ἐκείναις πολιτείαν οἵαν οὐδέποτε ἐν νεότητι. 22.5 Καὶ βρέξας θαλλοὺς λέγει αὐτῷ· "∆έξαι, πλέξον σειρὰν ὡς κἀγώ". Πλέκει ὁ γέρων ἕως ἐννάτης ὀργυίας δεκαπέντε μοχθήσας. Θεασάμενος οὖν ὁ Ἀντώνιος δυσηρεστήθη καὶ λέγει αὐτῷ· "Κακῶς ἔπλεξας· ἀπόπλεξον καὶ ἄνωθεν πλέξον"· νήστει αὐτῷ ὄντι καὶ ἡλικιώτῃ ταύτην ἐπαγαγὼν τὴν σῆψιν, ἵνα δυσφορήσας ὁ γέρων φύγῃ τὸν Ἀντώνιον. Ὁ δὲ καὶ ἀπέπλεξε καὶ πάλιν ἔπλεξε τοὺς αὐτοὺς θαλλούς, εἰ καὶ δυσχερέστερον διὰ τὸ ἐρρυτιδῶσθαι. Θεασάμενος δὲ ὁ Ἀντώνιος ὅτι οὔτε ἐγόγγυσεν οὔτε ἐμικροψύχησεν οὔτε ἠγανάκτησε, κατενύγη. 22.6 Καὶ δύναντος τοῦ ἡλίου λέγει αὐτῷ· "Θέλεις φάγωμεν ἄρτου κλάσμα;" Λέγει αὐτῷ ὁ Παῦλος· "Ὡς δοκεῖ σοι, ἀββᾶ". Καὶ τοῦτο πάλιν ἔκαμψε τὸν Ἀντώνιον, τὸ μὴ προσδραμεῖν προθύμως τῇ τῆς τροφῆς ἀγγελίᾳ ἀλλ' αὐτῷ ἐπιρρῖψαι τὴν ἐξουσίαν. Θεὶς οὖν τὴν τράπεζαν φέρει ἄρτους. Καὶ θεὶς ὁ Ἀντώνιος τοὺς παξαμάδας ἔχοντας ἀνὰ ἓξ οὐγκιῶν, ἑαυτῷ μὲν ἔβρεξεν ἕνα, ξηροὶ γὰρ ἦσαν, ἐκείνῳ δὲ τρεῖς. Καὶ βάλλει ψαλμὸν ὁ Ἀντώνιος ὃν ᾔδει, καὶ δωδέ κατον αὐτὸν ψάλας δωδέκατον ηὔξατο, ἵνα δοκιμάσῃ τὸν Παῦλον. 22.7 Ὁ δὲ πάλιν προθύμως συνηύχετο· ᾑρεῖτο γὰρ ὡς οἶμαι σκορπίους ποιμᾶναι ἢ μοιχαλίδι γυναικὶ συζῆσαι. Μετὰ δὲ τὰς δώδεκα προσευχὰς ἐκαθέσθησαν φαγεῖν ἑσπέρας βαθείας. Φαγὼν οὖν ὁ Ἀντώνιος τὸν ἕνα παξαμᾶν ἄλλου οὐχ ἥψατο. Ὁ δὲ γέρων σχολαιότερον ἐσθίων ἔτι εἶχε τοῦ παξαμαδίου· ἐξεδέχετο ὁ Ἀντώνιος ἕως οὗ τελέσῃ καὶ λέγει αὐτῷ· "Φάγε, παπία, καὶ ἄλλον παξαμᾶν". Λέγει αὐτῷ ὁ Παῦλος· "Ἐὰν σὺ ἐσθίῃς, κἀγώ· σοῦ δὲ μὴ ἐσθίοντος οὐκ ἐσθίω". Λέγει αὐτῷ ὁ Ἀντώνιος· "Ἐμοὶ ἐπαρκεῖ· μοναχὸς γάρ εἰμι". 22.8 Λέγει αὐτῷ ὁ Παῦλος· "Ἀρκεῖ κἀμοί· κἀγὼ γὰρ θέλω μοναχὸς γενέσθαι". Ἐγείρεται πάλιν καὶ ποιεῖ δεκαδύο εὐχὰς καὶ δεκαδύο ψαλμοὺς ψάλλει. Καθεύδει μικρὸν τοῦ πρωτουπνίου, καὶ πάλιν ἐγείρεται ψάλλειν μεσονυκτίῳ ἕως ἡμέρας. Ὡς οὖν εἶδε τὸν γέροντα προθύμως ἐπακολουθήσαντα αὐτοῦ τῇ πολιτείᾳ λέγει αὐτῷ· "Ἐὰν δύνασαι καθ' ἡμέραν