De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
εὐγενῶν προσφύγων. πιλωτὰ διβλάττια παχέα καὶ πτενὰ λόγῳ τοῦ βασιλέως διὰ τὰ χαμόκουμβα· σελλία δύο τῆς προελεύσεως, σελλία τοῦ κουκουμιλίου ὁλόκανα διάχρυσα κοπτὰ, ἐπιστρώματα ἔχοντα, καὶ ἕτερα ἐπιστρώματα ἄνωθεν συγκαλύπτοντα τὴν κοπὴν τῆς χρείας· καὶ λόγῳ τῶν εὐγενῶν προσφύγων ἕτερα τοιαῦτα ἀργυροκατάκλειστα δύο· καυκία βασιλικὰ χαλίνζια λόγῳ τῶν φίλων τῶν μετὰ τοῦ βασιλέως κλητωρευομένων· σπαθία βασιλικὰ δύο, ἓν τῆς προελεύσεως, καὶ ἓν τῆς ὁδοῦ. παραμήριον ἕν. ἀλειπτὰ, καπνίσματα διάφορα, θυμίαμα, μαστίχην, λίβανον, σάχαρ, κρόκον, μόσχον, ἄμπαρ, ξυλαλοὴν ὑγρὰν καὶ ξηρὰν, κιννάμωμον ἀληθινὸν πρῶτον καὶ δεύτερον, καὶ ξυλοκιννάμωμον, μυρίσματα λοιπά. σενδὲς, λινωμαλωτάρια, σάβανα, σινδόνια, βραναῖαι κατωτικαὶ, μανδίλια κατωτικά. ∆ιὰ τῶν ἀραφίων τῶν εἰς ἐθνικοὺς ἀποστελλομένων λόγῳ ξενίων. Σκαραμάγγια διαφόρων χροιῶν καὶ ἐξεμπλίων, σκαραμάγγια δίασπρα, δικίτρινα, διβένετα, κολόβια μεγαλόζηλα ἐκ τῶν κατ' οἴκους, ἐσωφόρια μεσόζηλα ἐκ τῶν κατ' οἴκους, ἐσωφόρια λεπτόζηλα ἐκ τῶν κατ' οἴκους, ἐσωφόρια λεπτόζηλα διαφόρων χροιῶν καὶ ἐξεμπλίων ἐκ τῶν κατ' οἴκους, ἀσπρομύναια, διυγαντάρια ἄσπρα καὶ ἰαστὰ, λωρωτὰ τρίμιτα καὶ ὁλόβηρα ἰαστὰ καὶ ἀναλεκτὰ διαφόρων χροιῶν. ἰστέον δὲ, ὅτι ταῦτα πάντα ἐν σκευαρίοις ἐνδεδυμένοις δι' ἀληθινῶν τομαρίων καὶ σιδήρων γανωτῶν μετὰ χαρταλαμίων ὁμοίως γανωτῶν βαστάζονται. ∆ιὰ τῶν ἐῤῥαμμένων. Ἱμάτια ἐῤῥαμμένα δίσχιστα μανιακάτα ἀπὸ σκαραμαγγίων διαφόρων χροιῶν καὶ ἐξεμπλίων ἀμφιεσμένα ἀπὸ διβλαττίων. πρὸς τούτοις καὶ μεσόζηλα δίσχιστα μανιακάτα ἀμφιεσμένα ἀπὸ διβλαττίων· ἕτερα κολόβια ἐκ τῶν κατ' οἴ 470 κους μεσόζηλα δίσχιστα μανιακάτα λιτά. ἰστέον, ὅτι ταῦτα πάντα ἐν σκευαρίοις ἐνδεδυμένοις μετ' ἀληθινῶν τομαρίων καὶ σιδήρων γανωτῶν μετὰ καὶ χαρταλαμίων ὁμοίως γανωτῶν βαστάζονται. τουβία ἐκ τούτων πάντων, τὰ μὲν προκριτώτερα ἀπὸ διβλαττίων ἀετῶν καὶ βασιλικίων ἀμφιεσμένα, τὰ δὲ δεύτερα τούτων ἀπὸ βδελλίων· σφιγκτούρια, θάλασσαι καὶ ἀβδία πλατύλωρα καὶ ἀβδία μασουρωτὰ, τὰ μὲν ἀμφιεσμένα ἀπὸ διβλαττίων, τὰ δὲ καὶ λιτά. ὑποκαμισοβράκια διαφόρων ποιοτήτων. ἐπιῤῥιπτάρια ὀξέα πρῶτα καὶ δεύτερα καὶ τρίτα, ζωστρία ὀξέα διάφορα καὶ ψευδοξέα