De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
ὁλόχρυσα βʹ, ὀρθομίλια ὁλόχρυσα δύο. ἰστέον, ὅτι ταῦτα ἐν τῷ συνεστιᾶσθαι ἐθνικοὺς τῷ βασιλεῖ ὀφείλουσιν ἐνεργεῖν. διὰ τοῦτο γὰρ καὶ ἐν ταῖς φορτώσεσι τοῦ βασιλικοῦ βεστιαρίου τυγχάνουσιν, ὡς μὴ καθ' ἑκάστην ἐνεργοῦντα εἰς τὸ βασιλικὸν τραπέζιον. τὸ δὲ ἀσήμιν τῆς βασιλικῆς ὑπουργίας ὀφείλει βαστάζειν ἡ ὑπουργία εἰς τὴν φόρτωσιν τῶν πʹ σαγμαρίων τῆς βασιλικῆς ὑπουργίας· ἀφ' οὗ δὲ ἀποκινήσει ὁ βασιλεὺς εἰς τὰς ἐρήμους, δύο φῖναι ὀφείλουσι γίνεσθαι, καὶ καθ' ἑβδομάδα ὀφείλουσι λαμβάνειν μιλιαρήσια. ὁμοίως καὶ οἱ βασιλικοὶ ἄγουροι μαϊουμᾶν καὶ μιλιαρήσια. οἱ δὲ μάγιστροι καὶ οἱ πατρίκιοι καὶ οἱ ὀφφικιάλιοι συνεστιῶνται τῷ βασιλεῖ εἰς τοὺς ἀκλήτους σὺν τοῖς πραιποσίτοις. 473 ∆ιὰ τοῦ εἰδικοῦ σαγμάρια μϛʹ. Λαμβάνει ὁ εἰδικὸς ἀπὸ τοῦ κοιτῶνος σακκία χάραγμα κεντινάρια καὶ μιλιαρήσια σακκία λόγῳ τῆς βασιλικῆς ἑταιρείας καὶ τῶν βασιλικῶν ἀγούρων καὶ τῶν σχολαρίων καὶ τῶν παραμενόντων τῷ βασιλεῖ εἰς τὴν φῖναν· ἱμάτια ἐξ ἀγορᾶς ἀπὸ τοῦ φόρου δεκάλια, ἐννάλια, ὀκτάλια, ἑπτάλια, ἑξάλια, λωρωτὰ μεταξωτὰ αἰγύπτικα· ἀληθινὰ ἐνθάδια· ταῦτα πάντα διὰ τὸ ἀποστέλλεσθαι εἰς ἐθνικοὺς λόγῳ ξενίων. ἱμάτια ἐξ ἀγορᾶς ἀπὸ τοῦ φόρου, ἐῤῥαμμένα δίσχιστα μανιακάτα, δεκάλια, ἐννάλια, ὀκτάλια, ἑπτάλια καὶ ἑξάλια, λωρωτὰ μεταξωτὰ αἰγύπτικα, ἀληθινὰ ἐνθάδια, βαμβακερὰ ἀληθινὰ ἐνθάδια καὶ πράσινα· ζωστρία διαφόρων τιμῶν καὶ ποιοτήτων· σφιγκτούρια ἑκάστου ἱματίου πρὸς ἀναλογίαν· ὑποκαμισοβράκια διαφόρων τιμῶν καὶ ποιοτήτων· ἐπιῤῥιπτάρια διαφόρων τιμῶν καὶ ποιοτήτων· τουβία ἑκάστου ἱματίου πρὸς ἀναλογίαν· ὑποδήματα διαφόρων τιμῶν καὶ ποιοτήτων· σάβανα μετὰ τῶν ἀκολουθιῶν αὐτῶν πρῶτα, δεύτερα καὶ τρίτα. ἰστέον, ὅτι τὰ μὲν βλαττία τά τε ἀράφια καὶ τὰ ἐῤῥαμμένα ἐν σκευαρίοις ὀφείλουσι βαστάζεσθαι, τὰ δὲ λοιπὰ πάντα, οἷον λωρωτὰ ἀληθινὰ ἐνθάδια ἐῤῥαμμένα 474 τε καὶ ἀράφια ἐν βουλγιδίοις ἢ καὶ δισακκίοις· πυρέκβολα μετὰ ἵσκας, φανάρια χαλκᾶ κοσκινωτὰ βʹ, κανδῆλαι χαλκαῖ εἰς τὰ βασιλικὰ πεντζιμέντα δύο· πέταλα χαλκᾶ κοσκινωτὰ διὰ τὸ ἐπισκεπάζεσθαι τοὺς λάκκους, ἔνθα αἱ κανδῆλαι ἅπτουσιν. ὀφείλει δὲ γίγνεσθαι λάκκος ἔχων σπιθαμὰς δύο καὶ σκεπάζεσθαι μετὰ πετάλων χαλκῶν κοσκινωτῶν διὰ τὸν ἄνεμον καὶ τὸν καπνὸν, καὶ ἵνα συμπαράκεινται καὶ ταῖς κανδήλαις