Καὶ στὰς κατὰ πέτρας ἐν τῷ ὄρει προσεύχεται καὶ λέγει οὕτως· "Σὺ βλέπεις, Ἰησοῦ Χριστέ, ὁ σταυρωθεὶς ἐπὶ Ποντίου Πιλάτου, ὅτι οὐ μὴ κατέλθω ἀπὸ τῆς πέτρας, οὐ φάγω οὐ πίω ἕως οὗ ἀποθάνω, ἐὰν μὴ ἐκβάλῃς τὸ πνεῦμα ἀπὸ τοῦ ἀνθρώπου καὶ ἐλευθερώσῃς τὸν ἄνθρωπον". 22.13 Πρὸ τοῦ δὲ τελεσθῆναι τοὺς λόγους τοῦ στόματος αὐτοῦ ἀνέ κραξεν ὁ δαίμων λέγων· "Ὦ βία, ἐλαύνομαι· ἡ ἁπλότης με τοῦ Παύλου ἐλαύνει, καὶ ποῦ ἀπέλθω;" Καὶ παρα χρῆμα ἐξῆλθε τὸ πνεῦμα καὶ εἰς δράκοντα μέγαν ἑβδομή κοντα πήχεων μετεβλήθη συρόμενος ἐπὶ τὴν θάλασσαν τὴν ἐρυθράν, ἵνα πληρωθῇ τὸ ῥηθέν· "Ἐπιδεικνυμένην πίστιν ἀπαγγελεῖ δίκαιος". Τοῦτό ἐστι τὸ θαῦμα Παύλου ὃς ἐπεκλήθη ἁπλοῦς παρὰ πάσης τῆς ἀδελφότητος. 23 .tΠερὶ Πάχωνοσ 23.1 Πάχων τις ὀνόματι ἀμφὶ τὸ ἑβδομηκοστὸν ἔτος ἐλάσας ἐκάθητο ἐν τῇ Σκήτει. Συνέβη δὲ ὀχληθέντα με ἐπιθυμίᾳ γυναικικῇ δυσφορεῖν καὶ πρὸς τοὺς λογισμοὺς καὶ πρὸς τὰς φαντασίας τὰς νυκτερινάς· καὶ ἐγγὺς γενόμενος τοῦ ἐξελθεῖν τῆς ἐρήμου, ἐλαύνοντός με τοῦ πάθους, τοῖς μὲν γείτοσι τοῖς ἐμοῖς οὐκ ἀνεθέμην τὸ πρᾶγμα, οὔτε τῷ διδασκάλῳ μου Εὐαγρίῳ· λεληθότως δὲ παραβαλὼν εἰς τὴν πανέρημον, συνετύγχανον ἐπὶ ἡμέρας δεκαπέντε τοῖς κατὰ τὴν Σκῆτιν γηράσασι πατράσιν ἐν τῇ ἐρήμῳ· 23.2 ἐν οἷς περιέτυχον καὶ τῷ Πάχωνι. Εὑρὼν οὖν αὐτὸν ἀκεραιότε ρον καὶ ἀσκητικώτερον, ἐθάρρησα ἀναθέσθαι μου αὐτῷ τὰ τῆς διανοίας. Καὶ λέγει μοι οὗτος· "Μὴ ξενίσῃ σε τὸ πρᾶγμα· οὐ γὰρ αὐτὸ πάσχεις ἀπὸ ῥᾳθυμίας· μαρτυρεῖ γάρ σοι καὶ ὁ τόπος καὶ διὰ τὴν σπάνιν τῶν χρειῶν καὶ διὰ τὸ μὴ εἶναι συντυχίας θηλειῶν· ἀλλὰ μᾶλλον ἀπὸ σπουδῆς. Τριπλοῦς γάρ ἐστιν ὁ πόλεμος ὁ πορνικός. Ποτὲ μὲν γὰρ ἡ σὰρξ ἡμῖν ἐπιτίθεται εὐρωστοῦσα· ποτὲ δὲ τὰ πάθη διὰ τῶν λογισμῶν· ποτὲ δὲ καὶ αὐτὸς ὁ δαίμων τῇ βασκανίᾳ. Ἐγὼ γὰρ πολλὰ παρατηρήσας εὕρηκα τοῦτο. 