τοιοῦτος ὑπὸ τοῦ Σατανᾶ. Καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐ τοῦ. ̔Η ἁμαρτάνουσα δὲ ψυχὴ παχύνεται· τοι αύτη γὰρ ἡ φύσις τῆς ἁμαρτίας· διὸ γέγρα πται· ̓Επαχύνθη ἡ καρδία τοῦ λαοῦ τούτου. ̔Η ἀρετὴ δὲ λεπτύνει τὴν ψυχὴν, καὶ ἐκτήκει αὐτὴν, καὶ ινα βιασάμενος ὀνομάσω, πᾶν τὸ σωματικὸν αὐτῆς ἐξαφανίζει, καὶ καθαρῶς αὐτὴν παρίστησιν ἀσώματον. Οτι δὲ παχύ νεται καὶ σαρκοῦται ἡ ψυχὴ τοῦ ἁμαρτωλοῦ, δῆλον ἐκ τοῦ· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ ειναι αὐτοὺς σάρκας. Εργον ουν ἐστι τῷ Θεῷ ἐκτῆξαι ψυχὴν, καὶ τὸ παχὺ ἀπο βαλεῖν τὸ περιγινόμενον αὐτῇ. Τοιαῦτά τινα εὑρήσεις μυστικῶς εἰρημένα ἐν τῷ ̔Ιεζεχιὴλ, ἡνίκα εἰς τὸν λέβητα βάλλονται τὰ κρέα καὶ ἑψῶνται, καὶ λέγεται· ̓Εξεψήθη, ἐξετάκη τὰ κρέα, ἐξεψήθη ὁ ζωμός. Ταῦτα εἰς πα ράστασιν, οτι λέβητες ἡμᾶς διαδέξονται καιό μενοι, καὶ βαλλόμεθα ἡμεῖς οἱ σαρκώσαντες ἡμῶν τὰς ψυχὰς, ινα ἐκτακῶμεν. - Η, μήποτε λανθάνῃ με καὶ τὸ παράδειγμα ἐκ τῆς ἀράχνης ληφθὲν, ἐν τῷ ̔Ησαΐᾳ ειρηται, οτι ἱστὸν ἀράχνης ὑφαίνουσιν. Πόσα ευσχισ τά ἐστιν καὶ λεπτοϋφῆ, οσα υφαναν οἱ πρὸ ἡμῶν οἱ πλοῦτον συναγαγόντες, οἱ ἀξιώματα λαβόντες· ἀλλ' ἐξετάκησαν, ὡς ἀράχναι, αἱ ψυχαὶ αὐτῶν· πλὴν μάτην πᾶς ανθρωπος, ὡς προείρεται, ταράσσεται περὶ τούτου. - Μάστιγας τοὺς πειρασμοὺς λέγει· ἐλέγχων με, φησὶν, ἐπὶ τῇ ἁμαρτίᾳ ἐπαίδευσας. Παι δεύων ἡμᾶς ὁ Κύριος, ὑπὲρ τῶν ἀνομιῶν ἡμᾶς παιδεύει, ὡς καὶ τὸν ἐν εὐαγγελίῳ πα ραλυτικόν. 38.13 Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου, μὴ παρασιωπήσῃς. Προτρεπτικὸν εἰς τὸ μετὰ δακρύων προσ εύχεσθαι. 38.14 Ανες μοι, ινα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴ ὑπάρξω. Οὐχ ὑπάρξω τοιοῦτος οιος ην· γενοίμην, γενοίμην, ἐκ τῆς πρὸς σοῦ μοι γενομένης ἀνέσεως! Ανεσις δὲ Θεοῦ ἐστιν ἀπάθεια ψυχῆς, μετὰ γνώσεως τῶν οντων ἀληθῶς. - ̔Ως γὰρ οὐχ ὑπαρχόντων τῶν ἁμαρτω λῶν, λέγεται· Εσονται ὡς οὐκ οντες. Καὶ τὰ μὴ οντα ἐκάλεσεν ὁ Θεός. ∆ιὰ τοῦτο ὀπί σω τοῦ Κυρίου τοῦ Θεοῦ ἡμῶν πορευσώμεθα, καὶ αὐτῷ κολληθῶμεν, ινα γενώμεθα ὑπάρ χοντες ἐν αὐτῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 39.3 Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαι πωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ εστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου. Οἱ πέρα τῆς λέξεως μηδὲν δηλοῦσθαι ἐν τῇ γραφῇ νομίζοντες, λεγέτωσαν πηλίκου ἀγαθοῦ τυχὼν ὁ ἐπὶ τῆς αἰσθητῆς πέτρας τοὺς πόδας τοῦ σώματος στὰς, εὐχαριστεῖ τῷ τοῦτο δωρησαμένῳ. ̔Ημεῖς δέ φαμεν, οτι ὁ τοῦ προειρημένου λάκκου καὶ πηλοῦ ἀ παλλαγεὶς, ἐπὶ τὴν ἀῤῥαγῆ καὶ ἀκλόνητον κατ' ἀρετὴν τελειότητα ἱδρυνθεὶς, ἀπαγγέλ λει τὰ προκείμενα· τῷ γὰρ ουτω στάντι ἐπὶ πέτραν, ἀκολουθεῖ καὶ τὸ κατευθύνεσθαι τὰ διαβήματα αὐτοῦ, διαβαίνοντος ἀπὸ κακίας εἰς ἀρετήν. ̓Αλλὰ τίς ἡ πέτρα; παρὰ τοῦ Παύλου μάθωμεν, λέγοντος· ̔Η δὲ πέτρα ην ὁ Χριστὸς, τὸ πάντων ερεισμα, ὁ ἐκλεκ τὸς λίθος, ὁ εἰς τὰ θεμέλια Σιὼν τεθειμένος παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐφ' ῳ πάντες οἰκοδομούμεθα, οικος πνευματικὸς καὶ ναὸς αγιος εἰς κατοικητήριον Θεοῦ ἐν Πνεύματι. Οὐ μόνον ουν ἡδράσθημεν ἐν τῇ πέτρᾳ τῆς εἰς Χριστὸν πίστεως, ἀλλὰ καὶ ἐδιδάχθημεν ὀρθὰς ποιεῖσθαι τροχιὰς ἀντὶ τῶν πάλαι διεστραμμένων ὁδῶν. Πρότερον δὲ τοὺς πό δας ἡμῶν εστησεν ἐπὶ τῆς πέτρας, τουτέστι ἐπὶ τῆς πίστεως, ἀνασπάσας ἐκ τοῦ πηλοῦ, καὶ ἐπὶ καθαρωτάτην ψυχὴν βάσεις στηρίξας· καὶ τότε τὰ διαβήματα ἡμῶν, δηλαδὴ τῆς πράξεως, διὰ τῶν εὐαγγελικῶν παραγγελ μάτων κατηύθυνε, καὶ βαδίζειν εὐκόλως τῶν ἐντολῶν τὰς ὁδοὺς ἐποίησε, δείξας πῶς χρὴ τὴν ζωὴν ὁδεύειν, ωστε τὸ μὲν μὴ μοιχεύειν κατορθοῦν ἐν τῷ μηδ' ολως ἐπιθυμεῖν, τὸ δὲ μὴ φονεύειν ἐν τῷ μηδὲ τὴν ἀρχὴν ὀργίζεσ θαι, τὸ δὲ μὴ ἁμαρτάνειν εἰς ορκους ἐν τῷ μὴ ὀμνύειν μὴ μικρὸν η μέγαν ορκον. ̓Αντι διέσταλται δὲ ἡ πέτρα τῷ τῆς ἰλύος πηλῷ, τὸν εὐπαγῆ δηλοῦσα τοῦ στεῤῥοῦ λόγου θε μέλιον. 39.4 Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾳσμα καινὸν, υμνον τῷ Θεῷ ἡμῶν. Υμνος ἐστὶν εκπληξις μετὰ δοξολογίας ἐπὶ