̓Εκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ αλγημά μου ἀνεκαινίσθη. - ̓Εθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ· ἐλάλησα ἐν γλώσσῃ μου. ̓Εκ τῶν λόγων τοῦ συστάντος κατεναν τίον μου ἁμαρτωλοῦ, ἐθερμάνθη διαπυρω θεῖσα ἡ καρδία μου, καὶ ἡ τοιαύτη θέρμανσις ἐντός μου ἐφυλάχθη. - ̔Ο τέλειος, ὡς ηδη εὐεξίαν καὶ μακαριότητα ἀναλαβὼν, οὐ κι νεῖται παντελῶς ὑπὸ τῶν λοιδορούντων αὐ τόν· ὁ δὲ προκόπτων, ἀλγεῖ μὲν καὶ τὴν καρδίαν εχει θερμαινομένην ἐν ἑαυτῷ, βράσ σουσαν καὶ ταρασσομένην, ἀλλ' οὐ μέχρι τοῦ ἐλθεῖν ἀπὸ τῆς καρδίας λόγον ἐπὶ στόμα. - Καὶ μελετῶν, φησὶ, τὰ θεῖα λόγια, ἐκαιόμην· ὡς οἱ περὶ Κλεόπαν λέγοντες· Οὐχὶ ἡ καρ δία ἡμῶν καιομένη ην ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Τοιοῦτοι ησαν καὶ οἱ λόγοι ̔Ιερε μίου, διὸ γέγραπται εἰρηκέναι τὸν Θεὸν πρὸς αὐτόν· ̓Ιδοὺ, δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ. Τοιαῦται ησαν αἱ καθε ζόμεναι γλῶτται ἐπὶ τοὺς ἀποστόλους, τοὺς μέλλοντας τὸν λόγον τοῦ εὐαγγελίου κηρύσ σειν. Ωφθησαν γὰρ αὐτοῖς ὡς πῦρ, ιν' ὁ λό γος αὐτῶν ῃ καυστικὸς, καὶ ἀνάπτῃ τὰς ψυ χὰς τῶν ἀκροωμένων. 38.5,6 Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, καὶ τὸν αριθμον τῶν ἡμερῶν μου τίς ἐστιν, ινα γνῶ τί ὑστερῶ ἐγώ. ̓Ιδοὺ, πα λαιὰς εθου τὰς ἡμέρας μου, καὶ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμ παντα ματαιότης, πᾶς ανθρωπος ζῶν. Παλαισταὶ αἱ ἐν τῷ βίῳ ἡμέραι, ἀντὶ τοῦ βραχεῖαι καὶ ἐλάχισταί εἰσιν, οὐ πήχεσι με τρούμεναι. Καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου, ειτα ἑξῆς, ὡς αν διηγούμενος τὸ εἰρημένον, ἐπιλέγει· Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ανθρωπος ζῶν. Πάντα τὰ ἐν ἀνθρώποις μάταιά ἐστιν πρὸς τὸν μέλλοντα αἰῶνα, καὶ πρὸς τὰ ἡμῖν ὑποκείμενα, τοῖς ἀξίως βεβιωκόσι. 38.7 Μέντοι γε ἐν εἰκόνι διαπορεύεται ανθρωπος, πλὴν μάτην ταράσσονται. θησαυ ρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Πᾶς ανθρωπος ζῶν ἐν εἰκόνι διαπορεύε ται, ητοι τοῦ Θεοῦ τηρῶν τὸ κατ' εἰκόνα, καὶ τὸ προκόπτειν εἰς τελειότητα, σύμμορ φος γινόμενος τῆς εἰκόνος τοῦ Θεοῦ. Η αλ λως, τινὸς ζωοῦ, ιππος θηλομανὴς, η αλλο τι αλογος κατὰ τὸ ηθος γινόμενος. -Καὶ φαινόμενος κόσμος εἰκών ἐστι τοῦ νοητοῦ καὶ ἀοράτου· ἐν τῷ μέλλοντι γὰρ ἡ ἀλήθεια. Αὐτεξουσίως ουν διαπορεύεται ὁ ανθρωπος ἐν τούτῳ τῷ κόσμῳ, ος ἐστιν εἰκών. - ̓Επ άγει δὲ καὶ περὶ τῶν κατὰ μέρος ἀνθρώ πων, ὡς μάτην ταραττομένων· Θησαυρίζει κτλ. Τοῦτο λεκτέον πρὸς απαιδας πλουσίους πλεονεκτοῦντας, μηδένα τῶν πτωχῶν ἐλεοῦν τας. -Θησαυρίζων γάρ τις ἐπὶ τῆς γῆς, οὐκ οιδε τίς εξει τὸν ὑπὲρ ου τοσοῦτον ἐσ πούδασε πλοῦτον, τοῦ δὲ ἐν οὐρανοῖς θησαυ ρίζοντος, ἀναφαίρετον εξοντος τὸν ιδιον πλοῦ τον. 38.11,12 ̓Απόστησον ἀπ' ἐμοῦ τὰς μά στιγάς σου, ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. - ̓Εν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ανθρωπον, καὶ ἐξέτηξας ὡς ἀ ράχνην τὴν ψυχὴν αὐτοῦ· πλὴν μάτην τα ράσσεται πᾶς ανθρωπος. ∆ιάψαλμα. Εστι δὲ καὶ ετερον ειδος μαστίγων, περὶ ων φησι· Τίς δώσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας, καὶ ἐπὶ τῶν χειλέων μου σφρα γῖδας πανούργων, ινα ἐπὶ τοῖς ἀγνοήμασί μου μὴ φείσωνται, καὶ αἱ ἁμαρτίαι μου μὴ ἀπολέσωσί με; Ευχεται γὰρ ἐπὶ ταῖς ἁμαρ τίαις αὑτοῦ μαστιγωθῆναι τὴν καρδίαν. ̓Εάν ποτε ιδῃς μετὰ τὸ ἡμαρτηκέναι, σεαυτὸν κολαζόμενον ενδον ὑπὸ τῶν διαλογισμῶν σου, τῆς συνειδήσεώς σου καταγινωσκούσης σου καὶ κολαζούσης, μακάριζε σεαυτὸν συγκρί σει αλλων ἡμαρτηκότων, καὶ μὴ λυπουμέ νων ἐφ' οις ημαρτον. -Μακάριον γὰρ τὸ ἐφ' ἁμαρτίαις ὑπὸ συνειδήσεως νύττεσθαι. - ̓Αξιοῖ ουν ἀποστῆναι τὰς μάστιγας· ̓Απόσ-τησον ἀπ' ἐμοῦ, φησὶ, τὰς μάστιγάς σου, τάς τε εξωθεν ἐπικειμένας διὰ τῶν πειρασμῶν, καὶ τὰς εσωθεν. Μέτρον γὰρ ἐχέτωσαν καὶ αἱ μάστιγες τῆς διανοίας· ἐὰν γὰρ περισσότε ραι, ἀπολούμεθα. Τὸ γὰρ ὑπὲρ μέτρον λυ πεῖσθαι, διαφθορά. ∆ιόπερ ὁ ἀπόστολος εὐ λαβούμενος τὴν πολλὴν μάστιγα τῆς δια νοίας τοῦ ἁμαρτάνοντος, φησί· Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