23.3 Ἰδοὺ ὡς ὁρᾷς με γέροντα ἄνθρωπον· τεσσαρακοστὸν ἔτος ἔχω ἐν ταύτῃ τῇ κέλλῃ φροντίζων τῆς ἐμαυτοῦ σωτηρίας· καὶ ταύτην ἄγων τὴν ἡλικίαν μέχρι τούτου πειράζομαι". Καὶ ὡς διώμνυτο ὅτι "Ἐπὶ δώδεκα ἔτη μετὰ τὸ πεντηκοστὸν ἔτος οὐ νύκτα μοι συνεχώρησεν, οὐχ ἡμέραν, ἐπιτιθέμενος. Ὑπονοήσας οὖν ὅτι ἀπέστη μου ὁ θεός, διὸ καὶ καταδυναστεύομαι, ᾑρε τισάμην ἀποθανεῖν ἀλόγως ἢ πάθει σώματος ἀσχημονῆσαι. Καὶ ἐξελθὼν καὶ περιελθὼν τὴν ἔρημον εὗρον σπήλαιον ὑαίνης· εἰς ὃ σπήλαιον ἔθηκα ἐμαυτὸν ἐν ἡμέρᾳ γυμνόν, ἵνα ἐξελθόντα φάγῃ με τὰ θηρία. 23.4 Ὡς οὖν ἐγένετο ἑσπέρα, κατὰ τὸ γεγραμμένον "Ἔθου σκότος καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ", ἐξελθόντες οἱ θῆρες, ὅ τε ἄρσην καὶ ἡ θήλεια, ὠσφράνθησάν μου ἀπὸ κεφαλῆς ἕως ποδῶν περιλείξαντες· καὶ ὡς προσε δόκων βρωθῆναι ἀνεχώρησαν ἀπ' ἐμοῦ. Πεσὼν οὖν διὰ πάσης νυκτὸς οὐκ ἐβρώθην· λογισάμενος δὲ ὅτι ἐφείσατό μου ὁ θεός, αὖθις ὑποστρέφω εἰς τὴν κέλλαν. Καρτερήσας οὖν ὁ δαίμων ἡμέρας ὀλίγας πάλιν ἐπέθετό μοι σφοδρότερον τοῦ πρώτου, ὡς παρὰ μικρόν με καὶ βλασφημῆσαι. 23.5 Με τασχηματισθεὶς οὖν εἰς αἰθιόπισσαν κόρην, ἣν ἑωράκειν ποτὲ ἐν νεότητί μου εἰς τὸ θέρος καλαμωμένην, ἐπικά θηταί μου τοῖς γόνασι, καὶ ἐπὶ τοσοῦτόν με κεκίνηκεν ὡς νομίσαι με συγγενέσθαι αὐτῇ. Ἀπομανεὶς οὖν ἔδωκα αὐτῇ κόσσον καὶ γέγονεν ἄφαντος. Ἐπὶ διετίαν οὖν τῆς δυσωδίας τῆς χειρός μου ἀνασχέσθαι οὐκ ἠδυνάμην. Μικροψυχήσας οὖν καὶ ἀπευδοκήσας ἐξῆλθον εἰς τὴν πανέρημον ἀλώμενος· καὶ εὑρὼν ἀσπίδα μικρὰν καὶ λαβὼν αὐτὴν προσφέρω τοῖς γεννητικοῖς μορίοις, ἵνα κἂν οὕτω δηχθεὶς ἀποθάνω. Καὶ προστρίψας τοῦ θηρίου τὴν κεφαλὴν τοῖς μορίοις, ὡς αἰτίοις μοι τοῦ πειρασμοῦ, οὐκ ἐδήχθην. 23.6 Ἤκουσα οὖν φωνῆς ἐλθούσης ἐν τῇ διανοίᾳ μου, ὅτι "Ἄπελθε, Πάχων, ἀγωνίζου· διὰ γὰρ τοῦτο ἀφῆκά σε καταδυναστευθῆναι, ἵνα μὴ μέγα φρονήσῃς ὡς δυνάμενος, ἀλλ' ἐπιγνούς σου τὴν ἀσθένειαν μὴ θαρρήσῃς τῇ σῇ πολιτείᾳ, ἀλλὰ προσδράμῃς τῇ τοῦ θεοῦ βοηθείᾳ". Οὕτω πληροφορηθεὶς ἀνέκαμψα, καὶ μετὰ θάρρους καθίσας καὶ μηκέτι φροντίσας τοῦ πολέμου εἰρή νευσα τὰς ἐπιλοίπους ἡμέρας. Ὁ δὲ γνούς μου τὴν κατα