ἀπειθήσαντας ἐλέγξουσιν τοὺς Ἰουδαίους, ἀλλ' αὐτοὶ μὲν ἐν τιμῇ διαλάμποντες καὶ δόξῃ, ἐκεῖνοι δὲ ἐν ἀδοξίᾳ ἐσχάτῃ καὶ κατηφείᾳ. ἵνα οὖν ἑκάτερον τούτων παραδηλώσῃ, τοῖς μὲν θρόνους καὶ καθέδρας καὶ κρίσιν συνέζευξεν, τοὺς δὲ εἰς τὴν τῶν παρεστηκότων καὶ κρινομένων χώραν ὤθησεν· διὰ γὰρ ἑκατέρου τούτων τῶν μὲν ἡ τιμὴ καὶ ἡ δόξα καὶ ἡ λαμπρότης, τῶν δὲ σημαίνεται τἀναντία. 80 Mt 20, 1 16 Ἐπειδὴ ἡ παραβολή, εἰ καὶ τὴν μισθαποδοσίαν τὴν ἐκεῖθεν δηλοῖ, ὅμως πρὸς σωφρονισμὸν καὶ σωτηρίαν τῶν ἐν τῷ παρόντι βίῳ εἴρηται, διὰ τοῦτο ἀνθρωπινώτερον αὐτὴν ἐξυφαίνει καὶ ἐπεξεργάζεται ἀμπελῶνα καὶ ἐργάτας καὶ κλῆσιν καὶ ἀπολογίαν καὶ συμφωνίαν, εἶτα δὲ καὶ ἐπίτροπον καὶ τοῦ ἐπιτρόπου μισθαποδοσίαν, εἶτα καὶ διαγογγυσμὸν καὶ τοῦ οἰκοδεσπότου πρὸς αὐτοὺς δικαιολογίαν καὶ ἐπιτίμησιν· τούτων μὲν γὰρ ἐκεῖθεν οὐδέν ἐστιν οὐδὲ παρ' ἐπιτρόπου μισθαποδοσία· αὐτὸς γὰρ ἑκάστῳ ὁ δεσπότης ἀποδίδωσιν· οὐδὲ διαγογγυσμός· οὐδὲ γὰρ ὅλως ἐκεῖ φθόνου λείψανον· οὐ μὴν οὐδὲ τὰ ἐφ' ἑξῆς, δικαιολογία πρὸς αὐτοὺς δεσποτικὴ ἢ ἐπιτίμησις· συνεχρήσατο δὲ τούτοις ἀπὸ τῶν συμβαινόντων πολλάκις τοῖς ἐνταῦθα μισθουμένοις, ἐν οἷς καὶ φθόνος καὶ γογγυσμὸς καὶ τὰ ὅμοια, ἀπὸ τῶν ἡμῖν ἐγνωσμένων εὐμαθεστέραν καὶ σαφεστέραν ποιῶν τὴν ἔννοιαν τῆς παραβολῆς. 81 Mt ,20 23 Ἡ μὲν μήτηρ καὶ οἱ υἱοὶ προσῆλθον τῷ Ἰησοῦ τὴν ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων ζητοῦντες προεδρίαν νομίζοντες ἤδη τὴν βασιλείαν αὐτοῦ παρεῖναι διὰ τὸ καὶ εἰς τὰ Ἰεροσόλυμα αὐτὸν ἐπείγεσθαι. ὁ δὲ Ἰησοῦς τὴν πλάνην αὐτῶν διορθούμενος καὶ τῶν πρωτείων μὴ ἐρᾶν ἐκπαιδεύων εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε ὑπονοοῦντες πρὸς καιρὸν εἶναι καὶ ἐγγίζειν ἤδη τὴν ἐμὴν βασιλείαν καὶ ὅτι ἐπὶ τούτῳ ἀναβαίνομεν εἰς τὰ Ἱεροσόλυμα· τοσοῦτον γὰρ ἀπέχει τὸ ταῦτα ἤδη παρεῖναι, ὅτι καὶ ἐπὶ σταυρὸν καὶ θάνατον νῦν παραγίνομαι· τοῦτο γὰρ δηλοῖ τὸ ποτήριόν μου καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι. ταῦτα οὖν ἐνέστηκε νῦν, πρὸς ταῦτα ἐπείγομαι. ἐὰν