τῇ θεωρίᾳ τῶν γεγονότων. Αλλο. Πρῶ τον ὁ Θεὸς ἀνάγει τινὰ ἐκ λάκκου ταλαι πωρίας· δεύτερον, ἐπὶ πέτραν ιστησιν τοὺς πόδας αὐτοῦ· τρίτον, κατευθύνει τὰ διαβή ματα· τέταρτον, ᾳσμα χαρίζεται καινόν· πέμπτον, υμνον τῷ Θεῷ. Πλὴν σημειωτέον, οτι ὁ ἐμπεσὼν εἰς τὸν λάκκον, ποτὲ οὐκ ην [εν] τῷ λάκκῳ· ζητήσεις δὲ πότερον αὐτὸς ἐμπέπτωκεν ὑφ' ἑαυτοῦ, η ὑφ' ἑτέρου τινὸς ἐνεβλήθη, η καὶ ὑφ' ἑαυτοῦ καὶ ὑφ' ἑτέρου. 39.5 Μακάριος ἀνὴρ ου ἐστὶ τὸ ονομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. ̓Εφ' ἡμᾶς καὶ ὁ μακαρισμοῦ νοῦς κεκλη μένους χριστιανούς· τοῦτο γάρ ἐστι τὸ κα λὸν ονομα, τὸ ἐπικληθὲν ἐφ' ἡμᾶς. Λέγεται δὲ ματαιότης καὶ μανία ψευδὴς καὶ ἡ τῶν εἰδώλων λατρεία. Παύσατε, μαντικὴ καὶ α πασα ἑτεροδοξία. Γέγραπται γοῦν· Περιτεί νων ἐστὶ μανίαν ἐν οικῳ Κυρίου, κατέπηξαν δηλονότι τὴν μαντείαν. Πλεῖστον γὰρ οἱ ἐξ ̔Ιερουσαλὴμ ψευδοπροφῆται γεγόνασι, τὰ ἀπὸ καρδίας λαλοῦντες, καὶ οὐ τὰ ἀπὸ στό ματος Κυρίου. 39.6 Πολλὰ ἐποίησας σὺ, Κύριε, ὁ Θεός μου, τὰ θαυμάσιά σου. Ητοι ὡς μὴ οντα τῇ φύσει ἀριθμητὰ, ὡς ὑπερβαίνοντα διὰ τὸ πλῆθος τὴν φύσιν τοῦ ἀριθμοῦ. 39.7 ̔Ολοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ῃτησας. ̔Ο δὲ προφητικὸς λόγος ἐκβαλὼν ταῦτα, τὴν λογικὴν θυσίαν ὑπέδειξεν. 39.8 ̓Εν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Οὐκ ἐπὶ τήνδε μὲν ἡμᾶς ἀναπέμπει γρα φὴν, ἐπὶ τήνδε ου, ἀλλ' ἐπὶ πᾶσαν τὴν θεό πνευστον γραφὴν, τὴν ἐπαγγέλλουσαν περὶ αὐτοῦ. Πάντα δέ φησι μίαν κεφαλίδα βιβλίου, τῷ ἀνακεφαλαιοῦσθαι τὸν παρ' ἑαυτοῦ εἰς ἡμᾶς ἐληλυθότα Λόγον εἰς εν, τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεός μου. Θέλημα δὲ λέγει τοῦ Πατρὸς, καθ' ο ηρε τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐ γὰρ ηλθον, φησὶ, ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Καὶ τυθεὶς ὑπὲρ τῆς ἁπάντων ἁμαρτίας, ὡς αν, ἀφέσεως γενομένης, μηκέτι χρεία ῃ τῆς περὶ ἁμαρτίας θυσίας. Καλῶς ουν ὁ Σολωμὼν παρεγγυᾷ μὴ κτᾶσθαι βι βλία πολλὰ, τὴν πεπλανημένην αἰνιττόμε νος διὰ τοῦ πλήθους [τῶν βιβλίων], ὡς οι μαι, σοφίαν. 39.11 Κύριε, σὺ εγνως τὴν δικαιοσύνην μου, οὐκ εκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλή θειάν σου, καὶ τὸ σωτήριόν σου ειπα· οὐκ εκρυψα τὸ ελεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς. Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ ἐκκλησία, δεῖται πάλιν τῆς αὐτοῦ προμη θείας, διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώπων καὶ δαιμόνων ἐπαναστάσεις, ων ἐν τοῖς ἑξῆς μνήμην πεποίηται. - ̓Αποκαλύπτει ὁ Χρισ τὸς τοὺς περὶ ἐλέους καὶ ἀληθείας λόγους. Εὑρήσεις ἐν τῇ θεωρίᾳ τοὺς μὲν περὶ ἐλέους καὶ σωτηρίας, τοὺς δὲ περὶ σωτηρίας ἐν τῇ πρακτικῇ. 39.13 Οτι περιέσχον με κακὰ, ων οὐκ εστιν ἀριθμὸς, ... καὶ ἡ καρδία ἐγκατέλι πέ με. Τὰ μετὰ τὴν ἀπιστίαν τὴν ἐν Χριστῷ συμβεβηκότα αὐτοῖς διηγεῖται κακά. -Καρ δίαν νῦν λέγει τὴν ποιὰν τοῦ νοῦ διάθεσιν. 39.17 Καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε. Οὐκ ειπε δὲ, οἱ ζητήσαντες, ἀλλ' οἱ ζη τοῦντες, καὶ γὰρ ̓Ιούδας ὁ προδότης ἐζή τησε μέν ποτε, οὐ ζητεῖ δὲ νῦν. 40.4 Ολην τὴν κοίτην αὐτοῦ εστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ. Αρον τὸν κράββατον, φησὶ, καὶ περιπάτει. Τοῖς μὲν γὰρ ὑγιαίνουσι κατὰ διάνοιαν επε ται τὸ σῶμα· οἱ δὲ ἀῤῥωστοῦντες ἀκολου θοῦσιν τῷ σώματι. 41.7 Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐτα ράχθη. Φυσικὴ κίνησις τοῦ θυμοῦ. 41.8 Αβυσσος αβυσσον ἐπικαλεῖται. ̓Αναγκαῖα ταῦτα ἐν καιρῷ λύπης ἐπα γόμενα ψυχῇ. 41.10,11 ̓Ερῶ Θεῷ· ̓Αντιλήπτωρ μου ει· διὰ τί μου ἐπελάθου; καὶ ινα τί σκυθρω πάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχ θρόν; - ̓Εν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδιζόν με οἱ ἐχθροί μου, ἐν τῷ λέγειν αὐ τούς μοι καθ' ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου. Οὐχ ὁρῶμεν δὲ πάντες πῶς ἐλεεῖ ὁ Θεός. Καὶ πολλάκις πρὸς τὰ κατ' ἐλεημοσύνην αὐτοῦ γινόμενα, τῷ ἐπίπονα ειναι, οὐχ ἡδέως εχοντες, οὐδὲ ελεον ειναι νομίζομεν. ∆ιὸ λέ γομεν· ∆ιὰ τί μου ἐπελάθου; ̔Ο δὲ διειληφὼς οτι πᾶν ο ἐπάγει ὁ Θεὸς συμφερόντως ἐπά γει, οὐδὲν ἐρεῖ τοιοῦτον, εἰδὼς, οτι τὴν με τάνοιαν αὐτοῦ καὶ τὸν ελεον πραγματευό μενος ὁ Θεὸς, τοῦτο ποιεῖ. ̓Αλλ' οπερ ἐλέ