παρθενικαί τ' ἀταλαὶ νεοπενθέ' ἄωτον ἔχουσαι· πολλοὶ δ' οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν, ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχε' ἔχοντες οἳ πολλοὶ παρὰ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει. Αὐτὰρ ἐγὼ ξίφος ὀξὺ ἐρυσάμενος παρὰ μηροῦ ἥμην, οὐδ' εἴων νεκύων ἀμενηνὰ κάρηνα αἵματος ἆσσον ἴμεν καὶ ἀμειβόμενος ἔπος ηὔδων· (ἃ δεῖ ποιῆσαι εἴρηκεν) «ὦ ποταμοὶ καὶ γαῖα καὶ οἳ ὑπένερθε κάμοντας ἀνθρώπους τίνεσθον, ὅτις κ' ἐπίορκον ὀμόσσῃ, ὑμεῖς μάρτυροι ἔστε, τελείετε δ' ἄμμιν ἀοιδήν· ἦλθον χρησόμενος ὡς ἂν εἰς γαῖαν ἱκάνω Τηλεμάχου γε, ὃν ἔλειπον ἐπὶ κόλποισι τιθήνης, τέκνον ἐμόν»· τοίη γὰρ ἀρίστη ἦν ἐπαοιδή. (ἃ δεῖ ἐπᾷσαι λέγει) «κλῦθί μοι, εὐμειδὴς καὶ ἐπίσκοπος, εὔσπορ' Ἄνουβι † ...α̣υλλ̣ι̣παε παρευνεταωσι ο̣ει † ... ἔλθ' Ἑρμῆ, ἅρπαξ, δεῦρ' εὐπλόκαμε χθόνιε Ζεῦ, κῦρςαι δωσάμενοι κρηήνατε τήνδ' ἐπαοιδήν· δεῦρ' Ἅιδη καὶ Χθών, πῦρ ἄφθιτον, Ἥλιε Τιτάν, ἐλθὲ καὶ Ἰάα καὶ Φθᾶ καὶ Φρῆ νομοσώσων, καὶ Νεφθὼ πολύτιμε καὶ Ἀβλαναθὼ πολύολβε, πυρςοδρακοντόζων', ἐρυσίχθων, ἰβικαρείη, Ἀβραξᾶ, περίβωτε τὸ κοσμικὸν οὔνομα δαίμων, ἄξονα καὶ χορίον καὶ φῶτα νέμων παγέρ' Ἄρκτων, ἐλθὲ καὶ ἐνκρατείᾳ πάντων προφερέστερ' ἐμοί, Φρήν, † ...ωρ̣ιευ και φασιε και σισυων̣ † καὶ Γενεὰ καὶ Ἀπηβιοτὰ καὶ Πῦρ καλλιαιθές, ἔλθ' Ἶσις χθονία καὶ οὐρανία καὶ ὀνείρων ἣ μεδέεις καὶ Σείρι' ὃς ...» Καὶ τάδε μὲν παρὰ βόθρον ἐγὼν ἤϋσα παραστάς· εὖ γὰρ ἐμεμνήμην Κίρκης ὑποθημοσυνάων ἣ τόσα φάρμακα οἶδεν ὅςα τρέφει εὐρεῖα χθών· ἦλθεν δὲ μέγα κῦμα λεοντομάχου Ἀχέροντος Κωκυτὸς Λήθη τε Πολυφλεγέθων τε μέγιστος, καὶ νεκύων στόλος ἀμφιπαρίστατο καὶ παρὰ βόθρον· πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου. (τά θ' ἑξῆς) Εἴτ' οὖν οὕτως ἔχον αὐτὸς ὁ ποιητὴς τὸ περίεργον τῆς ἐπιρρήσεως τὰ ἄλλα διὰ τὸ τῆς ὑποθέσεως ἀξίωμα σεσιώπηκεν, εἴθ' οἱ Πεισιστρατίδαι τὰ ἄλλα συνράπτοντες ἔπη ταῦτα ἀπέσχισαν, ἀλλότρια τοῦ στοίχου