1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

25

μόνῃ ἐσπείσατο, ἢ τὰ ἐναντία ἐπὶ μιᾶς φύσεως ὤφθη-πῶς ἂν εἴποιμι; -ὁμοιότροπα. αὕτη καὶ τῇ προμήτορι ἐκάλυψε τὸ ἁμάρτημα, οὐ μόνον ὅτι σύμβουλος ἐγεγόνει πρὸς τὸ καλὸν τῷ ὁμοζύγῳ, τὴν ὁμιλίαν ἀποκρουσαμένη τοῦ ὄφεως, ἀλλ' ὅτι καὶ τὴν ἀθανασίαν ἐπήνεγκε, τρόπον ἕτερον, οὐ συνθάψασα τῷ σώματι τὴν ψυχήν, οὐδὲ γενομένη τῆς φύσεως, ἀλλὰ τὴν φύσιν ποιήσασα ἑαυτῆς καὶ μόνη τὸ σῶμα τῇ κρείττονι φύσει ἐνθεῖσα. Καὶ τῷ μετὰ ταῦτα δὲ γένει κόσμος κατέστη καὶ παράδειγμα ἀρετῆς· ἐδίκασε δὲ καὶ ἄμφω καὶ τῷ θήλυϊ καὶ τῷ ἄρρενι, οὐ τῷ μὲν δοῦσα τὸ μεῖζον, τῷ δὲ λοιπῷ γένει τὸ ἔλαττον-τοῦτο γὰρ ἀλογίστου διαιτητοῦ καὶ οὐ δεδοκιμασμένης τῆς διαιτήσεως-, ἀλλὰ τὸ ἶσον ἀμφοῖν ἀπονείμασα· εἰ γὰρ καὶ ὁ τοῦ σώματος τόνος ἀμφοῖν τοῖν γενοῖν διάφορος, ἀλλ' ὁ λόγος ἶσος καὶ ἀπαράλλακτος καὶ οὐχ οὗτος τοῖς χείροσιν ἐξατονεῖ μέρεσιν, ἀλλ' ἐκεῖνα νευροῦται τῷ κρείττονι. Ταύτην ἄν τις λογιζόμενος καὶ ὁσίαις συναριθμήσειε καὶ συγκατατάξειε μάρτυσιν· ἀντηγωνίσατο γὰρ καὶ αὕτη πρὸς δεινότατον τύραννον καὶ βαρὺν τὴν ὀφρὺν καὶ οὐ μᾶλλον παρ' ἐκείνου κατεπτοήθη ἢ κατεπτόησεν, ἐγκαρτερήσασα τοῖς δεινοῖς καὶ τὰς τιμωρίας οὐχ ὑποπτήξασα. καθηγίασε δὲ καὶ τὴν γῆν αἵμασιν οὐκ ἀφ' ὧν ἡ φύσις τὴν προχοὴν οἶδεν, ἀλλ' ἀφ' ὧν τὸ δάκρυον εἴωθε ῥεῖν. ἐτμήθη δὲ καὶ τὸ σῶμα οὐ ξίφεσιν, ἀλλὰ κλίσεσι διαλυθεῖσα τὸ συνεχὲς καὶ ταῖς ἐπ' ἐδάφους τῶν μερῶν συντονίαις καὶ κάμψεσι. «διῆλθε καὶ διὰ πυρός», φλεγομένη μὲν ταῖς τῶν ἀναγκαίων ἐπιθυμίαις, οὐ μεταλαμβάνουσα δέ, ἀλλὰ καὶ μέχρι τῶν δεδομένων ἐγκαρτεροῦσα· οὐκ ἔλαττον δὲ καὶ «δι' ὕδατος», τὴν τοῦ οἴνου χρῆσιν ἀπωσαμένη καὶ τῷ ἀρχαίῳ πόματι τὴν χρείαν ἀποπληροῦσα τοῦ σώματος. διὰ ταῦτα καὶ «εἰς ἀναψυχὴν» ἐξελήλυθε. Τῆς δέ γε ὁσιότητος καὶ παρὰ πάσας ἢ καὶ πασῶν τὸ πρεσβεῖον ἠνέγκατο, τήξασα τὰς σάρκας δι' ἐγκρατείας καὶ τὸ σῶμα κενώσασα