ἐστιν, ὁ ἐν δικαιοσύνῃ δεδομένος ἡμῖν παρ' αὐτοῦ νόμος· καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς, κόρακας εἶπεν· τοὺς δὲ ὅλον αὐτὸν κα τεσθίοντας, ὠνόμασεν ἀετοὺς, διὰ τὸ τοὺς μὲν τὴν μερικὴν, τοὺς δὲ τὴν καθόλου κάθαρσιν πεπιστεῦσθαι· θέλει γὰρ ὁ Θεὸς καὶ τοὺς ἀσεβεῖς σώζεσθαι. Ὁ ἀλέκτωρ τὸ ὄρνεον παρ' ἡμῖν ἄλεκτα λέγεται. Παρὰ δὲ ταῖς συνούσαις αὐτῷ θηλείαις γνωριστά· πα ρέπονται δὲ αὐτῷ αἱ τῶν ὀρνίθων ἀγέλαι, διὰ τὸ πά σας ἴσως περινοστεῖν τῇ περὶ αὐτὸν ἡδονῇ· εὔψυχος δέ ἐστι πάσαις αὐτὸς εἰς ἀγάπην· οὕτως τῷ πάντων Θεῷ αἱ τῶν ἀγγέλων τάξεις, οὐ μόνον φόβῳ, ἀλλὰ καὶ 17.233 ἀγάπῃ ὑπείκουσιν, ὅτε θέλει αὐτὸς νοεῖν αὐτὰς τὸ πρόσταγμα αὑτοῦ καὶ ποιεῖν· ὡσαύτως δὲ καὶ περὶ ταῖς τῶν δικαίων ψυχαῖς πέφυκεν· ὅσαι γὰρ ὑπό κεινται τῷ προστάγματι αὐτοῦ, οὐ μόνον τὰ ἐν ταῖς Γραφαῖς ἐναποκείμενα μυστήρια καὶ βάθη εὐδοκεῖ γινώσκειν, ἀλλὰ καὶ ὅσα ἐν τῷ βίῳ πέφυκε γίνεσθαι τοῖς ἀνθρώποις, παρὰ ἀνθρώπων τε καὶ δαιμόνων, ἢ δι' ὁράσεως νοὸς, χάριτι θείου Πνεύματος παρέχει πρόγνωσιν, ἢ δι' ἀγγέλου μύησιν, ἢ δι' ὁράματος ἀπο κάλυψιν. ∆υνάστας ἐνταῦθα τοὺς δικαίους φησὶν, οἵτινες κατὰ τῶν δαιμόνων καὶ τῶν παθῶν τὴν δύναμιν ἔχον τες, ἥντινα θυμὸν ἐκάλεσε· μὴ πινέτωσαν ἐκ τοῦ τὸν νοῦν μεθύσκοντος, καὶ τὰς φρένας θολοῦντος ὀξώδους οἴνου τῶν αἱρετικῶν, τοῦ κατὰ τῆς τοῦ Θεοῦ σοφίας γνώσεώς τι ἔχοντος· ἵνα μὴ πιόντες, ἐπιλά θωνται τῆς τοῦ Θεοῦ σοφίας, καὶ ὀρθὰ κρίνειν καὶ νοεῖν τὴν θεωρίαν τῆς γνώσεως, οὐκέτι οὐ μὴ δύναν ται ἑαυτούς τε καὶ τοὺς ἀσθενεστέρους ὠφελεῖν κατὰ ψυχήν. Τοῖς ἐν ἁμαρτίαις ὀδυνωμένοις καὶ ἀπογνώσει, δότε ἐκ τοῦ ἀμπελῶνος τοῦ Κυρίου πιεῖν εἰς μέθην, τουτέστι νηστείαν, προσευχὴν, ἐγκράτειαν, ἐξομο λόγησιν καὶ πάντα ὅσα εἰς εὐφροσύνην ψυχῆς· τοῖς δὲ ἐν ἀρχαῖς, ὀδύνας τῆς ἁμαρτίας πιεῖν εἰς κόρον, ἵνα πιόντες ἐπιλάθωνται τῆς δαιμονιώδους πενίας· ὁ γὰρ μεθυσθεὶς ἀπὸ τῆς γνώσεως τοῦ Κυρίου, ἐπιλαν θάνεται τὴν πρᾶξιν τῶν ὀδυνῶν. Πένητα λέγει τὸν ἐστερημένον τῆς γνώσεως, ἀσθε νῆ δὲ τὸν ἀκάθαρτον