1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

24

τουτέστιν, Εἰς ἐμαυτὸν ἐπανῆλθον. Ἐπειδὴ γὰρ τὰς χαλεπὰς τιμωρίας προλέγει, ἀναγ καίως καὶ τὰς τούτων αἰτίας διδάσκει, καὶ βλέπει ἐν τῷ θείῳ νεῷ τὴν στήλην τῆς εἰκόνος τοῦ ζήλου· εἴδωλον δὲ ἦν ἐκεῖ παρανόμως ἱδρυμένον· ζῆλον 81.884 δὲ αὐτὸ καλεῖ, ἐκ μεταφορᾶς τῶν μοιχευομένων γυναικῶν, καὶ εἰς ζηλοτυπίαν τοὺς ἄνδρας ἀγου σῶν. Τοῦτο δὲ καὶ διὰ τοῦ μεγάλου Μωσέως αὐτὸς ὁ Θεὸς ἔφη· "Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ·" καὶ ἑρμηνεύων αὐτὸ ἐπήγαγε, Παρώργισάν με ἐν τοῖς εἰδώλοις αὑτῶν. δʹ, εʹ. Καὶ ἰδοὺ ἐκεῖ ἦν δόξα Κυρίου Θεοῦ Ἰσ ραὴλ, κατὰ τὴν ὅρασιν, ἣν ἴδον ἐν τῷ πεδίῳ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς βοῤῥᾶν· καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς βοῤῥᾶν, ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολὰς τοῦ θυσιαστηρίου, οὗ ἡ εἰκὼν τοῦ ζήλου τούτου ἐν τῷ εἰσπορεύεσθαι αὐτήν. Καὶ ἤδη προειρήκαμεν, ὅτι τὸ δίκαιον τῆς τῶν Ἰουδαίων τιμωρίας ὁ προφήτης διδάσκεται· οὗ χάριν αὐτῷ πάντα ὑποδείκνυσιν ὁ δίκαιος κριτὴς τὰ ὑπ' ἐκείνων τολμώμενα. ϛʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου ἑώρακας τί οὗτοι ποιοῦσιν, ἀνομίας μεγάλας, ἃς ὁ οἶκος Ἰσραὴλ ποιοῦσιν ὧδε, τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου; Ὁρᾷς, φησὶν, ὡς αὐτοὶ ταῖς οἰκείαις πονηρίαις ἐπισπῶνται τὰς τιμωρίας; Ἀσεβοῦντες γὰρ, καὶ τῆς ἐμῆς θεραπείας καταφρονοῦντες, πόῤῥω τῶν ἁγίων μου γενήσονται τόπων, κατὰ τὴν τοῦ ∆αβὶδ προφητείαν, ὅτι οἱ μακρύναντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. ζʹ-θʹ. Καὶ ἐπήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ ἴδον, καὶ ἰδοὺ ὀπὴ ἐν τῷ τοίχῳ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ὄρυξον δὴ ἐν τῷ τοίχῳ· καὶ ὤρυξα, καὶ ἰδοὺ θύρα μία ἐν τῷ τοίχῳ. Καὶ εἶπε πρός με· Εἴσελθε καὶ ἴδε τὰς ἀνομίας τὰς πονηρὰς, ἃς οὗτοι ποιοῦσιν ὧδε. ∆είξας αὐτῷ ὁ ∆εσπότης τὴν προφανῶς ὑπ' αὐτῶν τολμωμένην ἀσέβειαν, ὑποδείκνυσι καὶ τὰ κρύβδην γιγνόμενα. ιʹ, ιαʹ. Εἰσῆλθον γὰρ, φησὶ, καὶ ἴδον, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους, μάταια βδελύγματα, καὶ πάντα τὰ εἴδωλα τοῦ οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐν τῷ τοίχῳ κύκλῳ διόλου. Καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυ τέρων οἴκου Ἰσραὴλ καὶ Ἰεζονίας υἱὸς Σαφὰν εἱστήκει ἐν τῷ μέσῳ αὐτῶν, καὶ ἕκαστος τὸ θυμιατήριον εἶχεν ἐν τῇ χειρὶ αὑτοῦ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε. Πολλὴ πρὸς τῇ ἀσεβείᾳ ἡ τῆς ἀνοίας ὑπερβολή· τί γὰρ ἀνοητότερον τῶν τὰς εἰκόνας προσκυνούντων τῶν ἰοβόλων ἑρπετῶν καὶ τῶν ἀλόγων κτηνῶν; Τὰ μὲν γὰρ ἀναιρεῖν εἰώθαμεν, ὡς λυμαντικὰ καὶ ἐπίβουλα· τὰ δὲ εἰς ἡμετέραν δουλείαν καὶ θεραπείαν ὁ ∆εσπότης ἀπένειμεν. "Τῷ γὰρ, φησὶν, ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον- 81.885 καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων." Σκοπήσωμεν τοίνυν, πόσης ἐστὶν ἀλογίας μεστὸν, τὸ τῶν οἰκετῶν καὶ δούλων προσκυνεῖν τὰς εἰκόνας. Ὅθεν εἰκό τως ὁ ∆εσπότης ἀγανακτῶν, πρὸς τὸν προφήτην φησίν· ιβʹ. Ἑώρακας, υἱὲ ἀνθρώπου, ἃ οἱ πρεσβύτεροι οἴκου Ἰσραὴλ ποιοῦσιν, ἕκαστος ἐν τῷ κοιτῶνι αὑτοῦ τῷ κρυπτῷ, διότι εἶπον· Οὐχ ὁρᾷ Κύριος, ἐγκαταλέλοιπε τὴν γῆν. Αἰτία γὰρ τῆς ἀσεβείας ἡ τοῦ Θεοῦ λήθη, καὶ πείσαντες σφᾶς αὐ τοὺς, ὡς οὐδὲν τῶν ὑπ' αὐτῶν γιγνομένων ὁ Θεὸς ἐφορᾷ, ἐπ' ἐκείνην τὴν παρανομίαν ἐχώρησαν. Ὑπὸ δὲ τοῦ μακαρίου ∆αβὶδ τοὐναντίον καὶ φρονεῖν διδα σκόμεθα καὶ λέγειν· "Προωρόμην γὰρ, φησὶ, τὸν Κύριον ἐνώπιόν, μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ." ιγʹ, ιδʹ. Καὶ εἶπε πρός με· Ἔτι ὄψει ἀνομίας μείζονας, ἃς οὗτοι ποιοῦσι. Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου, τῆς βλε πούσης πρὸς βοῤῥᾶν· καὶ ἰδοὺ γυναῖκες καθ εζόμεναι καὶ θρηνοῦσαι τὸν Θαμμούζ. Τούτων δὲ οὐ μόνον ἀσέβειαν, ἀλλὰ καὶ ἀκολασίαν κατηγορεῖ. Ὁ γὰρ Θαμμοὺζ ὁ Ἄδωνίς ἐστι κατὰ τὴν Ἑλλάδαφωνήν. Ἀφροδισίων τοίνυν ὀργίων ὁ θρῆνος, ἀκο λάστου δαίμονος, καὶ δι' ἀκολασίαν δεχομένου τὴν θεραπείαν. ιεʹ, ι ϛʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων. Καὶ εἰσ ήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέ ραν· καὶ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ, καὶ ἀναμέσον τοῦ θυσια στηρίου, ὡς εἴκοσι πέντε ἄνδρες· τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν Κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν κατέναντι