νεκρότητα ἀφανίζοντος αὐτοῦ, καθ' ὃ «λόγος» ἐστὶ καὶ «ἀνάστασις». 1.37.269 Ἐπίστησον δὲ εἰ μετέχουσί πως αὐτοῦ πάντες ἄνθρωποι, καθ' ὃ λόγος ἐστί. ∆ιόπερ ζητεῖσθαι οὐκ ἔξω τῶν ζητούντων ὑπὸ τῶν εὑρεῖν αὐτὸν προαιρουμένων διδάσκει ἡμᾶς ὁ ἀπόστολος, λέγων· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ' ἔστι Χριστὸν καταγαγεῖν· ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ' ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει ἡ γραφή; Ἐγγύς σου τὸ ῥῆμά ἐστι σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου»· ὡς τοῦ αὐτοῦ ὄντος Χριστοῦ καὶ ῥήματος τοῦ ζητουμένου. 1.37.270 Ἀλλὰ καὶ ὅτε αὐτός φησιν ὁ κύριος· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν», οὐκ ἄλλο νοητέον ἢ ὅτι ὁ λόγος φησίν, οἷς οὐδέπω συμπεπλήρωται μὴ εἶναι ἁμαρτίαν, τούτους δὲ ἐνόχους αὐτῆς τυγχάνειν, οἳ ἂν μετεσχη κότες ἤδη αὐτοῦ πράττωσι παρὰ τὰς ἐννοίας τὰς ἐξ ὧν οὗτος ἐν ἡμῖν συμπληροῦται, καὶ μόνως οὕτως ἀληθὲς τὸ «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν.» 1.37.271 Φέρε γὰρ ἐπὶ Ἰησοῦ τοῦ ὁρατοῦ, ὡς οἱ πολλοὶ οἰήσονται, τοῦτ' ἐξεταζέσθω· πῶς δὲ ἀληθὲς τὸ μὴ ἔχειν ἁμαρτίαν τούτους, οἷς οὐκ ἐλήλυθε; Πάντες γὰρ οἱ πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἔσονται ἁμαρτίας πάσης ἀπολελυ μένοι, ἐπεὶ οὐκ ἐληλύθει ὁ βλεπόμενος κατὰ σάρκα Ἰησοῦς. 1.37.272 Ἀλλὰ καὶ πάντες, οἷς οὐδαμῶς ἀνηγγέλη περὶ αὐτοῦ, οὐχ ἕξουσιν ἁμαρτίαν, καὶ δῆλον ὅτι οἱ μὴ ἔχοντες ἁμαρτίαν κρίσει οὐχ ὑπόκεινται. 1.37.273 Λόγος δὲ ὁ ἐν ἀνθρώποις, οὗ μετέχειν εἰρήκαμεν τὸ γένος ἡμῶν, διχῶς λέγεται, ἤτοι κατὰ τὴν συμπλήρωσιν τῶν ἐννοιῶν, ἥτις ἐν παντὶ τῷ ὑπερβεβηκότι τὸν παῖδα τυγχάνει, ὑπεξαιρουμένων τῶν τεράτων, ἢ κατὰ τὴν ἀκρότητα, ἥτις ἐν μόνοις τοῖς τελείοις εὑρίσκεται. 1.37.274 Κατὰ μὲν οὖν τὸ πρό τερον τὸ «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν» τὰ ῥητὰ ἐκδεκτέον· κατὰ δὲ τὸ δεύτερον· «Πάντες ὅσοι πρὸ ἐμοῦ ἦλθον, κλέπται εἰσὶ καὶ λῃσταί, καὶ οὐκ ἤκουσεν αὐτῶν τὰ πρόβατα». 1.37.275 Πρὸ γὰρ τῆς τελειώ σεως τοῦ λόγου πάντα ψεκτὰ τὰ ἐν ἀνθρώποις, ἅτε ἐνδεῆ καὶ ἐλλιπῆ, οἷς τελείως οὐχ ὑπακούει τὰ ἐν ἡμῖν ἄλογα, «πρό βατα» τροπικώτερον εἰρημένα. Καὶ τάχα κατὰ μὲν τὸ πρότε ρον «ὁ λόγος σὰρξ ἐγένετο», κατὰ δὲ τὸ δεύτερον «θεὸς ἦν ὁ λόγος». 1.37.276 Τούτῳ δ' ἀκόλουθόν ἐστι ζητεῖν <εἴ τι> ἔστι μεταξὺ τοῦ «ὁ λόγος σὰρξ ἐγένετο» καὶ «θεὸς ἦν ὁ λόγος» ἐν τοῖς ἀνθρωπίνοις ἰδεῖν, οἷον ἀναστοιχειουμένου τοῦ λόγου ἀπὸ τοῦ γεγονέναι αὐτὸν σάρκα καὶ κατὰ βραχὺ λεπτυνο μένου, ἕως γένηται, ὅπερ ἦν ἐν ἀρχῇ, θεὸς λόγος ὁ πρὸς τὸν πατέρα· οὗ λόγου τὴν δόξαν εἶδεν ὁ Ἰωάννης ἀληθῶς μονο γενοῦς ὡς ἀπὸ πατρός. 1.38.277 ∆ύναται δὲ καὶ ὁ λόγος υἱὸς εἶναι παρὰ τὸ ἀπαγγέλλειν τὰ κρύφια τοῦ πατρὸς ἐκείνου, ἀνάλογον τῷ καλουμένῳ υἱῷ λόγῳ νοῦ τυγχάνοντος. Ὡς γὰρ ὁ παρ' ἡμῖν λόγος ἄγγελός ἐστι τῶν ὑπὸ τοῦ νοῦ ὁρωμένων, οὕτως ὁ τοῦ θεοῦ λόγος, ἐγνωκὼς τὸν πατέρα, οὐδενὸς τῶν γενητῶν προσβαλεῖν αὐτῷ χωρὶς ὁδηγοῦ δυναμένου, ἀποκαλύπτει ὃν ἔγνω πατέρα. 1.38.278 «Οὐδεὶς γὰρ ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ»· καὶ καθ' ὃ «λόγος» ἐστί, «μεγάλης» τυγχάνει «βουλῆς ἄγγελος» ὤν, οὗ ἐγενήθη «ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ»· ἐβασίλευσε γὰρ διὰ τοῦ πεπονθέναι τὸν σταυρόν. Ἐν δὲ τῇ Ἀποκαλύψει ἐπὶ λευκοῦ ἵππου καθέζεσθαι λέγεται λόγος πιστὸς καὶ ἀληθινός, ὡς οἶμαι, παριστὰς τὸ σαφὲς τῆς φωνῆς, ὃ ἠχεῖται ὁ ἡμῖν ἐπιδημῶν ἀληθείας λόγος. 1.38.279 Οὐ τοῦ παρόντος δὲ καιροῦ δεῖξαι, ὅτι ἐπὶ τῆς φωνῆς πολλαχοῦ τῆς γραφῆς, ἐν ᾗ ἐστι τὰ προκείμενα, δι' ὧν ὠφε λούμεθα θείων μαθημάτων ἀκροώμενοι, κεῖται ἡ «ἵππος» προσηγορία. Μόνον δὲ ἑνὸς καὶ δευτέρου ὑπομνηστέον, τοῦ «Ψευδὴς ἵππος εἰς σωτηρίαν» καὶ «Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα». 1.38.280 Τὸ δὲ «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ» ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