ἰσοστάσιος τῇ Ἰταλικῇ ἣ καλεῖται «δηνάριον», ὡς γὰρ ἐπίπαν τοῖς Ἰταλικοῖς νῦν χρῶνται πολλοί. Ἡ Ἀττικὴ μνᾶ στατῆρας ἔχει κεʹ· ἡ δὲ Ἰταλικὴ λίτρα στατήρων ἐστὶ κδʹ· τῶν δὲ λοιπῶν μνῶν μυρίαι διαφοραὶ καὶ οὐδέν τι ἡμῖν ἀναγκαῖαι νῦν ἐκτεθῆναι. Ἡ δὲ λίτρα ποιεῖ ˉγˉο ιβʹ καὶ ἡ ˉγˉο δραχμὰς ηʹ· ἡ δὲ δραχμὴ γραμμάτων ἐστὶν γʹ· τὸ δὲ γράμμα ὀβολοὺς ἔχει βʹ· πάλιν τὸ γράμμα θέρμους γʹ, ὁ θέρμος κεράτια βʹ, ὡς εἶναι τὴν λίτραν κερατίων αψκηʹ. ∆ιαιρεῖται δὲ ἐκ περιουσίας καὶ τὸ δηνάριον κατὰ Ῥωμαίους εἰς μέρη αρνβʹ· ἔχει γὰρ τροπαϊκὰ δύο, νούμους τέσσαρας, ἀσσάρια ιʹ· ὁ δὲ νοῦμος ἔχει ὀγκίαν τῷ σταθμῷ. Τὸ ἀσσάριον διαιρεῖται εἰς ἥμυσυ καὶ τρίτον καὶ τέταρτον καὶ ἕκτον καὶ ὄγδοον καὶ ἔνατον, δέκατον, δωδέκατον, ἑξκαιδέκατον, εἰκοστοτέταρτον, τριακοστόεκτον, τεσσαρακοστοόγδοον, ἑβδομηκοστοδεύτερον· τὰ δὲ μέρη ταῦτα ἰδίας ὀνομασίας ἔχει παρὰ τοῖς Ῥωμαίοις λογιστικοῖς. Ὁ τοῦ οἴνου ἀμφορεὺς ὃν καὶ «μετρητὴν» λέγουσιν οἱ πολλοὶ ἡμιαμφόρια μὲν ἔχει βʹ ἃ καλοῦσιν «κάδους» ὀνόματι κοινῷ Ῥωμαῖοι δὲ «οὔρνας», προύχους δὲ ἔχει δʹ, χόας ὀκτὼ οὓς δὴ «κογγία» λέγουσιν «κάβους» δὲ ἡμεῖς· ὁ δὲ χοῦς δύναται ξέστας ʹ (τὸν δὲ ξέστην «ἵνιον» καλοῦσιν Αἰγύπτιοι), ὡς τὸν ἀμφορέα εἶναι ξεστῶν μηʹ. Ὁ δὲ Ἀντιοχικὸς μετρητὴς τοῦ Ἰταλικοῦ διπλάσιον. Ὁ οὖν ξέστης διαιρεῖται κοτύλαις δυσὶν ἃς «ἡμίνας» καλοῦμεν, ἡ κοτύλη διαιρεῖται εἰς ὀξύβαφα δύο, τὸ δὲ ὀξύβαφον εἰς κυάθους μερίζεται τρεῖς καὶ ὁ κύαθος δὲ ποιεῖ μύστρα δʹ ἃ δὴ «λίστρια» πολλάκις ἐκάλεσαν, κοχλιάριον δέ ἐστιν τοῦ μύστρου τὸ ἥμυσυ· καὶ ὁ ξέστης ἄρα εἰς κοχλιάρια ἀναλύεται ʹ. Καὶ τὰ ἐλαιηρὰ παραπλησίως, πλὴν ὅτι ἀπὸ τοῦ καλουμένου «κεντηναρίου» τὴν ἀρχὴν ἔχει ὃ δὴ λίτρας ἔχει ρʹ. Ἔστιν δὲ καὶ ὁ ἐλαιηρὸς μετρητὴς τοῦδε διπλάσιον· τὰ δὲ λοιπὰ μέτρα συνᾴδει· ὃν γὰρ λόγον ἔχει ἡ λίτρα τὸν σταθμὸν πρὸς τὴν μνᾶν, τὸν αὐτὸν ἡ μετρητὴ λίτρα πρὸς τὴν κοτύλην ἢ τὸ ἡμίξεστον. Ὁ Ἀττικὸς δὲ μέδιμνος Ἰταλικοὺς δύναται μοδίους ʹ, καλεῖται δὲ ὁ μόδιος «ἑκτεύς». Ὁ μόδιος ἔχει ἡμίεκτα δύο, τὸ ἡμίεκτον ἔχει