ἄνθρωπος ὃς ἐὰν καθαρὸς ᾖ καὶ ἐν ὁδῷ μακρὰν οὐκ 139 ἔστιν, καὶ ὑστερήσει τοῦ ποιῆσαι τὸ πάσχα, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς, ὅτι τὸ δῶρον κυρίῳ οὐ προσήνεγκεν κατὰ τὸν καιρὸν αὐτοῦ, ἁμαρτίαν αὐτοῦ λήψεται ὁ ἄνθρωπος ἐκεῖνος. ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ γῇ ὑμῶν, καὶ ποιήσει τὸ πάσχα κυρίῳ κατὰ τὸν νόμον τοῦ πάσχα καὶ κατὰ τὴν σύνταξιν αὐτοῦ, οὕτω ποιήσει αὐτό. νόμος εἷς ἔστω ὑμῖν καὶ τῷ προσηλύτῳ καὶ τῷ αὐτόχθονι τῆς γῆς. Αὗται αἱ ἑορταὶ τῷ κυρίῳ καὶ αὗται ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρισκαιδεκάτῃ τοῦ μηνὸς ἀνὰ μέσον τῶν ἑσπερινῶν πάσχα τῷ κυρίῳ, καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων· ἑπτὰ ἡμέρας ἄζυμα φάγεσθε. καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν. πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Εἶτα βουλόμενοι γνῶναι πότε ἔφθασεν ἡ δεκάτη τοῦ πρώτου μηνός, τίθεμεν τὰ γωληʹ ἔτη, καὶ μερίζομεν παρὰ τὸν ιθʹ. ιθʹ σʹ γίνονται γωʹ, ιθʹ αʹ γίνονται ιθʹ. λοιπὸν ιθʹ. ἔχει δὲ τὸ κατὰ φύσιν ιθʹ ἔτος ἐπακτὰς λʹ. ταύταις συνάπτομεν τὰς ιγʹ τὰς πρὸ τῶν φωστήρων καὶ προσελήνους ζʹ καὶ ἀπὸ καʹ καὶ αὐτῆς τοῦ μαρτίου μηνός, καθ' ἣν ἡ ἰσημερία γνωρίζεται, ιαʹ καὶ 140 ἀπριλίου θʹ, γίνονται οʹ. ἔκβα βλʹ, γίνονται ξʹ. λοιπὸν ιʹ. καὶ δῆλον ὡς ιʹ τοῦ πρώτου μηνός, καθ' ὃ τὸ πρῶτον ἐν Αἰγύπτῳ πάσχα ἐπετελεῖτο, καὶ προσετάχθησαν οἱ υἱοὶ Ἰσραὴλ λαβεῖν τὸ πρόβατον καὶ διατηρῆσαι, τῇ θʹ ἔφθασεν τοῦ ἀπριλίου μηνός. διὰ τί δὲ γωληʹ ἐμερίσαμεν, καὶ οὐχὶ τὸ ἓν ἐξελόντες τὰ γωλζʹ ἐμερίσαμεν; ἐπειδὴ γωληʹ ἔτει γενέσεως κόσμου εἰσῆλθον πρὸς Φαραὼ Μωϋσῆς καὶ Ἀαρών, καὶ ἀπὸ καʹ καὶ αὐτῆς τοῦ μαρτίου μηνὸς ἐπελάβετο τὸ γωλθʹ ἔτος τοῦ κόσμου. καὶ εἰκότως τὰ γωληʹ μερίζομεν παρὰ τὸν ιθʹ. Εἶτα θέλοντες γνῶναι καὶ πότε γέγονεν ἡ ιδʹ, καθ' ἣν ἐπετελέσθη τὸ πάσχα, τίθεμεν τὰς τοῦ φύσει ιθʹ ἔτους ἐπακτὰς λʹ καὶ πρὸς τῶν φωστήρων ιγʹ προσελήνους ζʹ καὶ ιαʹ τὰς ἀπὸ καʹ μαρτίου καὶ ιγʹ ἀπριλίου· γίνονται οδʹ. ἔξελε βʹ λʹ, γίνονται ξʹ. λοιπὸν ιδʹ. καὶ ἔγνωμεν ὡς ἡ ιδʹ τῆς σελήνης κατὰ τὸ παρὸν ἔτος ἔφθασεν τῇ ιγʹ τοῦ ἀπριλίου μηνός. Εἶτα θέλοντες γνῶναι καὶ ποία ἡμέρα τῆς ἑβδομάδος ἦν, ὅτε τὸ πρῶτον ἐν Αἰγύπτῳ γέγονε πάσχα, τίθεμεν τὰ γωληʹ τούτοις προσάπτομεν τὸ τέταρτον, γίνοντα δψϟζʹ. μέρισον ἑβδόμου ζʹ, χʹ γίνονται. δσζʹ πʹ, γίνονται φξʹ. ζʹ εʹ, γίνονται λεʹ. λοιπὸν βʹ. ταύταις πρόσβαλε πρὸ τῶν φωστήρων γʹ, γίνονται εʹ, καὶ ιαʹ τὰς ἀπὸ καʹ μαρτίου, γίνονται ιϛʹ. πρόσβαλε καὶ ἀπριλίου ιγʹ, γίνονται κθʹ. ταύτας εἰς ζʹ, ζʹ δʹ γίνονται κηʹ. λοι141 πὸν αʹ. καὶ ἔγνωμεν ὡς ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, καθ' ἣν πρῶτον τὸ ἐν Αἰγύπτῳ πάσχα ἐπετελέσθη, ἔφθασεν τῇ ιγʹ τοῦ ἀπριλίου μηνὸς καὶ ἐν ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος. Μετὰ τὰς ιʹ πληγὰς ἡ κάλυψις τῆς θαλάσσης ἐπὶ Φαραὼ καὶ ἐπὶ τοὺς Αἰγυπτίους ιαʹ. Τὸν Μωϋσῆν μετὰ τὸ ἐπαγαγεῖν αὐτὸν τὰς πληγὰς οἱ Αἰγύπτιοι Υομ-Θομ-Φαν-Χθὴ προσηγόρευσαν, ὃ ἑρμηνεύεται, ᾧ ἀπεκαλύφθη τὸ μέλλον. Μωϋσῆς προεφήτευσεν λέγων, Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεός, ὡς ἐμέ, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα. Ἀαρὼν προεφήτευσεν λέγων, Μή μοι ὀργίζου, κύριε· σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου· λέγουσι γάρ μοι, Ποίησον ἡμῖν θεούς. γʹ, δʹ, εʹ, ϛʹ. ϛʹ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ καὶ πϛʹ Μωϋσέως Ἀαρὼν ὁ ἀδελφὸς αὐτοῦ πθʹ ἔτος κατάγων πρῶτος Ἑβραίων ἀρχιερεὺς κατέστη. ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ. Ἑβραίων τὴν ἀρχιερωσύνην δεύτερος διεδέξατο Ἐλεάζαρος υἱὸς Ἀαρών. 142 ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. Εἰς τὸν Μωϋσῆν Οὗτός ἐστιν ὁ μέγας Μωϋσῆς ὁ τῶν παραδόξων σημείων καὶ τεράτων ποιητής, ὁ τῆς κτίσεως κοσμογράφος, ὁ σκιαῖς τοῦ ἀληθινοῦ ἡμῶν ποιμένος Χριστοῦ τετιμημένος καὶ προσώπῳ ὑπὸ θεοῦ