25
θερμότης καὶ τῷ μέλιτι ἡ γλυκύτης· οὔτε γὰρ τῷ πυρὶ ἐπίκτητος ἡ θερμότης οὐδὲ τῷ μέλιτι ἡ γλυκύτης, οὔτε πρότερον μὴ ὄντα τοιαῦτα ὕστερον προσε λάβοντο τὴν θερμότητα καὶ τὴν γλυκύτητα, ὅμως δὲ τὸ αὐτὸ πάθος ποιοῦσι κατὰ τὴν ἡμετέραν αἴσθησιν· τὸ μὲν γὰρ πῦρ θερμὸν ὂν θερμαίνει ἡμᾶς καὶ τὸ μέλι γλυκὺ ὂν γλυκαίνει ἡμᾶς· -τινὲς δὲ ἀπό τινος πάθους ἤγουν κράσεως γεγόνασι καὶ ποιοῦσιν ἐνίοτε πάθος κατὰ τὴν ἡμετέραν αἴσθησιν ἀλλ' οὐ τὸ αὐτὸ πάθος καὶ τὴν αὐτὴν ποιότητα, ἣν ἔχουσιν, οἷά εἰσι τὰ χρώματα· τὸ γὰρ λευκὸν ἔκ τινος πάθους καὶ κράσεως γινόμενον πάθος μὲν ποιεῖ περὶ τὴν ὅρασιν ἤγουν τὴν διάκρισιν καὶ ἐξάπλωσιν καὶ φωτισμόν, οὐ λευκαίνει δὲ ἡμᾶς. Ἡ οὖν παθητικὴ ἡ μὴ οὖσα ἐπίκτητος ἢ παντὶ τῷ εἴδει ἐνυπάρχει ὡς ἡ θερμότης ὅλῳ τῷ πυρί, ἢ οὐ παντὶ ὡς ἡ μελανία τοῖς Αἰθίοψιν· οὐ γὰρ πάντες οἱ ἄνθρωποι μέλανες. Ταῦτα δὲ οὐ μόνον περὶ σῶμα θεωρεῖται ἀλλὰ καὶ περὶ ψυχήν. Τέταρτον εἶδος ποιότητος σχῆμα καὶ μορφή. Τὸ μὲν οὖν σχῆμα ἐπὶ τῶν ἐμψύχων καὶ ἐπὶ τῶν ἀψύχων φέρεται, ἡ δὲ μορφὴ ἐπὶ τῶν ἐμψύχων μόνον. Εἰ δὲ ῥηθῇ ἐπὶ τῶν ἀψύχων μορφὴ ἢ εὔμορφον, οὐ κυρίως ἀλλὰ καταχρηστικῶς λέγεται. Καθολικώτερον οὖν ἐστι τὸ σχῆμα· καὶ ἡ μορφὴ γὰρ καλεῖται σχῆμα. Τὸ δὲ τῶν ἀψύχων σχῆμα οὐ καλεῖται μορφή. Ἡ δὲ εὐθύτης ἤγουν ὀρθότης καὶ ἡ καμπυλότης ἤγουν στρεβλότης τῆς ποιότητός εἰσιν. Χρὴ γινώσκειν, ὅτι τὰ ποιὰ ὡς ἐπὶ τὸ πλεῖστον παρωνύμως ἀπὸ τῶν ποιοτήτων λέγονται ὡς ἀπὸ τῆς θερμότητος θερμόν, τινὰ δὲ καὶ ὁμωνύμως ὡς μουσικὴ ἐπιστήμη καὶ μουσικὴ γυνὴ ἡ ἔχουσα τὴν μουσικὴν ἐπιστήμην, τινὰ δέ, εἰ καὶ σπανίως, ἑτερωνύμως ὡς ἀπὸ τῆς ἀρετῆς σπουδαῖος· ὁ γὰρ ἐνάρετος σπουδαῖος λέγεται. Χρὴ γινώσκειν, ὅτι τὸ πάθος διττόν· ἢ γὰρ ἐν τῷ ἤδη πεπονθέναι λέγεται, καὶ ἀνάγεται ὑπὸ τὴν ποιότητα, ὡς τὸ ἤδη λελευκασμένον ἱμάτιον λέγεται λευκόν, ἢ ἐν τῷ νῦν πάσχειν, καὶ ἀνάγεται ὑπὸ τὴν τοῦ πάσχειν κατηγορίαν, ὡς τὸ μήπω λευκανθὲν ἀλλὰ νῦν λευκαινόμενον. Χρὴ γινώσκειν, ὡς οὔκ εἰσιν αἱ ποιότητες σώματα ἀλλὰ ἀσώματοι. Εἰ γὰρ ἦσαν σώματα, ὑπὸ τὴν οὐσίαν ἦσαν· καὶ πάντα δὲ τὰ συμβεβηκότα ἀσώματά εἰσι καὶ καθ' ἑαυτὰ ἀνύπαρκτα, εἰ μὴ ἐν τῇ οὐσίᾳ θεωρηθῶσι. Χρὴ γινώσκειν, ὅτι αἱ οὐσιώδεις ποιότητες ὑπὸ τὴν οὐσίαν ἀνάγονται· μέρη γὰρ αὐτῆς εἰσιν ὡς διαιροῦντα αὐτὴν καὶ εἰς τὸν ὁρισμὸν τῶν εἰδῶν αὐτῆς λαμβανόμενα, ὑφ' ἣν δὲ κατηγορίαν τὸ ὅλον, ὑπὸ ταύτην καὶ τὰ μέρη αὐτοῦ ἀναχθήσονται. Τὸ βαρὺ καὶ κοῦφον ἢ ἐν ὄγκοις θεωρεῖται ὡς ἐπὶ τῶν σταθμιζομένων καὶ ἀνάγεται ὑπὸ τὸ ποσόν, ἢ ἐν οὐσίᾳ ὡς ἐν τοῖς στοιχείοις ἤγουν πυρὶ καὶ γῇ καὶ ἀνάγονται ὑπὸ τὴν οὐσίαν ὡς οὐσιώδεις διαφοραί, ὁμοίως καὶ τὸ πυκνὸν καὶ μανὸν ἤγουν ἀραιόν· ἢ γὰρ οὐσιωδῶς ἐν τοῖς στοιχείοις καὶ ἀνάγονται ὑπὸ τὴν οὐσίαν, ἢ ἐπεισάκτως ἐν ἱματίοις καὶ ἀνάγονται ὑπὸ τὴν κεῖσθαι κατηγορίαν, θέσει γάρ εἰσι. Τρία δέ εἰσιν ἴδια τῆς ποιότητος ἤγουν παρακολουθήματα· πρῶτον τὸ ἐναντιότητα ἐπιδέχεσθαι· τὸ γὰρ θερμὸν ἐναντίον τῷ ψυχρῷ καὶ τὸ λευκὸν τῷ μέλανι· δεύτερον τὸ μᾶλλον καὶ ἧττον· ἔνθα γὰρ ἐναντιότης ἐστί, καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον εὑρίσκεται. Τὸ δὲ μᾶλλόν ἐστιν ἐπίτασις, καὶ τὸ ἧττον ὕφεσις. Ἐνδέχεται οὖν εἰπεῖν τόδε τὸ εἶδος μᾶλλον τοῦδε λευκὸν καὶ ἧττον ψυχρόν. Τρίτον παρακολούθημα, τὸ καὶ ἰδιώτατον τοῦ ποιοῦ, τὸ ὅμοιον καὶ ἀνόμοιον. ∆εῖ δὲ γινώσκειν, ὅτι τὸ σχῆμα οὐκ ἔχει ἐναντίον. Χρὴ γινώσκειν, ὅτι οὐ πᾶσαι αἱ στερήσεις ἀποφατικῶς λέγονται, ἀλλὰ καὶ στερήσεις εἰσὶ καταφατικῶς λεγόμεναι ὡς τυφλότης καὶ κωφότης. Καὶ πάλιν οὐ πᾶν εἶδος καταφατικῶς ὀνομάζεται ἀλλὰ καὶ ἀποφατικῶς, ὥσπερ ἡ ἀκολασία εἶδος οὖσα οὐ καταφατικῶς ἀλλ' ἀποφατικῶς ὠνομάσθη· ἡ γὰρ κατάθεσις κατάφασις λέγεται οἷον «καλός ἐστιν», ἡ δὲ ἄρνησις ἀπόφασις οἷον «οὐκ ἔστι καλός»· ὅτε δὲ λέγομεν «ἄνομος εἶ», τὸ ˉα ἄρνησιν σημαίνει ὡς τὸ οὔ. Εἰ δὲ λέγεται τόδε τὸ λευκὸν ἴσον εἶναι τῷδε τῷ λευκῷ, οὐ καθὸ ποιότης λέγεται ἴσον εἶναι ἀλλὰ καθὸ ποσότης καὶ τὸ εἶναι τὴν ἐπιφάνειαν ταύτην ἴσην ἐκείνῃ τῇ ἐπιφανείᾳ, ὡς καὶ ἐν τῷ ποσῷ τὸ ὅμοιον