χοίνικας δʹ, ἡ χοῖνιξ δὲ ἔχει δύο ξέστας, ὡς τὸν μόδιον εἶναι ξεστῶν ιʹ. Καὶ τὰ λοιπὰ δὲ μέτρα τῶν ξηρῶν ὁμοίως τοῖς προειρημένοις ὑγροῖς. Ὁ Πτολεμαϊκὸς δὲ μέδιμνος ἡμιόλιός ἐστιν τοῦ Ἀττικοῦ καὶ συνέστηκεν ἐξ ἀρταβῶν τὸ μὲν παλαιὸν δύο· ἦν γὰρ ἡ ἀρτάβη μοδίων Ἰταλικῶν δʹ #161· νῦν δὲ, διὰ τὴν Ῥωμαϊκὴν χρῆσιν, ἡ ἀρτάβη χρηματίζει μόδια γʹ. Ὁ κόρος ὁ Φοινίκιος σάτων ἐστὶν λʹ· τὸ σάτον ἐστὶν ἡμιόλιον τοῦ μοδίου· τῶν σάτων ὀλίγαι διαφοραί. ∆άκτυλοι τρεῖς ἁρπάζουσιν τῶν ξηρῶν μιγμάτων δραχμὰς βʹ. Ὁ χοῦς ἐστιν τὸ ἑξάξεστον μέτρον· ὁ μὲν τοῦ οἴνου σταθμὸς ἕλκει ˉλˉι ιʹ, ὁ δὲ τοῦ ἐλαίου λίτρας θʹ, ὁ δὲ τοῦ μέλιτος ἄγει ˉλˉι ιεʹ· εἰσὶν δὲ πάσης ὕλης μετρητῆς κατὰ τὸν σταθμὸν πολλαὶ διαφοραί. Ἡ ὀγκία τοῦ πεπέρεως κόκκους ἔχει υʹ· ἡ λίτρα ἔχει κόκκους ε. Ἵνα δὲ μὴ ἐν ταῖς τῶν φαρμάκων εὑρέσεσιν συμβολικήν τινα σημείωσιν εὑρόντες εἰς τὸ πᾶν σφαλλώμεθα, τὰ δηλούμενα δι' ἑκάστου τῶν κατειλεγμένων ὑποτάξομεν. Τὸ μὲν τάλαντον σημειωτέον τῷ στοιχείῳ τῷ ξ διὰ μέσου γραμ μὴν ἔχοντι (#121), τὴν δὲ μνᾶν τῷ μ ἐπικείμενον ἔχοντι τὸ ν (μ6ν6) (τὸ νʹ μ6ν6 πεντήκοντα μνᾶς, ἐνίοτε δὲ ρ διὰ μέσου γραμμὴν ἔχον τὸ αὐτὸ σημαίνει #128), τὴν δὲ λίτραν τῷ λάμβδα ἐγκείμενον ἔχοντι ἢ παρακείμενον τὸ ἰῶτα (#117), τὴν ὀγκίαν δὲ τῷ γάμμα ἐπικείμενον ἢ ὑποκείμενον ἔχοντι τὸ ο (#106)· πλάγιον δὲ λάμβδα ἐπὶ τὰ δεξιὰ τὰς κεραίας ἔχον δραχμὴν ποιεῖ (#101), ἥμυσυ δὲ δραχμῆς καὶ παντὸς εἴδους τὸ αὐτὸ ἑπὶ τὰ εὐώνυμα ἐστραμμένον (#1337)· τὸ δὲ μ ἐπικείμενον ἔχον τὸ ε σημαίνει μέτρον (μ6ε6)· ὁ δὲ ὀβολὸς, τὸ ἕκτον τῆς δραχμῆς, οἷον σίγμα ἐπίμηκες (#1002) ἢ δὲ ἰῶτα πλάγιον (#1000), δύο δὲ ὀβολοὶ δύο τὰ αὐτὰ ἀντικείμενα (#1001)· τὸ δὲ τριώβολον ἄνω τὴν κεραίαν ἀνανεῦον τὸ Γ ἔχει (#1338); καλεῖταιδὲ ὑπ' ἐνίων «χηραμίς». Τοὺς δ' ἐπεὶ εὐχωλῇςι λιτῇσί τε, ἔθνεα νεκρῶν, ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα ἐς βόθρον· ῥέε δ' αἷμα κελαινεφές· αἱ δ' ἀγέροντο ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων νύμφαι τ' ἠίθεοί τε πολύτλητοί τε γέροντες