γηγενῆ ἔθνη, καὶ πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς ἐν τῇ εἰς αὐτὸν πίστει, Χριστὸς ὁ Θεὸς, καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος· τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς, του τέστι τὴν γνῶσιν καὶ τὴν σοφίαν, καθὼς αὐτὸς ὁ Χριστός φησιν· Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· καὶ, Ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος. -Οὗτος κλέπτει γνῶσιν, οὐχ ὁ τοῦ προλαβόντος λαμβάνων, ἀλλ' ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώσεως. Καὶ γὰρ πάντες οἱ πεπιστευ κότες Χριστῷ, ἀπὸ τῶν ἁγίων προφητῶν καὶ ἀπο στόλων λαμβάνοντες θεωρήματα, οὐ λέγονται κλέ πται ἀλλοτρίων θεωρημάτων· κλέπτει γάρ τις ἀλλό τρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα· ἀλλὰ τοῦτο μὲν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἐγένετο· νυνὶ δὲ Παῦλός φησιν· Ὁ κλέπτων, μηκέτι κλεπτέτω, μᾶλλον δὲ ἐργαζέσθω δικαιοσύνην, ἵνα γνῶσιν κτησάμενος, μεταδῷ καὶ τῷ χρείαν ἔχοντι· τί γὰρ ὃ μή ἐστι καὶ ἔστιν ἡμέτερον, ἵνα κλέψωμεν οἱ πεπιστευ κότες Χριστῷ; πάντα γὰρ ἡμῶν ἐστιν· ἡμεῖς δὲ Χρι στοῦ, δι' οὗ τὰ πάντα ἐγένετο· Χριστὸς δὲ, Θεοῦ· -Φυ γόντα νοῦν τὴν κακίαν, μὴ πάλιν παραδῷς τῇ κακίᾳ· εἴπερ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· ἁμαρτία δὲ νῦν ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρτίαν διάβολος· -Ἔκγονον κακὸν, κ. τ. λ. Ἡ βλασφημία τὸν αὐτὴν ἐκφέροντα νοῦν καταρᾶται· τὴν δὲ τούτου μητέρα, ἤγουν τὴν ψυχὴν, οὐκ εὐλο γεῖ. -Ἡ κενοδοξία τὸν αὐτὴν ἔχοντα ὑποβάλλει καὶ χλευάζει, δίκαιον ἑαυτὸν λογίζεσθαι, μὴ ἐννοῶν τὰ κακά· ἀλλὰ πολλάκις μόνον καλὰ ποιεῖν. -Ἡ ὑπερ ηφανία τὸν κεκτημένον αὐτὴν ποιεῖ παρορᾷν φίλους πτωχοὺς, γονεῖς ὡσαύτως βρώματα οἰκτρὰ ἀποσεί εσθαι, τοὺς δικαίους καὶ εὐσεβεῖς βδελύττεσθαι, τοὺς ὑπὸ χεῖρα ὑποσκελίσαι, καὶ αὐτὸς ὑπεραναβῆναι. - Ὁ θυμὸς πάντα τὸν ἔχοντα αὐτὸν, οὐδὲν ἄλλο, ἢ ὅτι κακοποιεῖν καὶ ποιναλίζειν βιάζεται, καταλαλεῖν τε καὶ ὑβρίζειν, καὶ συκοφαντεῖν οὐ παύεται. Ὁ τὸν πράξει καὶ θεωρίᾳ κακῶς ἐννοοῦντα, καὶ τελεσιουργοῦντα