φρόνησιν οὐκέτι μοι ἤγγισεν". 24 .tΠερὶ Στεφάνου τοῦ Λίβυοσ 24.1 Στέφανός τις Λίβυς τῷ γένει ἐκ πλαγίου τῆς Μαρμαρικῆς καὶ τοῦ Μαρεώτου ἐκαθέσθη ἐπὶ ἑξήκοντα ἔτη. Οὗτος εἰς ἄκρον γενόμενος ἀσκητὴς καὶ διακριτικὸς κατηξιώθη χαρίσματος ὥστε πάντα τὸν λυπούμενον οἱαν δήποτε λύπην συντυχόντα αὐτῷ ἄλυπον ἀναχωρεῖν. Γνώ ριμος δὲ ἦν καὶ τῷ μακαρίῳ Ἀντωνίῳ· ἔφθασε δὲ καὶ μέχρι τῶν ἡμετέρων ἡμερῶν. Ὧ ἐγὼ μὲν οὐ συνέτυχον διὰ τὸ μῆκος τοῦ τόπου· 24.2 οἱ δὲ περὶ τὸν ἅγιον Ἀμμώνιον καὶ Εὐάγριον συντυχόντες μοι διηγήσαντο ὅτι "Κατελά βομεν αὐτὸν ἀρρωστίᾳ τοιαύτῃ περιπεσόντα κατ' αὐτοὺς τοὺς τόπους τῶν διδύμων καὶ τῆς βαλάνου ἕλκος ποιήσαντα τὸ λεγόμενον φαγέδαιναν. Ὃν εὕρομεν τημελούμενον ὑπὸ ἰατροῦ τινός, καὶ ταῖς μὲν χερσὶν ἐργαζόμενον καὶ πλέ κοντα θαλλοὺς καὶ λαλοῦντα ἡμῖν, τὸ δὲ λοιπὸν σῶμα χειριζόμενον· ὃς οὕτως ἦν διακείμενος ὡς ἄλλου τεμνομένου. Ἀποκοπέντων οὖν τῶν μελῶν καθάπερ τριχῶν, ἀναίσθητος ἦν ὑπερβολῇ παρασκευῆς θεϊκῆς. 24.3 Ἡμῶν δὲ τοῦτο μὲν ὑπολυπουμένων, τοῦτο δὲ καὶ σιαινομένων ὅτι τοιοῦτος βίος τοιούτῳ περιπέπτωκε πάθει καὶ χειρουργίαις τοιαύταις, λέγει ἡμῖν· "Τεκνία, μηδὲν βλαβῆτε ἀπὸ τοῦ πράγματος· οὐδὲν γὰρ ὧν ποιεῖ ὁ θεὸς κακίᾳ ποιεῖ, ἀλλὰ τέλει χρηστῷ. Ἴσως γὰρ καὶ ὑπεύθυνα ἦσαν τὰ μέλη κολάσεως, καὶ συμφέρον ἐστὶν αὐτὰ ὧδε δοῦναι τὴν δίκην ἢ μετὰ τὴν ἔξοδον τοῦ σταδίου". Οὕτως οὖν ἡμᾶς παρακαλέσας καὶ ὑποστηρίξας ᾠκοδόμησε". Ταῦτα δὲ διηγησάμην ἵνα μὴ ξενιζώμεθα ὅταν ἁγίους τινὰς ἴδωμεν τοιούτοις περιπε σόντας πάθεσιν. 25 .tΠερὶ Οὐάλεντοσ 25.1 Οὐάλης τις γέγονε τῷ μὲν γένει Παλαιστῖνος, τῇ δὲ γνώμῃ Κορίνθιος· Κορινθίοις γὰρ προσῆψε τὸ πάθος τῆς φυσιώσεως ὁ ἅγιος Παῦλος. Οὗτος τὴν ἔρημον κατα λαβὼν ᾤκησε μεθ' ἡμῶν ἐπὶ πλείονα ἔτη· ὃς ἐπὶ τοσοῦτον ἤλασεν ὑπερηφανίας ὡς ὑπὸ δαιμόνων ἀπατηθῆναι. Ἐκ γὰρ τοῦ κατὰ μικρὸν ἀπατᾶσθαι αὐτὸν παρεσκεύασαν αὐτὸν μέγα φρονῆσαι, ὡς ἀγγέλων αὐτῷ συντυγχανόντων. 