οὕτως, μένε μετ' ἐμοῦ". Λέγει αὐτῷ ὁ Παῦλος· "Ἐὰν μέν τί ποτε πλέον, οὐκ οἶδα· ἐπεὶ ταῦτα ἃ εἶδον ποιῶ εὐχερῶς". Λέγει αὐτῷ ὁ Ἀντώνιος τῇ ἑξῆς· "Ἰδοὺ γέγονας μοναχός".22.9 Πληροφορηθεὶς οὖν ὁ Ἀντώνιος μετὰ μῆνας ῥητοὺς ὅτι τελείας ἐστὶ ψυχῆς, λίαν ὢν ἁπλοῦς, τῆς χάριτος αὐτῷ συνεργούσης, ποιεῖ αὐτῷ κέλλαν ὡς ἀπὸ σημείων τριῶν ἢ τεσσάρων, καὶ λέγει αὐτῷ· "Ἰδοὺ γέγονας μοναχός· μένε κατ' ἰδίαν ἵνα καὶ πεῖραν δαιμόνων λάβῃς". Οἰκήσας οὖν ἔτος ἓν ὁ Παῦλος χάριτος ἠξιώθη κατὰ δαιμόνων καὶ νοσημάτων. Ἐν οἷς ποτὲ καθ' ὑπερβολὴν δεινότατος ἤχθη τῷ Ἀντωνίῳ δαιμονιῶν ἀρχοντικὸν ἔχων πνεῦμα, ὃς καὶ αὐτὸν τὸν οὐρανὸν ἐδυσφήμει. 22.10 Προσσχὼν οὖν ὁ Ἀντώ νιος λέγει τοῖς ἀγαγοῦσιν· "Οὐκ ἔστιν ἐμὸν τοῦτο τὸ ἔργον· κατὰ γὰρ τούτου τοῦ τάγματος τοῦ ἀρχοντικοῦ οὔπω ἠξιώθην χαρίσματος, ἀλλὰ τοῦτο Παύλου ἐστίν". Ἀπελθὼν οὖν Ἀντώνιος πρὸς τὸν Παῦλον ἀπάγει αὐτοὺς καὶ λέγει αὐτῷ· "Ἀββᾶ Παῦλε, ἔκβαλε τὸ δαιμόνιον τοῦτο ἀπὸ τοῦ ἀνθρώπου ἵνα ὑγιαίνων ἀπέλθῃ εἰς τὰ ἴδια". Λέγει αὐτῷ ὁ Παῦλος· "Σὺ γὰρ τί;" Λέγει αὐτῷ ὁ Ἀντώνιος· "Οὐ σχολάζω ἐγώ, ἄλλο ἔχω ἔργον". Καὶ καταλείψας αὐτὸν ὁ Ἀντώνιος πάλιν ἦλθεν εἰς τὴν ἰδίαν κέλλαν. 22.11 Ἀνα στὰς οὖν ὁ γέρων καὶ προσευξάμενος ἐνεργῆ προσευχὴν προσλαλεῖ τῷ δαιμονιῶντι· "Εἴρηκεν ὁ ἀββᾶς Ἀντώνιος ὅτι "Ἔξελθε ἀπὸ τοῦ ἀνθρώπου"". Ὁ δὲ δαίμων μετὰ δυσφημίας ἔκραξε λέγων· "Οὐκ ἐξέρχομαι, κακόγηρε". Λαβὼν οὖν τὴν μηλωτὴν αὐτοῦ κατὰ νώτου ἔτυπτεν αὐτὸν λέγων· ""Ἔξελθε" εἴρηκεν ὁ ἀββᾶς Ἀντώνιος". Λοιδορεῖ καὶ τὸν Ἀντώνιον καὶ αὐτὸν πάλιν ὁ δαίμων σφοδρότερον. Τέλος λέγει αὐτῷ· "Ἐκβαίνεις, ἢ ὑπάγω λέγω τῷ Χριστῷ. Μὰ τὸν Ἰησοῦν, ἐὰν οὐκ ἐκβαίνῃς ἤδη ἄρτι ὑπάγω λέγω τῷ Χριστῷ, καὶ οὐαί σοι ἔχει ποιῆσαι". 22.12 Προσεδυσφήμει πάλιν ὁ δαίμων κράζων· "Οὐκ ἐξέρχομαι". Χολέσας οὖν ὁ Παῦλος κατὰ τοῦ δαίμονος ἐξῆλθεν ἔξω τῆς ξενίας κατ' αὐτὴν τὴν σταθερὰν μεσημβρίαν· τῶν δὲ Αἰγυπτίων τὸ καῦμα συγγενές ἐστι τῆς καμίνου τῆς Βαβυλωνίας.