καὶ τὸν χοῦν τῷ πνεύματι ὑποτάξασα καὶ τὴν φύσιν δουλαγωγήσασα καὶ ταῖς μὲν πρακτικαῖς ὁρμαῖς καλῶς τῇ πρακτικῇ ἐμμελετήσασα ἀρετῇ, τῷ δὲ θεωρητικῷ βίῳ ἀσφαλῶς προβᾶσα ταῖς τῆς θεωρίας ἐλλάμψεσι καὶ τοῖν δυοῖν βίοιν πᾶσι καὶ πάσαις καταστᾶσα παράδειγμα, ὕλῃ καὶ ἀϋλίᾳ σοφῶς διαιτήσασα καὶ ἀμφοτέροις τοῖς μέρεσι διελομένη τὸ πρόσφορον, μᾶλλον δὲ τῇ μὲν ὕλῃ τὴν ἀϋλίαν κατακεράσασα, ταύτην δὲ τῇ μετουσίᾳ τοῦ Κρείττονος ὑψηλοτέραν καὶ καλλίονα ἀποδείξασα. 26. Ἀλλ' ἐγώ σε, μῆτερ, θαυμάζειν μὲν ἔχω καὶ καταπλήττεσθαι, μιμεῖσθαι δὲ οὐ πάνυ δεδύνημαι, ἀλλά σοι μόνος ἐγὼ καὶ τὴν εὐχὴν ἐπενόθευσα καὶ οὐ κατὰ τὰς σὰς ἐλπίδας προβέβηκα. μᾶλλον δὲ ὁ μὲν σὸς οὐδ' ἐνταῦθα διαπέπτωκε λόγος· τοῦ γὰρ ἐφετοῦ ὅσον ἐν σχήματι τετυχήκαμεν, μέχρι δὲ τοῦ τρίβωνος ἡ φιλοσοφία. καὶ τοῦτο δὲ σὸν ἔργον καὶ μετὰ θάνατον. ὑποκινεῖ με γάρ τις τοῦτο λέγειν «ὄψις ὀνείρατος». Ἐπεὶ γὰρ σὺ μὲν ἀπηλλάγης ἐντεῦθεν, ἐγὼ δὲ τὸ τῆς εὐχῆς σπέρμα ἐν ταῖς αὔλαξι κατέκρυψα τῆς ψυχῆς, ἔδοξά ποτε τῆς «νυκτὸς καθεύδων» ἱεροφάντας τινὰς λευχειμονοῦντας θεάσασθαι, οἱ δὲ καὶ δὴ ἐληλυθέναι ἔφασαν-οὕτως αὐτοῖς προστεταγμένον-εἰς τοὺς ἁγίους με ἀββάδας ἀπενεγκεῖν. καὶ τῇ λέξει οὕτως εἰρηκότες, ἐγὼ δὲ εὐθὺς ἀναστὰς εἱπόμην αὐτοῖς ὥσπερ τισὶ κρείττοσι. προϊοῦσι δὲ ἡμῖν· ἡ ὁδὸς πλατεῖα οὖσα συνῃρεῖτο καὶ συνέπιπτέ πως πρὸς ἑαυτὴν ὡς μικροῦ δεῖν καὶ στενοχωρεῖσθαι ἀπιόντας ἡμᾶς. πρὸς ἐμὲ γοῦν· «ἀλλὰ πολλή τις, ὦ τέκνον, ἡ στένωσις, ὡς ὁρᾷς, καὶ τοῖς πλείοσιν οὐδὲ βάσιμος, ὅθεν δεδίαμεν καὶ περὶ σοί. ἀλλ' οὐδ' ὡς ἀποκνητέον σοι, ἀλλ' ἕπου τεθαρρηκώς». Οἱ μὲν ταῦτα, τέλος δὲ εἶχεν ἡμῖν καὶ ὁ λόγος καὶ ἡ ὁδός· φραγμὸς γὰρ ἡμᾶς ἀπετείχιζεν, ὁ δὲ φραγμὸς «λίθος ξεστός», οὔτε λευκὸς ἄγαν οὔτε τοῦ ἐναντίου χρώματος, ἀλλ' οἷον ὠχρός, λεπτὸς μέν, οὐ πάνυ δὲ διαυγής. κατὰ δὲ τὸ μεσαίτατον οἷον ὀμφαλός τις αὐτῷ ἐντετύπωτο καὶ ἀνέῳκτο οὐκ εἰς ἀκριβῆ κύκλον οὐδὲ