ἀνὰ νομίσματος ἑνὸς καὶ μιλιαρησίων δʹ. καὶ ἕτερα ψευδοξέα ἀνὰ νομίσματος αʹ, καὶ ἕτερα ἀνὰ μιλιαρησίων ηʹ. ὑποδήματα ἀδήμινα ζυγαὶ διάφοροι. ἰστέον, ὅτι ταῦτα πάντα ἐν βουλγιδίοις ἢ καὶ ἐν δισακκίοις ὀφείλουσι βαστάζεσθαι. ταῦτα δὲ διὰ τοὺς εὐγενεῖς πρόσφυγας τυγχάνουσι καὶ διὰ τὸ εἰς εὐγενεῖς καὶ μεγάλους ἐθνικοὺς ἀποστέλλεσθαι. ἱμάτια λεπτόζηλα ἐκ τῶν κατ' οἴκους πρόκριτα καὶ καθαρὰ ἀμφιεσμένα ἀπὸ τριβλαττίων καὶ διβλαττίων ὀξέων καὶ διβλαττίων ἀετῶν καὶ βασιλικίων καὶ βδελλίων, ἀμφότερα δίσχιστα μετὰ περσικίων διὰ τοὺς στρατηγοὺς καὶ κλεισουράρχας. ἕτερα ἱμάτια ἐκ τῶν κατ' οἴκους λεπτόζηλα δεύτερα λιτὰ δίσχιστα μα 471 νιακάτα διὰ τοὺς θεματικοὺς τουρμάρχας καὶ λοιποὺς πρόσφυγάς τε καὶ ἄρχοντας. ἰστέον, ὅτι ταῦτα πάντα ἐν σκευαρίοις ἐνδεδυμένοις δι' ἀληθινῶν τομαρίων καὶ σιδήρων γανωτῶν μετὰ καὶ χαρταλαμίων ὁμοίως γανωτῶν βαστάζονται. σφιγκτούρια, θάλασσαι καὶ ἀβδία πλατύλωρα καὶ μασουρωτὰ, τὰ μὲν ἀμφιεσμένα ἀπὸ διβλαττίων, τὰ δὲ λιτά. ἐπιῤῥιπτάρια ὀξέα διάφορα, ὑποκαμισοβράκια διαφόρων ποιοτήτων. ἰστέον, ὅτι ταῦτα πάντα ἐν βουλγιδίοις ἢ καὶ ἐν δισακκίοις ὀφείλουσι βαστάζεσθαι, λογάριον εἰς ἔξοδον τοῦ φοσσάτου εἰς φιλοφρόνησιν τῶν ἀγωνιζομένων ἐν πολέμοις καὶ τῶν ἀρχόντων καὶ εἰς λοιπὰς ἐξόδους, κεντινάρια, μιλιαρήσια, σακκία εἰς τὸ διδόναι τοῖς φυλάσσουσι σχολαρίοις εἰς τὴν βασιλικὴν φῖναν, τοῖς τε βασιλικοῖς ἀγούροις καὶ τοῖς ἐπὶ τῆς βασιλικῆς ἑταιρείας καὶ ἄλλοις, οἷς ἂν κελεύει ὁ βασιλεὺς εὐσέβειαν διδόναι, εἴτε καθ' ἑβδομάδα ἅπαξ, εἴτε κατὰ δύο, καὶ εἰς λοιπὰς ἐξόδους. παραλαμβάνει δὲ ταῦτα ὅ, τε σακελλάριος καὶ ὁ εἰδικὸς, καὶ βαστάζουσιν εἰς τὰς φορτώσεις αὐτῶν πυρέκβολον μετὰ ἵσκας καὶ κανδήλας ἀργυρᾶς γʹ, καὶ χαλκᾶς γʹ, μία μὲν εἰς τὸν κοιτῶνα, μία δὲ εἰς τὸ κουκουμίλιν, ἕτερα δὲ εἰς τὸ παρα 472 κοιτωνάριον. ὀφείλει δὲ γίνεσθαι λάκκος ἔχων βάθος σπιθαμὰς δύο, καὶ ἵνα σκεπάζονται ἐπάνω τῆς γῆς ὑπὸ πετάλων χαλκῶν κοσκινωτῶν, καὶ συμπαράκεινται αὐταῖς πρὸς ἓν τρία κηρούλια, φανάρια χαλκᾶ κοσκινωτὰ, καὶ ὡρολόγιον μικρὸν ἀργυροῦν διὰ τὰ νυκτερεύματα, ὅπερ ὀφείλει ἵστασθαι εἰς τὸν κοιτῶνα, καὶ ἕτερον χαλκοῦν, ὅπερ ὀφείλει ἵστασθαι ἔνθα οἱ κοιτωνῖται μένουσιν. πρὸς τούτοις σκουτέλλια ὁλόχρυσα δʹ, μινσουράκια