δόξαν πατρικήν. 1.35.259 Οὗτος ὁ ἀρχιερεὺς κατά τινα ἑτέραν παρὰ τὰ εἰρημένα ἐπίνοιαν «Ἰούδας» ὀνομάζεται, ἵνα οἱ ἐν κρυπτῷ Ἰουδαῖοι μὴ ἀπὸ τοῦ υἱοῦ Ἰακὼβ Ἰούδα Ἰουδαῖοι χρηματίζωσιν,ἀλλὰ ἀπὸ τούτου, ὄντες αὐτοῦ ἀδελφοὶ καὶ αἰνοῦντες αὐτόν, ἀντιλαμβανόμενοι τῆς ἐλευθερίας, ἣν ἠλευθέρωνται ὑπ' αὐτοῦ ῥυσθέντες ἀπὸ τῶν ἐχθρῶν, αὐτοῦ τὰς χεῖρας αὐτοῦ τῷ νώτῳ αὐτῶν ἐπιθέντος καὶ ὑποτάξαντος αὐτούς. 1.35.260 Ἀλλὰ καὶ πτερνίσας τὴν ἀντικειμένην ἐνέργειαν μόνος τε ὁρῶν τὸν πατέρα καί, ὅτε ἄνθρωπος γεγένηται, Ἰακώβ ἐστι καὶ Ἰσραήλ· ἀφ' οὗ, ὥσπερ γινόμεθα φῶς, φωτὸς ὄντος τοῦ κόσμου, οὕτως Ἰακὼβ καλουμένου Ἰακὼβ καὶ Ἰσραὴλ ὀνομαζομένου Ἰσραήλ. 1.36.261 Ἔτι δὲ παραλαμβάνει τὴν βασιλείαν ἀπὸ βασιλέως, ὃν ἑαυτοῖς ἐβασίλευσαν οἱ υἱοὶ Ἰσραὴλ καὶ † οὐ διὰ τοῦ θεοῦ ἄρξαντες αὐτὸν καὶ μὴ γνωρίσαντες τῷ θεῷ, πολέμους τε τοῦ κυρίου πολεμῶν ἑτοιμάζει εἰρήνην τῷ υἱῷ αὐτοῦ, λαῷ· τάχα δὲ διὰ τοῦτο «∆αβὶδ» προσαγορεύεται καὶ μετὰ ταῦτα «ῥάβδος» τοῖς δεομένοις ἐπιπόνου καὶ σκληροτέρας ἀγωγῆς καὶ μὴ ἐμπαρεσχηκόσιν ἑαυτοὺς τῇ ἀγάπῃ καὶ τῇ πραότητι τοῦ πατρός. 1.36.262 ∆ιὰ τοῦτο ἐὰν «ῥάβδος» καλῆται, ἐξελεύσεται· οὐ γὰρ μένει ἐν αὑτῷ, ἀλλ' ἔξω τῆς προηγουμένης καταστάσεως εἶναι δοκεῖ. 1.36.263 Ἐξελ θὼν δὲ καὶ γενόμενος «ῥάβδος» οὐ μένει «ῥάβδος», ἀλλὰ μετὰ τὴν «ῥάβδον» «ἄνθος» γίνεται ἀναβαῖνον, καὶ πέρας τοῦ εἶναι «ῥάβδος» τὸ «ἄνθος» ἀποδείκνυται τοῖς διὰ τοῦ αὐτὸν γεγονέναι «ῥάβδον» ἐπισκοπῆς τετευχόσιν· ἐπισκέ ψεται γὰρ ὁ θεὸς «ἐν ῥάβδῳ», τῷ Χριστῷ, «τὰς ἀνομίας αὐτῶν», ὧν ἐπισκέψεται. Τὸ δὲ ἔλεος οὐ διασκεδάσει ἀπ' αὐτοῦ· αὐτὸν γὰρ ἐλεεῖ, ὅτε οὓς βούλεται ὁ υἱὸς ἐλεεῖσθαι ὁ πατὴρ ἐλεεῖ. Ἔστι δὲ καὶ μὴ ἐπὶ τῶν αὐτῶν λαμβάνειν «ῥάβδον» αὐτὸν γίνεσθαι καὶ «ἄνθος», ἀλλὰ «ῥάβδον» μὲν τοῖς δεομένοις κολάσεως, «ἄνθος» δὲ τοῖς σῳζο μένοις· βέλτιον δ' οἶμαι τὸ πρότερον. 