διακόνων καὶ ὑστέρων τάξιν ἐπιζήτει, τοῦτ' ἔστιν ταπεινοφροσύνην ἄσκει· διὰ ταύτης γάρ ἐστιν τυχεῖν τῶν ὡς ἀληθῶς πρωτείων καὶ τῆς ἀνεκφράστου δόξης. εἰ ἐρῶμεν δόξης τυχεῖν καὶ πρωτείων, μισήσωμεν δόξαν καὶ πρωτεῖα· εἰ δὲ οὐδὲ οὕτως πείθεσθε καταφρονεῖν δόξης καὶ πρωτείων, γινώσκετε ὅτι εἰς τοὐναντίον τὰ τῆς σπουδῆς ὑμῖν περιτραπήσεται· ταπεινωθήσεσθε γάρ· καὶ γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. οἱ δὲ τὰς ἐντολάς μου φυλάξαντες καὶ ταπεινωθέντες ὑψωθήσονται· πᾶς γὰρ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· ἡ γοῦν ταπεί νωσις σύμβολον τῆς τῶν δογμάτων φυλακῆς, ἡ φυλακὴ δὲ σύνδεσμος τῆς συγγενείας τῶν ἀδελφῶν, ἡ δὲ τὸν οὐράνιον πατέρα δείκνυσιν· ἀγαπήσωμεν ἐκ καρδίας τὴν ταπεινοφροσύνην. 87 Mt 23, 15 Τὸ υἱὸν γεέννης ἀντὶ τοῦ· οὕτως ἔχειν οἰκείως δι' ὧν ἁμαρτάνει πρὸς τὴν γέενναν παρασκευάζετε ὡς υἱὸς πρὸς τὴν τεκοῦσαν μητέρα. τὸ δὲ διπλότερον ὑμῶν τὴν ἄκραν αὐτῶν περὶ τοῦ προσηλύτου ῥᾳθυμίαν καὶ ἀμέλειαν δηλοῖ, ὅτι κἂν ἴδητε αὐτὸν διπλότερον ὑμῶν ἐξαμαρτάνοντα καὶ διὰ τοῦτο διπλότερον ὑμῶν υἱὸν γεέννης γινόμενον οὐκ ἐπιστρέφεσθε καὶ διορθοῦσθε, ἵνα διὰ τῆς ὑμῶν ἐπιστροφῆς καὶ διορθώσεως κἀκείνοις μικρᾶς τινος μεταβολῆς ἀφορμὴν καὶ ἐπιμελείας δωρήσησθε. καίτοι εἰ μή τι ἄλλο τὴν ὑμετέραν σπουδὴν καὶ τὸν ἀγῶνα, ἃ καταβάλλειν ὑμῖν ἔθος εἰς τὸ ποιῆσαι προσήλυτον, ἔδει αἰσχυνθῆναι καὶ δυσωπηθῆναι καὶ μὴ σπένδειν μὲν ὑπερβαλλόντως καὶ ἀγωνιᾶν καὶ πάντα πράττειν πρὸ τοῦ ποιῆσαι, ἀμελεῖν δὲ καὶ ὑπερορᾶν, ἀλλὰ καὶ εἰς κακίαν ἐπιτρίβειν μετὰ τὸ ποιῆσαι. Υἱὸν γεέννης γίνεσθαι τινά φησιν διὰ τὸ ἔχειν οἰκείως πρὸς τοὺς Φαρισαίους κακῶς διακειμένους· ὡς γὰρ ὁ υἱὸς πρὸς τὴν μητέρα ἔχει, οὕτως ὁ μανθάνων πρὸς τὸν διδάσκαλον. τὸ δὲ διπλότερον ὑμῶν τὴν ἄκραν αὐτῶν περὶ προσηλύτους ῥᾳθυμίαν καὶ ἀμέλειαν ἐνδείκνυται. 