φατλία δύο καὶ κηρούλια δύο καὶ φανάριον χαλκοῦν διὰ τὰς ἀνακυπτούσας χρείας τῇ νυκτί. κηρούλια διόγκια τʹ, φατλία λίτραι τʹ, ἐπειδὴ ὁ δρουγγάριος καθ' ἑσπέραν εἰς τὸ κέρκετον λαμβάνει ἓν, καὶ ἀφ' οὗ ἑνωθῇ τοῖς θέμασι, καὶ δύο καὶ τρία, ἐὰν ᾖ βία τοῦ ἀνέμου· χαρτία τομάρια τʹ. ἰστέον, ὅτι, ὅτε κελεύει ὁ βασιλεὺς περάσαι εἰς Πύλας, ὁρίζει τὸν κόμητα τοῦ στάβλου, καὶ καταβιβάζει τὴν προμοσέλλαν εἰς Πύλας. ὁμοίως καὶ τὸν δομέστικον τῶν ὀπτιμάτων, ἵνα κἀκεῖνος εὑρεθῇ μετὰ πάντων τῶν ὀπτιμάτων εἰς Πύλας, καὶ παρέχει κατὰ σαγμάριον ὀπτιμάτον. καὶ ἵνα προαποστέλλῃ δύο βασιλικοὺς, τὸν μὲν ἕνα εἰς Πύλας τοῦ διαπεράσαι τὸν λαὸν, ὡσαύτως καὶ εἰς τὸν Λευκάτην τοῦ ἐξελαύνειν τὰ καράβια πρὸς τὸν Λευκάτην, τὸν δὲ ἕτερον εἰς Σάγγαρον καὶ εἰς τὸν ἅγιον Σαβῖνον. προαποστέλλει δὲ τοὺς βα 475 σιλικοὺς καὶ πάντας, ἵνα ὑπαντήσωσι τῇ βασιλείᾳ αὐτοῦ εἰς Πύλας, καὶ μαγίστρους καὶ πατρικίους καὶ ἄλλους, οὓς κελεύει, ἅμα καὶ τοῖς πραιποσίτοις ἀναλαμβάνεται μετ' αὐτοῦ εἰς τὰ δρομώνια, καὶ ἀπὸ ἱκανοῦ διαστήματος τοῦ βασιλείου ὅρμου γενόμενος, ὥστε αὐτὸν ἐπισκοπεῖν τὴν πόλιν, ἐγείρεται ἀπὸ τοῦ κραββάτου, καὶ ἵσταται κατ' ἀνατολὰς τὰς χεῖρας πρὸς τὸν οὐρανὸν αἴρων, καὶ τρίτον τῇ χειρὶ τὴν πόλιν κατασφραγίσας, εὔχεται τῷ Θεῷ λέγων οὕτως· "Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεός μου, εἰς χεῖράς σου παρατίθημι ταύτην τὴν πόλιν σου. φύλαξον αὐτὴν ἀπὸ πάντων τῶν ἐπερχομένων ἐν αὐτῇ ἐναντίων καὶ δυσχερῶν, ἐμφυλίου τε πολέμου καὶ ἐθνῶν ἐπιδρομῆς. ἀνάλωτον αὐτὴν τήρησον καὶ ἀπόρθητον, ὅτι ἐν σοὶ τὰς ἐλπίδας ἡμῶν ἀνεθέμεθα, καὶ σὺ εἶ κύριος τοῦ ἐλέους καὶ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, καὶ σόν ἐστι τὸ ἐλεεῖν καὶ σώζειν καὶ ῥύεσθαι ἐκ πειρασμῶν καὶ κινδύνων νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν." καὶ μετὰ τὸ διαπεράσαι τὸν βασιλέα θεωρεῖ τὴν προμοσέλλαν τά τε παρίππια καὶ τὰ μωλάρια, καὶ διατάσσεται τῷ τοῦ στάβλου κόμητι καὶ τῷ χαρτουλαρίῳ, ἵνα, καθὼς κατωτέρω ῥηθήσεται, κομπινεύσῃ τά τε σαγμάρια καὶ τὰ παρίππια. καὶ κατὰ σαγμάριον ὀφείλει παρέ 476 χειν ὁ τῶν ὀπτιμάτων δομέστικος ὀπτιμάτον, ἐν καταγραφῇ ποιούμενος τό τε ὄνομα καὶ τὸ χωρίον· καὶ εἰ μὲν ἀπόληται, ζημιοῦται αὐτὸ ὁ ὀπτιμάτος· εἰ δὲ ἀποθάνῃ, ἀποκομίζει τὰς σφραγίδας εἴς τε τὸν