24
παρ' ἐλπίδας ἐπισχοῦσα τὸ ῥεῖθρον καὶ τὴν αὐγὴν ἀποκρύψασα, πῶς δ' ἄρα σου καὶ ὁ θάνατος ἐπεκράτησεν; εἰ δὲ τοῦτο τῆς φύσεως, πῶς οὐχὶ «τοῖς ἀπάγουσιν ἀγγέλοις» βραχύν τινα χρόνον ἀνασχέσθαι ἐπέσκηψας, μέχρις ἂν τὸν υἱὸν ἴδοις καὶ τὰς τελευταίας ἀφήσεις φωνάς; ἀλλ' οὕτως, ἀθρόον, μέμυκέ σοι τὰ ὄμματα, τὰ τῆς αἰδοῦς γέμοντα, κέκλεισται δέ σου τὸ «θεηγόρον στόμα» καὶ σεσίγηκέ σοι ἡ θεοφόρητος γλῶσσα. ἀλλὰ ποῖόν σου πρῶτον τῶν μελῶν κατασπάσομαι; ἐγὼ δὲ οὐδὲ οἶδα εἰ καὶ τοῦτό σοι θελητόν, ἀλλ' ὁ πόθος καὶ τῶν ἀψαύστων κατατολμᾷ· καταφιλήσω σοι τὴν καρδίαν, τὴν «ζωήρρυτον πηγὴν» τῶν «λογίων τοῦ πνεύματος», περιπτύξομαί σου τὸ στῆθος, τὸ δεκτικὸν ὁμοῦ καὶ χωρητικὸν τῆς ἄνωθεν καταπεμπομένης ἐλλάμψεως, κατασπάσομαί σου τὴν κεφαλήν, τὸ ἱερὸν τέμενος τοῦ Θεοῦ; «προσαρμόσω τὰ χείλη» τῷ στόματι, εἴ που ἐκεῖθεν «θείου» σπάσομαι «νάματος»; παντός σοι μέλους ἐμφορηθήσομαι, εἴ πως οὕτως τὸν «πόθον ἀφοσιώσομαι»; ἀλλὰ ποῦ ποτέ μοι ἐκεῖνο τὸ νοοῦν, τὸ λαλοῦν; ποῦ ὁ ἱερὸς νοῦς καὶ ἡ διαυγεστάτη ψυχή; πότερον ἀγγέλων σε τάξις ἔχει ἢ ὁ ἀρχαγγελικὸς διάκοσμος εἴληφε; καὶ πότερον αἰθέριον εἴληχας λῆξιν, ἢ ὑψηλοτέραν τε καὶ οὐράνιον; ἢ πᾶν σῶμα ὑπερπεπήδηκας καὶ πόρρω χορεύεις τῆς μεγάλης περιοχῆς τοῦ παντός, ἔνθα ἡ ἀκήρατος λαμπηδὼν καὶ «αἱ μακάριαι θέαι» καὶ πᾶν τὸ ἀναφὲς καὶ ἀόρατον; ἆρα δὲ κἀκεῖ συνοῦσα τῷ Κρείττονι ἀνθέξῃ καὶ πάλιν ἡμῶν; ἤ σου τὸν πόθον πόθος ὑφείλετο, ὁ περὶ Θεὸν τὸν ἡμέτερον; ὁ μὲν οὖν πατὴρ ἀποπτὰς περὶ ἡμῶν εὐθὺς τὸ Θεῖον ἠρώτηκε καὶ τετύχηκεν ἀποκρίσεως· μὴ σύ γε χεῖρον ἐκείνου διατεθῇς, ἀλλὰ τὰς αὐτὰς ἐρωτήσεις προσένεγκαι, ἐξευμένισον δέ μοι καὶ τὸν Θεὸν καὶ νῦν μᾶλλον ἢ πρότερον τοῦ υἱέος ἐπιμελήθητι. ὑφῄρηκάς μοι τοὺς σοὺς λόγους ἀπαίρουσα καὶ τοὺς ἐξοδίους οὐκ ἀποδέδωκας· ἀντανίσωσον ἐκεῖσε τὴν ἔλλειψιν, δίδου μοι δὲ καὶ τὴν σὴν ὄψιν ἐν τοῖς ὀνείρασι