τῆς ποιήσεως ἐκεῖ ἐπικρίναντες † ἐπὶ πολλοῖς ἔγνων †· ἅτε κύημα πολυτελέστερον ἐπικῆς αὐτὸς ἐνταυθοῖ κατέταξα· τήνδε τὴν σύμπασαν ὑπόθεσιν ἀνακειμένην εὑρέσεις ἔν τε τοῖς ἀρχείοις τῆς ἀρχαίας πατρίδος κολωνίας Αἰλίας Καπιτωλίνης τῆς Παλαιστίνης κἀν Νύσῃ τῆς Καρίας, μέχρι δὲ τοῦ τρισκαιδεκάτου ἐν Ῥώμῃ πρὸς ταῖς Ἀλεξάνδρου θερμαῖς ἐν τῇ ἐν Πανθείῳ βιβλιοθήκῃ τῇ καλῇ ἣν αὐτὸς ἠρχιτεκτόνησα τῷ Σεβαστῷ. Ἰουλίου Ἀφρικανοῦ Κεστὸς ιηʹ. Ἐκ τῶν Ἀφρικανοῦ Κεστῶν, ὅπερ ἐστὶ Κεστοῦ ιγʹ κεφάλαιον κβʹ· καθαρτικὰ ἁπλᾶ Κυκλαμίνου χυλὸς ὀμφαλῷ ἐπιχρισθεὶς καθαρτικὸν εὔτονον. Θερινὴ δὲ κάθαρσις ἥδε· κολοκύνθας ἐν ὅλμῳ πτισθείσας καὶ ὀθόνῃ τὸν χυλὸν ἠθήσας ἅμα ὀλίγῳ μέλιτι συμβληθέντι πιὼν κάθηραι. Ὃ καὶ χειμῶνι ἐπιεικέστερον· τεῦτλα τὰ λευκὰ καθεψήσας εἰς ἄλλο σκεῦος καινὸν <κατάθες> κἀξ αὐτοῦ τοῦ ὕδατος ἁλί τε ὀλίγῳ ποίησον ζωμὸν ἀναβράσας· καὶ τὰ μὲν προφαγεῖν ἄρτου δίχα τὰ τεῦτλα, τὸν δὲ ζωμὸν κεράσαντα πιεῖν. Ἔαρί τε παραπλησίως ἀλυποτάτη κένωσις, κνήκου τοῦ σπέρματος ὁ χυλὸς ὀρρῷ τῷ ἐκ τοῦ γάλακτος μιχθεὶς καὶ ποθείς. Ἐκ τῶν Ἀφρικανοῦ Κεστῶν· Περὶ τοῦ κινναμώμου Τὸ δὲ κιννάμωμον Ἡρόδοτος μὲν λέγει οὐδένα εἰδέναι ὅπως γίγνεται· ὄρνεις δὲ νεοττιὰς οἰκοδομεῖν ἐπ' ἄκραις ἀβάτων πέτρων ἐκ τοῦ κινναμώμου· τοὺς δὲ ἐγχωρίους οὐ δύνασθαι ἐπὶ τὰς ἄκρας ἀνελθεῖν· θύσαντας δὲ μεγάλα βοσκήματα καὶ διαμελίσαντας ἐὰν πιστεύωσι τούσδ' ὄρνιθας εἶναι γαμψωνύχους ἐκλιπεῖν εἰς ὄψιν τοὺς παρ' ἡμῖν· οὓς ἀναφέρειν τὰ κρέα ἐπὶ τὰς αὑτῶν καλιὰς καὶ πληροῦν ἔστ' ἂν ὑπὸ τοῦ βάρους κατενεχθῶσιν· τοὺς δὲ ἀναιρουμένους τὸ κιννάμωμον ἀπεμπολᾶν· εἰδέναι τοῦτο ψεῦδος Ἡρόδοτος ὑψοῦται· ἐγὼ δὲ πείρᾳ λέγω πόαν τὸ κιννάμωμον ὑπάρχειν θάμνῳ παραπλήσιον καὶ ...· καὶ τὸ δένδρον ἐοικέναι παρα... ἄγνῳ· ὕψος δὲ ὅσον εἰς τρί... μὲν ὅλον· διαιρεῖται δὲ εἰς ... πρῶτον αὐτοῦ τὸ ... αὐτοῦ τὸ ἄκρον· ... ἑξῆς τὰ λοιπά. Ἀφρικανοῦ βίβλου· πορφύρας ὀξείας ποίησισ Λαβὼν τὸ ἔριον ἐστυμμένον