δικαίους ἀποκτενεῖν. διὸ καὶ μαρτυρεῖτε τοῖς προγόνοις ὡς ἀσεβέσι ποθοῦντες ὅμοιοι ἐκείνοις γίνεσθαι. καὶ ὑμεῖς πληρώσατε, φησίν, τὸ μέτρον τῶν πατέρων ὑμῶν, τοῦτ' ἔστιν ὅπερ τῇ διανοίᾳ ὑμῶν τῇ πονηρᾷ καὶ τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ διαπράξασθαι βούλεσθε, πληρώσατε αὐτὸ κατὰ τὸ μέτρον τῶν πατέρων ὑμῶν, ἤγουν εἰς ἔργον φανερὸν καὶ πρᾶξιν ὁρωμένην ἐξαγάγετε· μέτρον γὰρ ἦν τοῖς πατράσιν αὐτῶν κατὰ τῶν προφητῶν ὁ δι' ὕβρεως καὶ ἀτιμίας θάνατος. τοῦτο δὲ οὐκ ἐπιτάττοντός ