1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

24

πησάς τε καὶ ἀοιδίμους ἐποίησας, ὥστε τῇ ψάμμῳ μὲν κατὰ τὸν ἀριθμὸν παραβάλλεσθαι τὸ γένος, τοῖς δὲ ἀστράσι παραπλησίως εἶναι λαμπρόν τε καὶ ὑψηλὸν, καὶ περιφανές. Εἶτα ἐκ παραλλήλου ταῖς ἐπαγγελίαις τὰ πράγματα τίθησιν. λζʹ. "Ὅτι, ∆έσποτα, φησὶν ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον." Καὶ ἵνα μὴ ψευδῶς κατηγορήσῃ τῶν ὑποσχέσεων, εὐθὺς τὴν αἰτίαν ἐπήγαγε, λέγων· "∆ιὰ τὰς ἁμαρτίας ἡμῶν." Οὐ γὰρ σὺ, φησὶ, ∆έσποτα, τὰς ὑποσχέσεις ἐψεύσω, ἀλλ' ἡμεῖς τὰς συνθήκας παρέβημεν, καὶ πολλοὶ ὄντες κατὰ τὴν ὑπόσχεσιν, καὶ ἀριθμοῦ κρείττους, διὰ τὰς ἁμαρτίας ἡμῶν ὀλι γώθημεν. Τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς· "Ἐσμικρύν θημεν." Οὐ γὰρ εἶπε, Σμικροί ἐσμεν, καὶ ὀλίγοι παρὰ πάντα τὰ ἔθνη, ἀλλ', "Ἐσμικρύνθημεν," τουτ έστιν, Ἐγενόμεθα μὲν ἀριθμοῦ κρείττους κατὰ τὴν σὴν ὑπόσχεσιν, παραβάντες δέ σου τὰς ἐντολὰς ὀλίγοι ἀντὶ πολλῶν ἐγενόμεθα. Εἶτα ὑποδείκνυσι τῷ Θεῷ τὴν κατέχουσαν συμφορὰν, οὐχ ὡς ἀγνοοῦντα διδάσκων, ἀλλὰ τῇ διηγήσει τῶν λυπηρῶν εἰς φιλ ανθρωπίαν ἐκκαλούμενος. ληʹ. "Καὶ οὐκ ἔστι, φησὶν, ἐν τῷ καιρῷ τούτῳ ἄρχων, καὶ προφήτης, καὶ ἡγούμενος." Ἀπεστερή μεθα γὰρ, φησὶ, βασιλείας, προφητείας, ἱερωσύνης, τῶν θείων σου καὶ μεγάλων δωρεῶν, δι' ὧν κυβερ νώμενοι διετελοῦμεν. "Οὐδὲ ὁλοκαύτωσις, οὐδὲ θυ σία, οὐδὲ προσφορὰ, οὐδὲ θυμίαμα." Καὶ δεικνὺς τὴν αἰτίαν, δι' ἣν ἀδύνατον θῦσαι, ἀκολούθως ἐπήγα γεν· "Οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεον." Ὁ γὰρ σὸς νόμος τὴν τῶν θυσιῶν λειτουργίαν ἑνὶ περιέγραψε τόπῳ, καὶ παρανομία σαφὴς τὸ ἐν ἑτέρῳ τόπῳ προσενεγκεῖν σοι θυσίαν. Τούτων ἀκούειν οὐκ ἐθέλουσιν οἱ Ἰουδαῖοι, ἀλλὰ τοὺς ὀφθαλμοὺς μύσαντες, καὶ τὰ ὦτα βύσαντες, πάντα τολμῶσι παρανόμως ἐπιτελεῖν. Οἱ δὲ ἅγιοι παῖδες οὗτοι, τοῦ νόμου τὸν σκοπὸν ἐπιστάμενοι, ἔλεγον μὴ εἶναι τόπον τοῦ καρπῶσαι ἐνώπιον αὐτοῦ, καὶ εὑρεῖν ἔλεον· Καὶ ἐπειδὴ τούτου, φησὶ, τυχεῖν ἀδύνατον, πόῤῥω τῆς ἱερᾶς ἐκείνης πόλεως ὄντας, εὑρήκαμεν τρόπον τινὰ θεραπείας, ὦ ∆έσποτα. λθʹ, μʹ. "Ἐν ψυχῇ γὰρ συντετριμμένῃ, καὶ πνεύ ματι ταπεινώσεως προσφέροντές σοι τὴν ἱκε τείαν, προσδεχθῆναι αὐτὴν παρακαλοῦμεν. Ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων, καὶ ὡς ἐν μυριά 81.1332 σιν ἀρνῶν πιόνων, οὕτω γενέσθω ἡ θυσία ἡμῶν ἐν ώπιόν σου σήμερον, καὶ ἐκτελείσθω ὄπισθέν σου· ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί." Ἐπειδὴ γὰρ, φησὶν, ὁ σὸς νόμος ἐν παντί σοι τόπῳ προσφέρειν τὰς νενομισμένας θυσίας οὐ συγχωρεῖ, ἀντὶ κριῶν, καὶ ταύρων, καὶ ἀρνῶν τὸν ἀριθμὸν νι κώντων, συντετριμμένην σοι καὶ τεταπεινωμένην καρδίαν προσφέρομεν, καὶ παρακαλοῦμεν γενέσθαι σοι ταῦτα πάσης θυσίας ἡδίω, ἐπειδὴ εἴωθας τοὺς πε ποιθότας ἐπὶ σοὶ πάσης αἰσχύνης ἐλευθεροῦν. Ταῦτα δὲ οὐχ ἁπλῶς οὕτως εἴρηκεν ὁ ἅγιος οὗτος ἀνὴρ, ἀλλ' ὑπὸ τοῦ προφήτου δεδιδαγμένος ∆αβὶδ, ὃς ἐν τῷ πεντηκοστῷ λέγει ψαλμῷ, ὅτι "Εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις· θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμέ νην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει." Καὶ πάλιν ἐκ προσώπου τοῦ Θεοῦ· "Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρα θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με." Καὶ μετὰ βραχέα· "Θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδὸς, ἐν ᾗ δείξω αὐτῷ τὸ σωτήριόν μου." Ταῦτα δεδι δαγμένος ὁ θεῖος οὗτος ἀνὴρ, τὴν συντετριμμένην καρδίαν ἀντὶ πάσης δεχθῆναι θυσίας ἱκέτευσεν. Εἶτα ἐπάγει· μαʹ. "Καὶ νῦν ἐξακολουθοῦμέν σοι ἐν ὅλῃ καρ δίᾳ, καὶ φοβούμεθά σε, καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς." Τὸ γὰρ πλῆθος τῶν συμφορῶν ἑτέρους ἡμᾶς ἀνθ' ἑτέρων εἰργάσατο, καὶ παραβάτας ὄντας τῶν σῶν ἐντολῶν, ἐν ὅλῃ σε καρ δίᾳ καὶ φοβεῖσθαι καὶ ζητεῖν παρεσκεύασε. Πρόσ ωπον δὲ Θεοῦ ἐνταῦθα τὴν εὐμένειαν ἐκάλεσε, καὶ τὴν τῆς ἐλευθερίας ἀπόδοσιν, καὶ τὴν τῆς κηδεμο νίας ἀπόληψιν, ἧς ἀπολαύοντας δυνατὸν ἦν ὁρᾷν καὶ τὸν θεῖον νεὼν, καὶ τὰς