1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

22

τανεύοντι, καὶ δεχόμεθα τὴν ψῆφον, ταύτην ἡμῖν συμφέρειν πιστεύοντες. Εἴτε οὖν ῥύεται, εἴτε καὶ μὴ, τῆς εἰκόνος σου καὶ τῶν θεῶν σου φεύγομεν 81.1324 τὴν προσκύνησιν. Πρὸς τοιαύτας σοι ψυχὰς ἡ παρά ταξις· ὃν ἂν ἐθέλῃς τρόπον ἀνταγωνίζου, οὔτε κατα θέλξεις τιμῶν, οὔτε καταπλήξεις ἀπειλῶν· πάντων γὰρ ἡμῖν ὁ Θεὸς ἐρασμιώτατός τε καὶ φοβερώτατος. Τί τούτων ὑψηλότερον τῶν ῥημάτων; Τούτοις τὴν ἀποστολικὴν ἐκείνην ἐφαρμόσαι προσήκει φωνήν· "Τὸ γὰρ τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν." Ἀλλ' ὁ θηριώδης καὶ μανικώτατος τύραννος, ἔμπλεως θυμοῦ γενόμενος, ὡς καὶ δηλῶσαι τῷ προσώπῳ τὴν τῆς ψυχῆς ταραχὴν, ἐπιπλεῖστον μὲν ἐκκαυθῆναι τὴν κάμινον παρενεγγύησε· πεδηθῆναι δὲ τοὺς ἁγίους ἄνδρας παρεκελεύσατο, καὶ ὥστε μηδεμίαν γενέσθαι τῆς τιμωρίας ἀναβολὴν, τῆς ἐσθῆτος καὶ τῶν ὑποδημάτων ἀφαιρουμένων, σὺν αὐτοῖς τούτοις τῇ πυρᾷ παραδοθῆναι προσέταξε· τουτέστι, σὺν τοῖς σαραβάροις αὐτῶν, καὶ τιάραις, καὶ περικνημῖσι. Σαράβαρα δέ ἐστι Περσικῶν περι βολαίων εἴδη· τιάραι δὲ τῶν κεφαλῶν τὰ καλύμ ματα· περικνημῖδας δὲ τὰς καλουμένας ἀναξυρίδας λέγει, ἢ τὰς σκυτίνας τὰς ἔξωθεν, ἢ τὰ σκύτινα ὑπο δήματα. Οὕτω πεδηθέντες οἱ ἅγιοι ἄνδρες παρ εδόθησαν τῷ πυρί· καὶ ὁ μὲν τάχους χάριν καὶ συντομίας οὕτως αὐτοὺς κατακαυθῆναι προσέταξεν· ἡ δὲ θεία χάρις ἕτερον ἐντεῦθεν ᾠκονόμει μυστήριον. Τὰ μὲν γὰρ ἐπιβληθέντα αὐτοῖς ἐκ σιδήρου δεσμὰ συνήθως ἡ τοῦ πυρὸς διέλυσε φύσις· εὔπρηστα δὲ ὄντα λίαν τὰ περιβόλαια ἀκήρατα διεφύλαξε· καὶ τοὺς μὲν τῶν ἁγίων ἀνδρῶν κατηγόρους, καὶ τοῦ δυσσεβοῦς προστάγματος διακόνους, ἐκτὸς ἑστῶτας ἡ φλὸξ κατηνάλωσεν· αὐτοῖς δὲ τοῖς ἁγίοις προσ πελάζειν οὐκ ἴσχυσεν, ἀλλὰ τοῖς ἔνδον τὰ νῶτα παρ έχουσα, κατὰ τῶν οἰκείων ἐχώρει προσκυνητῶν, ὥσπερ δίκας αὐτοὺς ὑπὲρ τῶν τοῦ ∆εσπότου θερα πόντων εἰσπραττομένη. Τοσαύτης δὲ ἔνδον οἱ τῆς εὐσεβείας κήρυκες ἀδείας καὶ θεραπείας ἀπήλαυον, ὅτι τῶν ἀνθράκων οἷόν τινων ἐπιβαίνοντες