οὖν πρὸς ὃ νυνὶ παραγίνομαι τούτου συμμετέχειν καὶ συναπολαύειν ἔρως ὑμῖν καὶ φιλοτιμία, οὐχὶ θρόνους καὶ καθέδρας καὶ προεδρίαν, ἀλλὰ σταυρὸν καὶ θάνατον ἐχρῆν ἐξαιτεῖσθαι· ταῦτα γάρ ἐστιν, ἃ μέλλω νῦν ἀναδέχεσθαι. διὸ οὐκ οἴδατε τί αἰτεῖσθε· ἡ γὰρ κατὰ λόγον αἴτησις νῦν σταυρὸς καὶ θάνατός ἐστιν. δύνασθε γάρ, φησίν, τὸ ποτήριον πιεῖν, ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; εἶτα τῶν δὲ καὶ πρὸς ταῦτα ἐλπίδι τοῦ τυχεῖν τῆς αἰτήσεως εἰπόντων ἑτοίμους εἶναι (καὶ γάρ· δυνάμεθα, φασίν, καὶ οὐδὲ τούτων ἀποπηδῶμεν, ἂν μόνον ἡμῖν περιγένηται, ὃ ᾐτησάμεθα· σφόδρα γὰρ κατείχοντο τῇ φιλοπρωτείᾳ) καὶ πάλιν πρὸς αὐτούς φησιν ὁ δεσπότης· τὸ μὲν ποτήριον καὶ ἑξῆς, τοῦτ' ἔστιν ἂν μὲν ἐγὼ πάσχειν μέλλω, καὶ ὑμεῖς ἐν οἰκείῳ καιρῷ παθεῖν κατορθώσετε. καθέδραι δὲ καὶ προεδρίαι καὶ θρόνοι οὔκ εἰσιν ἐν τῇ ἐμῇ βασιλείᾳ. εἰ δὲ καὶ ἦν, οὐκ ἂν τοῖς φιλοπρωτοῦσιν καὶ ἐξαιτουμένοις ἐδίδοτο, ἀλλὰ τοῖς παρασκευάσασιν ἀξίους ἑαυτούς· εἰ γὰρ καὶ μὴ ταῦτά ἐστιν ἐκεῖ τισι διδόμενα, ἀλλ' ἔστιν ἕτερα, ἃ ὀφθαλμὸς οὐκ εἶδεν , ἀλλ' ὅμως οὐδὲ ταῦτα δίδοται τοῖς ἁπλῶς αἰτοῦσιν, ἀλλὰ τοῖς μετὰ αἰτήσεως καὶ τῶν ἀρετῶν ἐπιφερομένοις τὰ κατορθώματα. 82 Mt 20, 23 Εἰπὼν δὲ ἀλλ' οἷς ἡτοίμασται καὶ οὐ προσθεὶς ἑτέροις κοινὴν ἔθηκεν τὴν ἀπόλαυσιν καὶ οὐδ' αὐτοὺς ἐκείνους ἐξέβαλεν ταύτης. οἷς ἡτοίμασται, καὶ ὑμῖν, φησίν, ἔσται, ἂν ἀξίους τῆς δωρεᾶς ἑαυτοὺς ἀπεργάσησθε· εἰ γὰρ καὶ μὴ θρόνοι καὶ καθέδραι τὰ ἔπαθλα, ἀλλ' ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπων οὐκ ἀνέβη τοῖς καλῶς ἀγωνισαμένοις ἀπόκειται. 83 Mt 21, 44 Ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν· καὶ γὰρ καὶ ἐπὶ τὸν θάνατον πεσὼν τῇ σαρκὶ καὶ τάφῳ καλυφθεὶς ἐλίκμησεν αὐτοῦ τὴν ἰσχὺν καὶ τοῦ ᾅδου τὴν τυραννίδα κατέλυσεν καὶ τὰ βασίλεια αὐτοῦ πάντων τῶν κατεχομένων ἐκένωσεν συναναστήσας αὐτῷ τοὺς ἐξ αἰῶνος ἅπαντας κατεχομένους νεκρούς. 84 Mt 23, 2 5 Τὸ δεσμεύουσιν φορτία βαρέα καὶ δυσβάστακτα οὐχ ἁπλῶς φησιν ὁ δεσπότης, ὅτι βαρέα τυγχάνει καὶ