γῶν, τὰ ἑαυτοῦ φυλάσσει εὐσυναλλάκτως. Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνώτιον χρυσοῦν, καὶ σοφίαν Κυρίου εἰς νοῦν ἀπαθῆ καὶ εὐήκοον Κυρίῳ. Ὥσπερ τὸ ἐκ χιόνος ἐκρέον ὕδωρ ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ, καὶ ἀναψύχει καύσωνα, οὕτως ὁ Θεὸς ἐπὶ τοῖς δεχομένοις τήν τε γνῶσιν καὶ σοφίαν, καὶ τὰ προστάγματα αὐτοῦ· καὶ ὥσπερ χιόνα τήκει καύσων, οὕτω κακίαν ψυχῆς, δικαίου παραίνεσις. Ὥσπερ ἄνεμοι καὶ νέφη πλωτῆρσιν ἐπιφανέστα τοι τοῦ μὴ ναυαγῆσαι, οὕτω τοῖς ἐν σοφίᾳ Θεοῦ ἡ ψευδὴς γνῶσις, τοῦ μὴ σὺν τοῖς καυχωμένοις ἐν αὐ τῇ ἀπολέσθαι. Ὥσπερ τῷ σώματι τὰ ὀστᾶ ἰσχὺς καὶ ἀσφάλεια ῥώμης, οὕτω τῇ ψυχῇ αἱ ἀρεταὶ πεφύκασι· συντρί βει δὲ ταῦτα τὰ ὀστᾶ μὴ παραφυλασσομένη ταῖς ἁμαρτίαις· τινὲς δὲ τὴν θυμώδη ψυχὴν ὠνόμασαν μα λακὴν, ἥτις συντρίβει τὰ ἑαυτῆς πρὸς Θεὸν πνευμα τικὰ ὀστᾶ, τὰ πεφυκότα λέγειν· Κύριε, Κύριε, τίς ὅμοιός σοι; Κακοῦ ὁδὸς, ἡ κακία ἐστί· καὶ ποῦς παρανόμου, ἡ παρανομία ἐστίν· ἀπολεῖται δὲ ἐν ἡμέρᾳ τῆς κρί σεως· ἕξις διὰ τῆς ὁδοῦ, καὶ ἐνέργεια διὰ τοῦ ποδὸς νοηθήσεται. Ὥσπερ τὸ ὄξος ἐν ἕλκει τοῦ ἀρχὴν σῆψιν ἔχοντος ἀσύμφορον, καίτοι βρώματος ὄντος εἰς ἡδύτητα, οὕτω γυναικὸς θεωρία καὶ ὁμιλία καρδίαν σπαράσσει τοῦ πρὸς ἀρετὴν ἑαυτὸν ἐκδόντος καὶ ἀρχὴν ἔχοντος. Τὸ γὰρ προσπίπτον τῇ καρδίᾳ πάθος, ἡ κακία ἐστίν· ἧς κατὰ στέρησίν τινες ἀπαθεῖς ὀνομάζονται. -Λύπη ἐστὶ φθαρτὴ στέρησις φθαρτῆς ἡδονῆς· λύπη δέ ἐστιν ἐπαινετὴ στέρησις ἀρετῶν καὶ γνώσεως Θεοῦ. Ἄρτον ἐνταῦθα τὴν στερεὰν τῶν ἐντολῶν τῆς ψυ χῆς τροφήν φησι· πόμα δὲ, τὴν θείαν γνῶσιν δηλοῖ· ἄνθρακας δὲ πυρὸς τὰς τοῦ παναγίου Πνεύματος δωρεὰς, τὰς φλογιζούσας καὶ καθαιρούσας τὰς τῶν ἀνθρώπων ῥυτίδας· ἄνθρακι γὰρ πυρὸς τῶν Ἡσαΐου σεραφεὶμ θίγει χειλέων ποτέ· ὁ δὲ καθῃράμενος, ∆ι 17.237 καιοσύνην μάθετε, πᾶσιν ἐκραύγαζε· διὰ γὰρ ταύ της τῆς χρηστότητος καὶ εὐποιίας καθαρίζων αὑτοῦ τὸ ἡγεμονικὸν, τὰς πυρφόρους χάριτας τοῦ ἁγίου Πνεύματος ποιήσεις αὐτὸν βιασθῆναι, οὐ μόνον προσ λαβέσθαι, ἀλλὰ καὶ ζηλωτήν σου