μετὰ τῶν συμβόλων τῆς σχέσεως. ἀλλ' ὦ καὶ πάλιν γλυκεῖά μοι μῆτερ καὶ τοῦτο πολλάκις καὶ ἐσαεί», καὶ τὴν φωνὴν ἐπικέκομμαι. καὶ ταῦτα καὶ πλείω τούτων ἐπιθρηνήσας καὶ κατόπιν μὲν τῶν προπεμπτηρίων ἐληλυθώς, ἀποστολιμαίους δὲ τοὺς λόγους πεποιηκώς, καιροῦ ἤδη καλοῦντος, αὐτὸς τὸ θεῖον ἐκεῖνο σῶμα καὶ ἱερὸν ἀνελόμενος καὶ ταῖς ἐμαῖς κουφίσας χερσὶν ἐπὶ τοῦ νεὼ κατεθέμην. Εἶτα, τί γίνεται; καὶ τὸ γεγονὸς θαυμάσιον. οἷον; τῆς γὰρ περὶ αὐτὴν φήμης ῥυείσης ἐκ παντός, ὡς εἰπεῖν, μέρους τῆς πόλεως, ἐξ ἑκατέρων μερῶν «ἄλλος ἐπ' ἄλλῳ» συνῄεσαν ἐπ' αὐτὴν καὶ συνέθεον· προκατειλημμένοι γὰρ τὴν ἀκοὴν περὶ τῆς ἱερᾶς ἐκείνης ἐτύγχανον. οὐκ ἦν οὖν τὸ πλῆθος ἀπώσασθαι, ἀλλὰ συνεκδραμόντες ἄνδρες ὁμοῦ καὶ γυναῖκες, πρεσβύται καὶ νέοι, γένος καὶ ἡλικία διάφορος, σὺν προθυμίᾳ μιᾷ παντὸς αὐτῆς μέρους καθήπτοντο. οἱ μὲν «τὰς χεῖρας ἐτίθουν», οἱ δὲ τὸ πρόσωπον, οἱ δ' ἄλλο τι μέρος τοῦ σώματος· τελευτῶν δέ, καὶ τὸ ῥάκος αὐτὸ περιέσπασαν, ᾧ ἐκείνην κεκαλυμμένην ᾔδεισαν, ἐπιμεριζόμενοι ἑαυτοῖς οὐκ ἐξ ἰσονομίας, ἀλλ' ἕκαστος ἐτυράννει περὶ τοῦ πλείονος· καὶ εἶχεν ἐνταῦθα φιλοτιμίαν ἡ τυραννίς. Ἐπὶ τούτοις ἦκε καὶ ὁ μέγας ἐκείνης πατὴρ καὶ τὸ εἰκὸς ἀποδούς, εἶτα δὴ καὶ περιβλεψάμενος πάντας, τοὺς μὲν ἄλλους ἀφῆκε, τὴν δὲ μητέρα τῆς κειμένης ἰδὼν αὐτοῦ που παρὰ τὴν κλίνην ἑστῶσαν-ἔτι γὰρ περιῆν-, ἐπαρρησιάσατο τὴν φωνὴν «εἰς ἐπήκοον» εἰρηκώς· «ἀλλὰ σύ, γύναι, ἴσθι ὅτι μάρτυρος ἅμα καὶ ὁσίας μήτηρ καθέστηκας. ἐγὼ δὲ ἄμφω καὶ σύνοιδα καὶ τῇ σῇ προσμαρτυρῶ θυγατρί». ὁ μὲν οὖν ταῦτα εἰρήκει, ἐκίνησε δὲ ὁ λόγος τὸν σύλλογον καὶ εἰ μή τινες ἀντερείδοντες τοῖς εἰσιοῦσι κατέθεντο τῇ γῇ τὸν νεκρόν, οὐδὲ εἰς τρίτην ἂν ἡμέραν ἡ συρρεύσασα διεσκεδάσθη πληθύς. 25. Οὕτω καὶ ζῶσα ἀσύγκριτος «τὴν θείαν ζωὴν» καὶ τελευτήσασα τὴν ἱερὰν ἐκφορὰν ἐγεγόνει καὶ τὰ ἀνόμοια παραπλήσια ταύτῃ κατέστη καὶ ἡ ἐναντίωσις τῇδε