25.2 Μιᾶς γοῦν τῶν ἡμερῶν, ὡς διηγοῦντο, ὅτι ἐργαζόμενος ἐν τῇ σκοτίᾳ τὴν βελόνην ἀφῆκεν ἐν ᾗ κατέρραπτε τὴν σπυρίδα· καὶ μὴ εὑρόντος αὐτὴν αὐτοῦ, λαμπάδα ἐποίησεν ὁ δαίμων καὶ εὗρε τὴν βελόνην. Πάλιν φυσιωθεὶς ἐπὶ τούτῳ μέγα ἐφρόνει, καὶ ἐπὶ τοσοῦτον ἐφυσιώθη ὡς καὶ τῆς κοι νωνίας τῶν μυστηρίων αὐτὸν καταφρονῆσαι. Συνέβη δὲ ἐλθόν τας τινὰς ξένους τραγήματα ἐνεγκεῖν ἐν τῇ ἐκκλησίᾳ τῇ ἀδελφότητι. 25.3 Λαβὼν οὖν ὁ ἅγιος Μακάριος ὁ πρεσβύτερος ἡμῶν, ἀπέστειλεν ἡμῖν ἑκάστῳ εἰς τὴν κέλλαν πρὸς δράκα, ἐν οἷς καὶ τῷ Οὐάλεντι. Λαβὼν οὖν ὁ Οὐάλης τὸν ἀπενεγ κόντα καὶ ὕβρισε καὶ ἐτύπτησε, καὶ λέγει αὐτῷ· "Ἄπελθε καὶ εἰπὲ Μακαρίῳ· "Οὐκ εἰμί σου χείρων, ἵνα σὺ ἐμοὶ εὐλογίαν πέμψῃς"". Γνοὺς οὖν ὁ Μακάριος ὅτι ἐνεπαίχθη ἀπῆλθεν αὐτὸν παρακαλέσαι μετὰ μίαν ἡμέραν, καὶ λέγει αὐτῷ· "Οὐάλη, ἐνεπαίχθης· παῦσαι". Καὶ ὡς οὐκ ἤκουσεν αὐτοῦ τῶν παραινέσεων ἀνεχώρησε. 25.4 Πληροφορηθεὶς οὖν ὁ δαίμων ὅτι εἰς ἄκρον αὐτοῦ ἐπείσθη τῇ πλάνῃ, ἀπέρχεται καὶ σχηματίζει ἑαυτὸν εἰς τὸν σωτῆρα, καὶ παραγίνεται ἐν νυκτὶ ἐν φαντασίᾳ ἀγγέλων χιλίων λαμπάδας ἐχόντων καὶ τροχὸν πύρινον, ἐν ᾧ ἔδοξε τὸν σωτῆρα σχηματίζειν, καὶ ἕνα προλαμβάνοντα καὶ λέγοντα· "Ἠράσθη σου ὁ Χριστὸς τῇ πολιτείᾳ καὶ τῇ παρρησίᾳ τοῦ βίου, καὶ ἦλθεν ἰδεῖν σε. Ἔξελθε οὖν τῆς κέλλης, καὶ μηδὲν ἄλλο ποιήσῃς ἀλλ' ἢ πόρρωθεν αὐτὸν ἰδὼν κύψας προσκύνησον, καὶ εἴσελθέ σου εἰς τὴν κέλλαν". 25.5 Ἐξελθὼν οὖν καὶ θεασάμενος τὴν παράταξιν λαμπαδηφόρον, ὡς ἀπὸ σταδίου δὲ τὸν ἀντίχριστον, πεσὼν προσεκύνησεν. Ἐπὶ τοσοῦτον οὖν πάλιν τὴν ἄλλην ἡμέραν ἐφρενοβλάβησεν, ὡς εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν, καὶ συνηγμένης τῆς ἀδελφότητος εἰπεῖν· "Ἐγὼ κοινωνίας χρείαν οὐκ ἔχω· τὸν γὰρ Χριστὸν ἑώρακα σήμερον". Τότε δήσαντες αὐτὸν οἱ πατέρες καὶ σιδηρώσαντες ἐπὶ ἔτος ἓν ἀπεθερά πευσαν, εὐχαῖς καὶ ἀδιαφορίᾳ καὶ ἀπραγοτέρῳ βίῳ τὸ οἴημα αὐτοῦ καθελόντες, καὶ ὡς λέγεται· Τὰ ἐναντία τοῖς ἐναντίοις ἰάματα. 25.6 Ἀναγκαῖον δέ ἐστι καὶ τοὺς τῶν τοιούτων βίους