δυσβάστακτα, ἀλλὰ τὰ τῇ αὐτῶν ἐκείνων τῶν ἱερέων κρίσει βαρέα φανέντα καὶ δυσβάστακτα· ἃ γὰρ αὐτοὶ οὐδὲ τῷ δακτύλῳ κινοῦσιν, τοῦτ' ἔστιν οὐδὲ ἀπάρχονται πράττειν, πῶς οὐχὶ βαρέα καὶ δυσβάστακτα νομίζεσθαι πεποιήκασιν; ἀλλ' οὗτοι βαρέα καὶ δυσβάστακτα δι' ὧν οὐ πράττουσιν ἐπιδείξαντες ὅμως ἐπιτιθέασιν αὐτὰ τοῖς ἄλλοις πράττειν ἀπαραιτήτως βιαζόμενοι. διὸ πράττειν μὲν ὁ δεσπότης τὰ παρ' αὐτῶν προσταττόμενα τοῖς ὄχλοις ἐπιτρέπει καὶ ταῦτα δὲ οὐχ ἁπλῶς, ἀλλ' ὅσα τῆς Μωσαϊκῆς καθέδρας ἄξια· διὰ τοῦτο γὰρ καὶ ταύτην προέταξεν εἰπών· ἐπὶ τῆς καθέδρας Μωυσέως καὶ ἑξῆς· οὐ γὰρ ὅσα αὐτοῖς ἐπινενόηται ταῦτα ποιεῖν κελεύει (ταῦτα γὰρ προδιήλεγξεν παραδόσεις ἀνθρώπων εἰπὼν ἐπὶ παραλύσει τῶν ἐντολῶν τοῦ θεοῦ) οὐδὲ τὰ μικροπρεπῆ ταῦτα καὶ παιδαγωγικὰ καὶ ἀνάξια πολιτείας τελείας καὶ ὑψηλῆς, οἷα τὰ περὶ βρωμάτων καὶ σαββάτων παρατηρήσεως καὶ τὰ ὅμοια· καὶ γὰρ καὶ ταῦτα προεξέβαλεν· τούτων γὰρ ἐργάται ἀκριβεῖς ὑπῆρχον οἱ ἱερεῖς. ποῖα οὖν προστασσόντων τῶν γραμματέων ὁ δεσπότης κελεύει τὸν ὄχλον ποιεῖν; ἐκείνα, ὡς ἔφαμεν, ὅσα τῆς Μωσαϊκῆς καθέδρας ἄξια, τοῦτ' ἔστιν ὅσα δύναται ψυχὴν σαλευομένην καὶ ὀκλάζουσαν ὑποστηρίζειν καὶ ἐνδυναμοῦν. ταῦτα δέ ἐστιν ἡ πρὸς θεὸν ἀγάπη εἰλικρινής, ἡ πρὸς τὸν πλησίον καὶ ἁπλῶς ὅσα συνᾴδει τῇ νομοθεσίᾳ τῆς χάριτος· ἅπερ οὐ μόνον οὐκ ἐξέβαλλεν ὁ δεσπότης, ἀλλὰ καὶ βεβαίως φυλάττεσθαι παρέδωκεν, ἅτινα οὐδὲ τῷ δακτύλῳ φησὶν θέλειν τοὺς ἱερέας κινεῖν, ἐξ ὧν αὐτὰ καὶ βαρέα καὶ δυσβάστακτα καὶ τοῖς ἄλλοις νομίζεσθαι πεποιήκασιν. ταῦτα πάντα, φησίν, ἂν λέγωσιν ὑμῖν οἱ ἱερεῖς ποιεῖν, ποιεῖτε μὴ ἔχοντες προφάσεως ἀναβολήν, ὅτι ἐκεῖνοι οὐ ποιοῦσιν· καὶ γὰρ οὐδὲ κατὰ τὰ ἔργα αὐτῶν καὶ ὑμᾶς ποιεῖν ἐπιτάσσω· τοὐναντίον δὲ καὶ ἀποτρέπω. κατὰ τὰ ἔργα αὐτῶν, φησίν, μὴ ποιεῖτε. πῶς οὖν ἃ λέγουσιν ποιεῖν κελεύεις; ἀκολούθως λίαν, ὅτι αὐτοὶ ἃ λέγουσιν οὐ ποιοῦσιν, ἐν τούτῳ μόνῳ δοκοῦντες εὐδοκιμεῖν, ἐν τῷ τὰς ἐντολὰς τοῦ θεοῦ ἄλλοις ἀναγγέλλειν. εἰ δὲ καὶ ἔπραττον, ἃ ἔλεγον, καὶ ἃ πράττουσιν προσέταττεν ἂν μιμεῖσθαι. διὰ τοῦτο δὲ ταλανίζει αὐτοὺς ὁ δεσπότης, ὅτι ᾔδεσαν αὐτοὶ τὰς ἐντολάς, ὅτι οὐκ ἔπραττον εἰδότες, ὅτι βαρὺ αὐτοῖς καὶ δυσβάστακτον, δι' ὧν οὐκ ἔπραττον, ἐποίουν φορτίον, ὅτι καὶ ἃ ἔπραττον εὐτέλειαν ἔχοντα καὶ ταπεινότητα ἰουδαϊκὴν καὶ αὐτὰ οὐχ ὡς ἐντολὴν ἐποίουν, ἀλλ' ὥστε τοῖς ὁρῶσιν ἀρέσαι. Οὐχ ἁπλῶς φησιν ὁ κύριος, βαρέα τυγχάνει καὶ δυσβάστα κτα, ἀλλὰ κατὰ τὴν τῶν ἱερέων κρίσιν βαρέα φανέντα καὶ δυσβάστακτα· ἃ γὰρ αὐτοὶ οὐδὲ τῷ δακτύλῳ κινοῦσιν, τοῦτ' ἔστιν οὐδὲ ἀπάρχονται πράττειν, ταῦτα τοῖς ἑτέροις ποιεῖν ἐπιτάττουσιν. 85 Mt 23, 8 10 85 Μὴ διδασκάλους ἑαυτοὺς καινῶν δογμάτων χειροτονήσητε· πάντων γὰρ τῶν καλῶν καὶ θείων μαθημάτων ἐγὼ ὑμῖν ὁ Χριστός εἰμι καθηγητὴς καὶ διδάσκαλος, ὑμεῖς δὲ ἀδελφοὶ καὶ τὰ αὐτὰ παρειλήφατε δόγματα καὶ ἀδελφοὶ διὰ τοῦτο χρηματίζετε πατέρα κοινὸν τὸν ἐν οὐρανοῖς πατέρα κτησάμενοι. ὥσπερ οὖν ὁ πατέρα ἄλλον παρὰ τὸν ἐν οὐρανοῖς ἐπιζητῶν καὶ καλῶν ἐκπίπτει τῆς θαυμασίας ἐκείνης συγγενείας τῶν ἀδελφῶν ἀφαιρούμενος δηλονότι καὶ τὴν τῶν δογμάτων ἀδελφότητα, οὕτως καὶ ὁ τὸν κοινὸν καθηγητὴν παρωσάμενος καὶ ἐκφύλων μαθημάτων καθηγητὴν ἑαυτὸν προστησάμενος ἐξοστρακίζει ἑαυτὸν τῆς τῶν δογμάτων ἀδελφότητος καὶ τῆς συγγενείας τῶν ἀδελφῶν, ὧν ὁ ἐν οὐρανοῖς πατὴρ κοινὸς ὑπάρχει πατήρ. δείκνυσιν δὲ διὰ τούτων, ὅτι, εἰ καὶ αὐτός ἐστιν ὁ διδάσκαλος, ἀλλ' οὖν τὰ διδάγματα αὐτοῦ εἰς υἱοθεσίαν ἄγει τοὺς ἀνθρώπους τοῦ θεοῦ καὶ πατρός. καὶ εἰ ἐκεῖνος υἱοποιεῖται τοὺς ἀνθρώπους, ἀλλ' οὖν οὐκ ἄνευ τῆς διδασκαλίας καὶ προσενέξεως τοῦ υἱοῦ, πανταχοῦ τὸ σύμφωνον καὶ ὁμόγνωμον καὶ ἰσότιμον αὐτοῦ τε καὶ τοῦ πατρὸς ἀναδεικνύς. 86 Mt 23, 11 12 Ἐπειδὴ τοὺς εἰς καινότητα δογμάτων ἐκφερομένους ἔστιν ὡς ἐπίπαν ἰδεῖν κενοδοξίας καὶ ἀλαζονείας ἔρωτι εἰς τοῦτον τὸν ὄλεθρον συμποδιζομένους, ἐκκόπτει λοιπὸν καὶ τὴν ἀρχὴν καὶ ῥίζαν τῆς κενοδοξίας ἀμφιστόμῳ καὶ ἠκονημένῃ μαχαίρᾳ· καὶ γὰρ εἰ δόξης καὶ πρωτείων ἐρᾷς, τὴν τῶν