24
Οἷον δέ τι λέγω· πᾶν πάθος κατὰ συμπλοκὴν πάντως αἰσθητοῦ τινος καὶ αἰσθήσεως καὶ φυσικῆς δυνάμεως, θυμοῦ λέγω τυχὸν ἢ ἐπιθυμίας ἢ λόγου παρατραπέντος τοῦ κατὰ φύσιν, συνίσταται. Ἐὰν οὖν τὸ πρὸς ἄλληλα κατὰ σύνθεσιν τέλος τοῦ τε αἰσθητοῦ καὶ τῆς αἰσθήσεως καὶ τῆς ἐπ᾽ αὐτῇ φυσικῆς δυνάμεως θεωρήσας ὁ νοῦς δυνηθῇ πρὸς τὸν οἰκεῖον φύσει λόγον τούτων ἕκαστον διακρίνας ἐπαναγαγεῖν καὶ θεωρῆσαι καθ᾽ ἑαυτὸν τὸ αἰσθητὸν ἄνευ τῆς πρὸς αὐτὸ τῆς αἰσθήσεως σχέσεως καὶ τὴν αἴσθησιν δίχα τῆς τοῦ αἰσθητοῦ πρὸς αὐτὴν οἰκειότητος καὶ τὴν ἐπιθυμίαν, φέρε εἰπεῖν, ἢ ἄλλην τινὰ τῶν κατὰ φύσιν δυνάμεων χωρὶς τῆς ἐμπαθοῦς ἐπ᾽ αἰσθήσει τε καὶ αἰσθητῷ διαθέσεως, ὡς ἡ τοῦ πάθους ποιὰ παρασκευάζει τὴν θεωρίαν γίνεσθαι κίνησις, ἐλέπτυνε λεάνας τοῦ μόσχου, τουτέστι τοῦ οἱουδήποτε συμβαίνοντος πάθους, τὴν σύστασιν καὶ ὑπὸ τὸ ὕδωρ τῆς γνώσεως ἔσπειρεν, ἀφανίσας παντελῶς καὶ αὐτὴν τῶν παθῶν τὴν ψιλὴν φαντασίαν διὰ τῆς πρὸς ἑαυτὰ τῶν ἀποτελούντων αὐτὸ κατὰ φύσιν πραγμάτων ἀποκαταστάσεως. Γένοιτο δὲ καὶ ἡμᾶς τὸν χωνευτὸν μόσχον λεπτύναντας τῆς ψυχῆς 14Β_108 ἀφανίσαι, μόνην ἐχούσης ἀκίβδηλον τὴν θείαν εἰκόνα, μηδενὶ καθάπαξ τῶν ἐκτὸς μολυνομένην.
Τὸ δὲ ἐπιφερόμενον καὶ ἐπότισεν αὐτὸ Μωυσῆς τοὺς υἱοὺς Ἰσραὴλ τὸν τρόπον σημαίνει τῆς τῶν παθῶν καθαιρετικῆς διδασκαλίας, τοῖς μανθάνουσι παρὰ τῶν διδασκόντων διδόμενον.
