· σωτηρίας δὲ Θεὸς ὁ ταύτης αι τιος. -Καλὸν προοίμιον προσευχῆς, τό· Μὴ ἐγκαταλίπῃς με, ὁ Θεός μου. Εχεις γὰρ ἐν αὐτῷ τὴν ἁγίαν Τριάδα. 38.1 Εἰς τὸ τέλος τῷ ̓Ιδιθοὺν ᾠδὴ τῷ ∆αυίδ. Εἰς τὸ τέλος δὲ κατὰ τοὺς Οʹ ἐπιγράφε ται· κατὰ δὲ τὰς αλλας ἑρμηνείας, ἐπινίκιος, καὶ εἰς τὸ νῖκος, καὶ τῷ νικοποιῷ. 38.2-4 Ειπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου· ̓Εθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. -