88 Mt 23, 29 32 Οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ ἑξῆς ἀντὶ τοῦ· πληθύνετε καὶ ἐποικοδομεῖτε δι' ὧν καὶ αὐτοὶ προφήτας καὶ δικαίους πρόθυμοί ἐστε ἀποκτενεῖν, καίτοι λέγοντες ὅτι εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν καὶ ἑξῆς. ὥστε μαρτυρεῖτε ἑαυτοῖς ἐξ ὧν τε πληθύνειν καὶ ἐποικοδομεῖν τάφους προφητῶν καὶ δικαίων ἐπιθυμεῖτε, ἐξ ὧν τε λέγετε, ὅτι εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων καὶ ἑξῆς. δι' ἀμφοῖν οὖν μαρτυρεῖτε, ὅτι υἱοὶ τῶν προφητοκτόνων ἐστέ. διὸ καὶ δικαίως αὐτοὺς ὁ δεσπότης ταλανίζει, ὅτι ἃ ἐκάκιζον πράττειν ἐπεθύμουν. διὸ καὶ ἐπάγει· καὶ ὑμεῖς πληρώσατε καὶ ἑξῆς ἀντὶ τοῦ· ὅπερ τῇ μελέτῃ καὶ τοῖς πονηροῖς λογισμοῖς καὶ τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ διεπράξατε, πληρώσατε κατὰ τὸ μέτρον τῶν πατέρων ὑμῶν, τοῦτ' ἔστιν εἰς ἔργον αὐτὸ καὶ πρᾶξιν ὁρωμένην ἐξάγοντες· καὶ γὰρ μέτρον ἦν τοῖς πατράσιν αὐτῶν τῆς κατὰ τῶν προφητῶν ἀγανακτήσεως καὶ ὕβρεως ὁ βίαιος καὶ δι' ἀτιμίας θάνατος, ὃν οὗτοι κατὰ τοῦ κοινοῦ τῶν ὅλων δεσπότου ἐκμανέντες ἐξεπλήρωσαν. τὸ δὲ καὶ ὑμεῖς πληρώσατε οὐκ ἐπιτάττοντός ἐστιν, ἀλλὰ ἀποτρέποντος μᾶλλον καὶ κωλύοντος· καὶ γὰρ οὐ μόνον ἐξ ἀποφάσεως πολλάκις κωλύειν εἰώθαμεν, οἷον μὴ ποιήσῃς τόδε, ἀλλ' ἐνίοτε καὶ ἐκ καταφάσεως καὶ τότε μάλιστα ἡνίκα ἐστὶν πρόδηλος ἡ ἀτοπία τῆς πράξεως· ἐπὶ γὰρ τῶν τοιούτων καὶ διὰ τῶν ἐναντίων τὴν ἀποτροπὴν ἐκτελεῖν εἰώθαμεν, οἷον ποίησον τόδε, ἄνελε σαυτόν, ἄνελε τὸν σαυτοῦ πατέρα, ἀπότρεχε εἰς τὸν τῆς θαλάσσης βυθόν· ταῦτα γάρ τισιν ἐπιτιμῶντες λέγομεν ἄντικρυς ἀποτρέποντες κατὰ τὴν πρόδηλον μέν, σιωπωμένην δὲ δι' αὐτὸ τοῦτο τὴν διάνοιαν, οἷον εἰ οὐκ αἰσχύνῃ, εἰ οὐ πέφρικας, ἄνελε τὸν πατέρα, εἰ μέμηνας, εἰ ἐξέστηκας, ἄνελε σαυτόν· ῥῖψον σεαυτὸν κατὰ κρημνοῦ, εἰ τολμᾷς. διὸ καὶ ὁ δεσπότης καὶ προεπιτιμήσας διὰ τὸ υἱοὺς αὐτοὺς τῶν προφητοκτόνων εἰπεῖν καὶ πικρότερον ἐπικαθαψάμενος μέσον τέθεικεν τὸ πληρώσατε· ὅπερ ἀποτρέποντος καὶ κωλύοντος ἦν οὐχ ὅτι αὐτὸς ἐδεδίει τὸν θάνατον, ἀλλ' ὅτι τῆς ἐκείνων ἐφρόντιζε σωτηρίας. Οἰκοδομεῖτε τοὺς τάφους, φησίν, πληθύνοντες ἅμα καὶ δει κνύντες τὴν τόλμαν τῶν προγόνων καὶ πρόθυμοι ὄντες παραπλησίως ἐκείνοις προφήτας τε καὶ