ΙΖ (17). ΠΕΡΙ ΤΟΥ ΑΓΓΕΛΟΥ ΤΟΥ ΑΠΕΙΛΗΣΑΝΤΟΣ ΤΩ ΜΩΥΣΗ ΘΑΝΑΤΟΝ ΕΝ
ΤΗ Ο∆Ω ΑΙΓΥΠΤΟΥ. 17. ΕΡΩΤΗΣΙΣ ΙΖ' Εἰ ὁ Θεὸς τὸν Μωυσῆν ἀπέστειλεν εἰς Αἴγυπτον, τίνι τῷ λόγῳ τὸν ὑπὸ τοῦ
Θεοῦ ἀπεσταλμένον ὁ τοῦ Θεοῦ ἄγγελος ἀποκτεῖναι ἐζήτει, καὶ ἂν ἀπέκτεινεν, εἰ μὴ σπεύσασα ἡ γυνὴ τὸ παιδίον περιέτεμεν καὶ δι᾽ ἑαυτῆς τὴν τοῦ ἀγγέλου ὁρμὴν ἔστησε; Καὶ εἰ ἀναγκαία ἦν ἡ περιτομὴ τοῦ παιδίου, διὰ τί πρὸ τοῦ αὐτόν τὸν Θεὸν ἀποστεῖλαι μετὰ ἡμερότητος οὐκ ἐνετείλατο αὐτῷ περιτεμεῖν τὸ παιδίον; ∆ιὰ τί δέ, καὶ ὅτε πταῖσμα ἦν, ὁ ἀγαθὸς ἄγγελος τὸν ὑπὸ τοῦ Θεοῦ εἰς τοιαύτην διακονίαν ἀποστελλόμενον ἡμέρως οὐκ ἐνουθέτησεν;
Ἀπόκρισις. Ὁ τῶν γραφικῶν αἰνιγμάτων φόβῳ Θεοῦ τὸν νοῦν διερευνώμενος καὶ μόνης
τῆς θείας ἕνεκεν δόξης, οἷον ὡς προκάλυμμα περιαιρῶν τὸ γράμμα τοῦ πνεύματος, εὑρήσει πάντα, κατὰ τὸν τῆς σοφίας λόγον, ἐνώπια, μηδενὸς εὑρισκομένου κωλύματος πρὸς τὴν ἄμεμπτον ἐπὶ τὰ θεῖα τῆς διανοίας κίνησιν. Τὴν μὲν οὖν ἱστορίαν ἤδη πληρωθεῖσαν σωματικῶς ἐν τοῖς κατὰ Μωσέα καιροῖς παρήσομεν, τὴν δὲ τῆς ἱστορίας ἐν πνεύματι δύναμιν νοεροῖς κατανοήσωμεν ὄμμασιν, ἀεὶ γινομένην καὶ τῷ γίνεσθαι πλέον ἀκμάζουσαν.
Ἔρημος τοίνυν, ἀφ᾽ ἧς πέμπεται Μωυσῆς εἰς Αἴγυπτον ἐξαγάγαι τοὺς υἱοὺς Ἰσραήλ, ἔστιν ἢ ἡ ἀνθρωπεία φύσις ἢ ὁ κόσμος 14Β_110 οὗτος ἢ ἡ παθῶν ἐστερημένη ἕξις· καθ᾽ ἣν καὶ ἐν ᾧ τὴν διὰ τῆς θεωρίας τῶν ὄντων παιδευθεὶς γνῶσιν ὁ νοῦς ἐπιτροπὴν δέχεται παρὰ Θεοῦ κρυφίαν τε καὶ μυστικὴν κατὰ τὸ ἀφανὲς τῆς καρδίας ἐξαγαγεῖν τῆς Αἰγύπτου, λέγω δὲ τῆς σαρκὸς καὶ τῆς αἰσθήσεως, καθάπερ Ἰσραηλίτας, τὰ θεῖα τῶν ὄντων νοήματα, περὶ τὸν πηλόν, τὰ πάθη λέγω τῆς σαρκός, ἀνονήτως πονούμενα. Ταύτην δὲ τὴν θείαν ὁ νοῦς πιστευόμενος διακονίαν, μετὰ τῆς συνημμένης αὐτῷ συμβίου δίκην κατὰ τὴν γνῶσιν σοφίας καὶ τοῦ ἐξ αὐτῆς γεννηθέντος εὐγενοῦς τρόπου τε καὶ λογισμοῦ, τῆς κατὰ τὸν βίον σεμνῆς πολιτείας τὴν ὁδὸν πάντως ὁδεύει τῶν ἀρετῶν, τὴν μηδαμῶς ἐπιδεχομένην τῶν ἐν αὐτῇ