ἐνθεῖναι τῷ βιβλιδαρίῳ πρὸς ἀσφάλειαν τῶν ἐντυγχανόντων, καθάπερ καὶ ἁγίοις φυτοῖς τοῦ παραδείσου τὸ ξύλον τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ· ἵνα εἴ ποτε αὐτοῖς συμβαίη κατόρθωμά τι, μὴ μέγα φρονήσωσιν ἐπὶ τῇ ἀρετῇ. Πολλάκις γὰρ καὶ ἀρετὴ ὑπόθεσις γίνεται πτώσεως, ὅταν μὴ σκοπῷ ὀρθῷ ἐπιτελεσθῇ· γέγραπται γάρ· "Εἶδον δίκαιον ἀπολλύ μενον ἐν δικαιώματι αὐτοῦ· καί γε τοῦτο ματαιότης". 26 .tΠερὶ Ἥρωνοσ 26.1 Ἥρων τις γέγονε γειτνιῶν μοι, Ἀλεξανδρεὺς τῷ γένει ἀστεῖος νεώτερος, εὐφυὴς τὴν διάνοιαν, καθαρὸς τὸν βίον· ὃς καὶ αὐτὸς μετὰ πόνους πολλοὺς τύφῳ βληθεὶς ἐξετραχηλιάσθη καὶ κατὰ τῶν πατέρων ἐφρόνησε μέγα, ὑβρίσας καὶ τὸν μακάριον Εὐάγριον, λέγων ὅτι "Οἱ πειθό μενοι τῇ διδασκαλίᾳ σου ἀπατῶνται· οὐ χρὴ γὰρ διδασκάλοις ἑτέροις προσέχειν παρεκτὸς τοῦ Χριστοῦ". Ἀπεχρήσατο δὲ καὶ τῇ μαρτυρίᾳ πρὸς τὸν σκοπὸν τῆς ἑαυτοῦ μωρίας, καὶ ἔλεγεν ὅτι "Αὐτὸς ὁ σωτὴρ εἶπε· "Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς"". 26.2 Ὃς ἐπὶ τοσοῦτον καὶ αὐτὸς ἐσκοτώθη ὡς καὶ αὐτὸν ὕστερον σιδηρωθῆναι, μὴ θέλοντα μηδὲ τοῖς μυστηρίοις προσέρχεσθαι. Φίλη δὲ ἡ ἀλήθεια. Καθ' ὑπερ βολὴν ἦν λεπτὸς τῇ πολιτείᾳ, ὡς πολλοὺς διηγεῖσθαι τοὺς ἐν συνηθείᾳ ὅτι πολλάκις διὰ τριῶν μηνῶν ἐσθίει, ἀρκού μενος τῇ κοινωνίᾳ τῶν μυστηρίων καὶ εἴ που ἂν φανῇ ἀγριολάχανον. Πεῖραν δὲ αὐτοῦ εἴληφα κἀγὼ μετὰ τοῦ μακαρίου Ἀλβανίου ἀπιὼν ἐπὶ τὴν Σκῆτιν. 26.3 Ἀπεῖχε δὲ ἡμῶν ἡ Σκῆτις τεσσαράκοντα σημεῖα· ἐν τούτοις τοῖς τεσσαράκοντα σημείοις ἡμεῖς δεύτερον βεβρώκαμεν καὶ τρίτον ἐπίομεν ὕδωρ, ἐκεῖνος δὲ μηδενὸς γευσάμενος πεζὸς βαδίζων ἀπεστήθισε δεκαπέντε ψαλμούς, εἶτα τὸν μέγαν, εἶτα τὴν πρὸς Ἑβραίους ἐπιστολήν, εἶτα τὸν Ἠσαΐαν καὶ μέρος τι τοῦ Ἱερεμίου, εἶτα Λουκᾶν τὸν εὐαγγελιστήν, εἶτα τὰς παροιμίας. Καὶ τούτων οὕτως ἐχόντων καταλαμ βάνειν αὐτὸν οὐκ ἠδυνάμεθα βαδίζοντα. 