1.36.264 Πλὴν τοῦτο προσθετέον κατὰ τὸν τόπον, ὅτι τάχα διὰ τὸ τέλος, εἴ τινι μὲν γίνεται «ῥάβδος», ἔσται πάντως «ἄνθος», οὐ μὴν εἴ τινι «ἄνθος», ἐκείνῳ πάντως καὶ «ῥάβδος»· εἰ μὴ ἄρα, ἐπεί ἐστιν ἄνθος τελειότερον τοῦ ἄνθους, καὶ τοῦ ἀνθεῖν ἐπὶ τῶν μηδέπω τελείως καρποφορούντων ὀνομαζο μένου, οἱ τέλειοι τὸ ὑπὲρ τὸ ἄνθος χωροῦσι τοῦ Χριστοῦ, οἱ δὲ ῥάβδου αὐτοῦ πεπειραμένοι ἅμα τῇ ῥάβδῳ οὐ τῆς τελειότητος αὐτοῦ ἀλλὰ τοῦ ἄνθους τοῦ πρὸ τῶν καρπῶν αὐτοῦ μεταλήψονται. 1.36.265 Τελευταῖον πρὸ τοῦ «λόγου» ἦν «λίθος» ὁ Χριστός, ἀποδοκιμαζόμενος ὑπὸ τῶν οἰκοδόμων καὶ «εἰς κεφαλὴν γωνίας» κατατασσόμενος· ἐπεὶ γὰρ λίθοι ζῶντες οἰκοδο μοῦνται ἐπὶ θεμελίῳ ἑτέροις λίθοις «τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ» τοῦ κυρίου ἡμῶν, διὰ τὸ εἶναι αὐτὸν μέρος τῆς ἐκ «λίθων ζώντων» «ἐν χώρᾳ ζώντων» οἰκοδομῆς «λίθος» προ σαγορεύεται. 1.36.266 Ταῦτα δὲ ἡμῖν πάντα εἴρηται τὸ τῶν πολλῶν ἀποκλη ρωτικὸν καὶ ἀβασάνιστον ἐλέγξαι βουλομένοις, ὅτι τοσούτων ὀνομάτων εἰς αὐτὸν ἀναφερομένων ἵστανται ἐπὶ μόνης τῆς «λόγος» ὀνομασίας, οὐκ ἐξετάζοντες, τί δήποτε λόγος εἶναι θεὸς ἐν ἀρχῇ πρὸς τὸν πατέρα, δι' οὗ τὰ πάντα ἐγένετο, ἀναγέγραπται «<ὁ> υἱὸς τοῦ θεοῦ». 1.37.267 Ὥσπερ τοίνυν παρὰ τὴν ἐνέργειαν ἐκ τοῦ φωτίζειν τὸν κόσμον, οὗ φῶς ἐστι, «φῶς κόσμου» προσαγορεύεται, καὶ παρὰ τὸ ποιεῖν ἀποτίθεσθαι τὴν νεκρό τητα τοὺς γνησίως αὐτῷ προσιόντες καὶ ἀναλαμβάνειν καινότητα ζωῆς ἀνισταμένους «ἀνάστασις» καλεῖται, καὶ παρ' ἑτέραν πρᾶξιν ποιμὴν καὶ διδάσκαλος καὶ βασιλεύς, βέλος τε ἐκλεκτὸν καὶ δοῦλος, πρὸς τούτοις παράκλητος καὶ ἱλασμὸς καὶ ἱλαστήριον, οὕτως καὶ λόγος, καὶ πᾶν ἄλογον ἡμῶν περιαιρῶν καὶ κατὰ ἀλήθειαν λογικοὺς κατασκευάζων, πάντα εἰς δόξαν θεοῦ πράττοντας μέχρι τοῦ ἐσθίειν καὶ τοῦ πίνειν, εἰς δόξαν θεοῦ ἐπιτελοῦντας διὰ τὸν λόγον καὶ τὰ κοινότερα καὶ <τὰ> τελειότερα τοῦ βίου ἔργα. 1.37.268 Εἰ γὰρ μετέχοντες αὐτοῦ ἀνιστάμεθα καὶ φωτιζό μεθα, τάχα δὲ καὶ ποιμαινόμεθα ἢ βασιλευόμεθα, δῆλον ὅτι καὶ ἐνθέως λογικοὶ γινόμεθα, τὰ ἐν ἡμῖν ἄλογα καὶ τὴν