ῥό δων. κγʹ. "Περιεπάτουν, φησὶν, ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν Θεὸν, καὶ εὐλογοῦντες τὸν Κύριον." Καὶ ταῦτα δὲ ἔμφασιν τῆς ἄκρας αὐτῶν ἔχει φιλο σοφίας· οὔτε γὰρ ᾔτουν, φησὶ, τῶν δεινῶν ἀπαλλα γὴν, ἀλλ' ὕμνουν τὸν οὕτω τὰ κατ' αὐτοὺς πρυτανεύ σαντα, καὶ τῆς καλῆς ταύτης αὐτοὺς ὁμολογίας ἀξιώσαντα. Ἔστι δὲ ἰδεῖν ἐοικότα τοῖς νέοις τὰ πα λαιά· καὶ γὰρ οἱ μακάριοι ἀπόστολοι Πέτρος καὶ Ἰωάννης, ὑπὸ τῆς τῶν Φαρισαίων αἰκισθέντες συμ μορίας, ἐξῆλθον χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος Ἰησοῦ ἀτιμασθῆναι· καὶ ὁ θειότατος δὲ Παῦλος σὺν τῷ Σίλᾳ, μετὰ τὰς αἰκίας ἐκείνας τὰς ἐν Φιλίπποις ὑπὸ τῶν στρατηγῶν αὐτοῖς προσενεχθεί σας, δεσμωτήριον οἰκοῦντες, καὶ ποδοκάκῃ προσ δεδεμένοι, κατὰ τὸ μεσονύκτιον, φησὶ, "Προσευχό μενοι ὕμνουν τὸν Θεόν." Οὕτω καὶ οἱ μακάριοι 81.1325 παῖδες οὗτοι ἐν καμίνῳ χορεύοντες τὸν θεῖον ὕμνον διετέλουν ὑφαίνοντες. Καὶ πρῶτον μὲν ὁ Ἀζα ρίας στόμα κοινὸν γενόμενος, καὶ ὑπὸ τῶν τῆς φλο γὸς κυμάτων περικλυζόμενος, "Ἀνοίξας, φησὶ, τὸ στόμα αὑτοῦ ἐν μέσῳ τοῦ πυρὸς, εἶπεν· (κ ϛʹ.) Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας." Τίς ἂν πρὸς ἀξίαν τοῦ προοιμίου τὴν σοφίαν θαυμάσειεν; Οὐδὲ γὰρ ἐν εὐ ημερίᾳ ὢν καὶ εὐκληρίᾳ, οὐδὲ κατὰ ῥοῦν τοῦ βίου φερομένου, ἀλλ' ἐν καμίνῳ τοσαύτῃ τὸν τῶν ὅλων ὕμνει Θεὸν, καὶ ἐκάλει αὐτὸν τὸν πατέρων Θεὸν, καὶ τὴν τοῦ φρονήματος δεικνὺς μετριότητα, καὶ τῶν πατέρων ἀνακηρύττων τὴν ἀρετήν. Ὑμνοῦμεν γάρ σε, φησὶν, ὦ ∆έσποτα, ἡμεῖς οἱ πατέρας ἔχοντες ἐκείνους, ὧν ἠθέλησας κληθῆναι Θεός. Σὺ γὰρ εἶπας τῷ θεράποντί σου Μωσῇ· "Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ·" τοῦτό σου τὸ ὄνομα αἰνετόν ἐστι, καὶ δεδοξασμένον, οὐκ ἐν καιρῷ τινι καὶ χρόνῳ ῥητῷ, ἀλλ' εἰς πάντας τοὺς αἰῶνας. κζʹ. "Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν." Ὑμνοῦμεν δέ σε, φησὶ, τὸ δίκαιον τῆς σῆς ἐπιστάμενοι κρίσεως· ὀρθῇ γὰρ καὶ δικαίᾳ χρησά μενος ψήφῳ ἐξανδραποδισθῆναι ἡμᾶς, καὶ πόῤῥω τῶν οἰκείων