ταῖς ἁμαρτίαις. Ὁ λόγῳ πνευματικῷ τὸν παλαιὸν ἄνθρωπον ἀπο κτείνων, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, κατορθοῖ ἐν δικαιοσύνῃ τὸν αὐτοῦ νοῦν, ὃς λέγεται θρόνος εἶναι Θεοῦ· οὐδαμοῦ γὰρ πέφυκεν ἀλλαχοῦ καθέζεσθαι σοφία καὶ γνῶσις. καὶ δικαιο σύνη, εἰ μὴ ἐν φύσει λογικῇ· ταῦτα δὲ πάντα ἐστὶν ὁ Χριστός. Οἷος εἶ, τοιοῦτος φαίνου, καὶ μὴ ἀλαζονεύου, ἀλλ' ἐπὶ σοφῶν σίγα, καὶ ἐπὶ πρεσβυτέρων ἀκροαοῦ· μὴ εἴπῃς, Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· μὴ ἔρα τῶν πρωτείων τῆς προκαθεδρίας, ἀλλὰ τὸν ἔσχατον τόπον ἀπόβλεπε· κρεῖσσον γὰρ ῥηθῆναί σοι, Ἀνάβηθι πρός με, ἢ πρὸς τὸν ἔσχατον τόπον ἀποδοθῆναί σε μετ' αἰσχύνης ἐν προσώπῳ δυνάστου· μήτε γὰρ φρόνιμον ἑαυτὸν κή ρυττε, μήτε δίκαιον λογίζου· κρεῖσσον γὰρ ῥηθῆναι περὶ σοῦ· ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ὀπίσω λέγει τὰ προγεγονότα· φίλος δὲ ἡμῶν ἐστιν ὁ Θεὸς, ὃς διὰ τὴν πρὸς ἡμᾶς φιλίαν ἄνθρωπος γέγονεν· εἴρηκε γὰρ αὐτὸς πρὸς τοὺς μαθητάς· Οὐκέτι λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους. Ἡνίκα ἄν σε ὀνειδίζῃ ὁ φίλος, ὁ Χριστὸς λέγει, διὰ τὴν 17.236 ἁμαρτίαν, ταύτης ἀπέχεσθαι, μὴ καταφρόνει, ἀλλ' ἀναχώρει καὶ ὑπόστρεφε πρὸς τὴν πρώτην σωφροσύ νην, τουτέστι πρὸς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Χάριν, τὰς τοῦ Θεοῦ ἐντολάς φησι· φιλίαν δὲ, τὴν πρὸς τὸν Θεὸν καὶ πλησίον ἀγάπην. Ὁ δὲ ἀγαπῶν τὸν Θεὸν τηρησάτω αὐτὰς ἐν ἑαυτῷ, ἵνα μὴ ἐπονεί διστος γένηται παρ' αὐτῷ, ὅτε τὰ κατ' ἀξίαν ἑκάστῳ ἀπονέμῃ· καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις πρὸς τοὺς πε πιστευκότας αὐτῷ Ἰουδαίους φησίν· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ· καὶ ἡ ἀλήθεια ἠλευθέρωσεν ἐκ τῆς κατάρας τοῦ νόμου· εἰ οὖν ἡ φιλία ἐλευθεροῖ, καὶ ὁ Σωτὴρ ἐλευθεροῖ· Χριστὸς δέ ἐστιν ἡ ἀλήθεια καὶ ἡ φιλία, ὅθεν καὶ πάντες οἱ ἔχοντες γνῶσιν Χριστοῦ, φίλοι ἀλλήλων εἰσίν· οὕτω καὶ ἐπὶ ταύτης μόνον τῆς φι λίας οἱ τοῦ αὐτοῦ φίλοι, καὶ ἄλλων εἰσὶ φίλοι. Ὁ διδαχθεὶς περὶ τῶν ἀρετῶν, καὶ ταύτας ἐνερ