αὐτὸν ἐργάσῃ ἐν πάσῃ ἀγαθοεργίᾳ, ὡς προξένου σου γεγονότος αὐτοῦ ἐν πᾶσι τῷ Θεῷ φίλοις. Τὸν διάβολον εἶπε πρόσωπον ἀναιδὲς, ἐρεθίζοντα τὴν ψυχὴν πρὸς κακίαν, καὶ ἐγείροντα, ὡς βοῤῥᾶς νέφη, λογισμοὺς τῇ ψυχῇ πονηρούς· πανταχοῦ δὲ ὁ Σολομῶν γλῶσσαν τὸν νοῦν λέγει· τοῦτο οὖν τὸ πρόσ ωπον αἰδεῖσθαι ἐν κρίσει οὐ καλόν. Ἐνταῦθα οὖν πίπτει δίκαιος νοῦς ἐνώπιον τοῦ Σατανᾶ, λογισμὸν ἀκάθαρτον, ἢ ψευδὲς δόγμα ὑποδε ξάμενος· τὴν δὲ πηγὴν τῆς σοφίας φράσσοι τις ἀπο στρεφόμενος τὴν γνῶσιν αὐτῆς, καὶ τὴν διέξοδον τῆς γνώσεως τοῦ Θεοῦ ἀποῤῥυπῶν τὰ δὲ νοήματα τοῦ νοῦ, τὰ μὲν πτώματα λέγονται, τὰ δὲ ἐγέρσεις, τὰ δὲ καθέδρα, τὰ δὲ στάσις, καὶ ἄλλα περίπατος, καί τινα αὐτῶν προσκόμματα ὀνομάζεται, καὶ ἄλλα σκληρὰ καὶ μαλακὰ, καὶ εὐώδη καὶ δυσώδη, καὶ γλυ κεῖα καὶ πικρὰ, καὶ λεῖα καὶ ὀρθὰ, καὶ σχολιά· καὶ πάλιν, τὰ μὲν αὐτοῦ καλεῖται ἄκανθαι καὶ τρίβολοι, τὰ δὲ φῶς καὶ σκότος, καὶ ζωὴ καὶ θάνατος· τὰ δὲ, νόσος καὶ ὑγίεια, καὶ ἄλλα πάλιν ὀνομάζεται ψεῦ δος καὶ ἀλήθεια, καὶ πολλὰ ἕτερα ὀνόματα τίθησι Γραφὴ, κατά τε τῆς ψυχῆς καὶ τῶν νοημάτων αὐτῆς. Ὀλίγα δὲ ἐκ πολλῶν ἐστιν εἰπεῖν· ἔστι δὲ ταῦτα· νοῦν, ψυχὴν, καρδίαν, ἄνθρωπον, ἄνδρα, γυναῖκα, δοῦλον, οἰκέτην, πατέρα, υἱὸν, πνεῦμα, ὀφθαλμὸν, στόμα, χείλη, γλῶσσαν, λάρυγγα, κοιλίαν, κόλπον, βραχίονα, δάκτυλον, μυκτῆρα, πρόβατον, ἔριφον, ποιμένα, καὶ ἄλλα πλείονα ὀνόματα τῆς ψυχῆς, ἃ οὐ δυνατὸν νῦν παραθέσθαι κατ' εἶδος. Βουλὴν εἶπεν ἐνταῦθα τὴν ἐπὶ τὸ κρεῖττον ῥοπὴν τῆς καρδίας· ὅταν τις οὐκ ἐπικαλούμενος τὴν βοή θειαν τοῦ Θεοῦ ἐν ἑαυτῷ, εἰς βουλὴν ποιήσῃ τι ἀγα θὸν μετὰ σκέψεως, ἀλλὰ αὐθαδῶς καὶ ἀλαζονευόμε νος ἄρξηται· οὐ τελεσθήσεται δὲ, ἀλλὰ συμπτωθήσε ται ὃ ἐπιχειρεῖ, ὅτι οὐ περιετείχισεν ἑαυτὸν τῇ βοη θείᾳ τοῦ Θεοῦ εἰς βουλήν. Ἵππον ἐνταῦθά φησι τὸν ταχὺν εἰς μάθησιν σο φίας, καὶ δικαιοσύνης δεκτικὸν ἄνθρωπον· δι' αἰνι γμάτων δὲ μαστίζει· ὄνῳ δὲ κέντρον· τὸν βραδὺν ἐν τούτοις τοῖς λόγοις σκληροῖς κεντᾷν, φόβον ἐμποι οῦντας· ἔθνει δὲ ἄφρονι ῥάβδῳ τύπτεσθαι, τοὺς ἀναι