26.4 Οὗτος τελευ ταῖον ὡς ὑπὸ πυρὸς ἐλαυνόμενος ἐν τῇ κέλλῃ μὲν αὐτοῦ καθεσθῆναι οὐκ ἠδυνήθη· ἀπελθὼν δὲ εἰς τὴν Ἀλεξάν δρειαν κατ' οἰκονομίαν, τὸ δὴ λεγόμενον, ἥλῳ τὸν ἧλον ἐξέκρουσε. Περιέπεσε γὰρ ἑκουσίως τῇ ἀδιαφορίᾳ, ἐς ὕστερον ἀκούσιον εὑράμενος σωτηρίαν. Παρέβαλε γὰρ θεάτρῳ καὶ ἱπποδρομίαις καὶ τὰς διατριβὰς εἶχεν ἐν καπηλείοις· οὕτως δὲ γαστριμαργῶν καὶ οἰνοφλυγῶν ἐνέπεσεν εἰς τὸν βόρβορον τῆς γυναικείας ἐπιθυμίας. 26.5 Καὶ ὡς ἐσκέπτετο ἁμαρτῆσαι, μιμάδι τινὶ συντυχὼν τὰ πρὸς τὸ ἕλκος αὐτοῦ διελέγετο. Τούτων οὕτως διαπραττομένων γέγονεν αὐτῷ ἄνθραξ κατ' αὐτῆς τῆς βαλάνου, καὶ ἐπὶ τοσοῦτον ἐνόσησεν ἑξαμη νιαῖον χρόνον ὡς κατασαπῆναι αὐτοῦ τὰ μόρια καὶ ἀπο πεσεῖν. Ὕστερον δὲ ὑγιάνας ἄνευ τῶν μελῶν ἐκείνων καὶ ἐπανελθὼν εἰς φρόνημα θεϊκόν, ἦλθεν ἐξομολογούμενος ταῦτα πάντα τοῖς πατράσιν· ἐνεργῆσαι δὲ μὴ φθάσας ἐκοιμήθη μετ' ὀλίγας ἡμέρας. 27 .tΠερὶ Πτολεμαίου 27.1 Ἄλλος πάλιν Πτολεμαῖος ὀνόματι δυσδιήγητον ἢ ἀνεκδιήγητον ζήσας βίον· ᾤκησε γὰρ ἐπέκεινα τῆς Σκή τεως εἰς τὴν λεγομένην Κλίμακα· τόπος δέ ἐστιν οὕτω καλούμενος εἰς ὃν οἰκῆσαι οὐδεὶς δύναται ἐν τῷ ἀπὸ δε καοκτὼ σημείων εἶναι τὸ φρέαρ τῶν ἀδελφῶν. Βαστά σας οὖν ἐκεῖνος κεράμια κιλικίσια πολλὰ ἀπήνεγκε, καὶ τῷ δεκεμβρίῳ καὶ ἰαννουαρίῳ μηνὶ συνάγων τὴν δρόσον -δροσίζει γὰρ ἐν ἐκείνοις τοῖς μέρεσι τότε πολλά-σπόγγῳ ἐκ τῶν λίθων, διήρκεσεν ἐπὶ ἔτη δεκαπέντε οἰκήσας ἐκεῖ. 27.2 Ὃς ἀποξενωθεὶς διδασκαλίας καὶ συντυχίας ἀνδρῶν ὁσίων καὶ ὠφελείας, καὶ συνεχοῦς κοινωνίας τῶν μυστηρίων, ἐπὶ τοσοῦτον ἐξέστη τῆς εὐθείας ὡς λέγειν μηδὲν εἶναι τὰ πράγματα, ἀλλ' ἢ φέρεσθαι μετέωρον ἄχρι τῆς δεῦρο ἀλώμενον ἐν Αἰγύπτῳ καὶ ἔκδοτον ἑαυτὸν δεδωκότα γα στριμαργίᾳ καὶ οἰνοφλυγίᾳ, μηδενὶ μηδὲν ὁμιλοῦντα. Καὶ αὕτη δὲ ἡ συμφορὰ συνέβη Πτολεμαίῳ ἐκ τῆς ἀλόγου οἰήσεως, κατὰ τὸ γεγραμμένον· "Οἷς μὴ ὑπάρχει κυβέρνη σις πίπτουσιν ὥσπερ φύλλα". 28 .tΠερὶ ἐκπεσούσης παρθένου 28.1 Παρθένον πάλιν ἔγνων ἐν Ἱεροσολύμοις σακκοφοροῦ σαν ἐπὶ ἑξαετίαν καὶ ἐγκεκλεισμένην, μηδενὸς τῶν εἰς ἡδονὴν συντεινόντων λαμβάνουσαν· ἥτις ἐς ὕστερον ἐγκα ταλειφθεῖσα ὑπερβολῇ