νοῦν ἑαυτοῦ, ἢ ἄλλον τινὰ τῶν ἀν θρώπων ἐφορώμενος, ἐπικατάρατος ἔσται παρὰ τοῖς τῶν ἀγγέλων λαοῖς, καὶ παρὰ τοῖς τῶν ἐξ ἐθνῶν σε σωσμένοις μισητὸς, ὅταν πάντες μία ποίμνη γενή 17.232 σεται καὶ εἷς ποιμήν· οἱ δὲ ἐλέγχοντες καὶ φρα τριοῦντες δι' ἐξαγορεύσεως τὰς ἑαυτῶν πράξεις, καὶ τὰς τοῦ βελτίονος νοῦ ἐνθυμήσεις, φανοῦνται ὑψηλοὶ παρὰ Κυρίου, ἐπὶ πᾶσιν ἀνακηρυττόμενοι· ἐπ' αὐτοὺς δὲ ἥξει, ἐν μὲν τῷ νῦν αἰῶνι ἡ ἀγαθὴ εὐλογία τῶν πράξεων τῶν ἔργων, καὶ ἡ νοητὴ τῆς σοφίας θεωρία· ἐν δὲ τῷ μέλλοντι, ἡ παρὰ τοῦ Κυρίου διανομή. Ὁ πορευόμενος ὄπισθεν τῶν τοῦ Θεοῦ προσταγ μάτων, ἀνοικοδομεῖται εἰς δικαιοσύνην καὶ ἁγιασμόν· μετὰ γὰρ σοφίας οἰκοδομεῖται οἶκος, ὁ ἐν ψυχῇ καὶ σώματι εἰς κατοίκησιν Θεοῦ· εἰς δὲ κακότεχνον ψυ χὴν οὐκ εἰσελεύσεται σοφία. Εἴ τε γὰρ ἄκανθαι, εἴτε κτήνη, ἀπόλλυσιν αὐτὸ, ἐὰν μὴ εἴη ὁ περικαθαίρων καὶ φυλάττων· ὡσαύτως καὶ ἄφρων· ἡ κακία ἐστὶν ὁ νύσσων αὐτὸν εἰς τὰ τὴν βασιλείαν προξενοῦντα. Φραγμός ἐστιν ἀπάθεια ψυχῆς λογικῆς, ἐκ τῶν πρακτικῶν ἀρετῶν συνεστῶσα· κατασκάπτεται δὲ καὶ ἀφανίζεται τῇ τοῦ ἄφρονος προαιρέσει. Ἡ φθορὰ ταῦτα ἀγαπᾷ τὰ πράγματα, ᾅδην, ἔρωτα, καὶ γυναῖκα πορνικήν· οὐδὲ γὰρ ταῦτα πέρας οὐδὲ κόρον ἔχει· τρία δέ ἐστιν ἃ καὶ πλησθήσεται· καὶ ἡ τετάρτη, οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν· ᾅδης καὶ ἔρως γυναικὸς, καὶ γῆ οὐκ ἐμπιμπλαμένη ὕδατος· καὶ ὕδωρ, καὶ πῦρ, οὐκ εἶπον ἀρκεῖ· ἀεὶ τὰ σπέρματα δέχεται, οἷα ἐὰν καταβάλῃς, ἐφίεται· οὕτω καὶ ὁ θά νατος καὶ τὸ πῦρ, ἐφ' οἷσπερ ἐφίεται, διαφθείρει· τοιοῦτόν τι καὶ ἡ πενία· ἀναλωτικὰ ταῦτα τὰ πρά γματα· τοιοῦτόν τι καὶ ὁ ὄκνος καὶ ἡ ἀργία· ἐπειδὴ γὰρ θαυμάζει ἴσως τις, διὰ τί κόρον οὐκ ἔχει ὁ ᾅδης, καίτοι δαπανῶν τὸν ἄνθρωπον, διὰ τοῦτο, φησὶν, οὐδὲ ταῦτα κόρον ἔχει, οὐδὲ ἵστανταί που· ὅρα δὲ τίνα παρέβαλε τὴν πορνείαν τῷ ᾅδῃ. Οὗτοι οἱ κόρακες, τοὺς μὲν δικαίους τρέφουσι μυ στικῶς, τοὺς δὲ ἀδίκους κολάζουσι, τοὺς τῆς ἀδικίας ὀφθαλμοὺς ἐξορύττοντες· διότι τοῦ πάντων Πατρὸς καὶ Θεοῦ κατεγέλασαν, καὶ τὴν γεννῶσαν αὐτοὺς ἀρ χαίαν γνῶσιν ἠτίμασαν· ὀφθαλμὸς δὲ τοῦ Πατρός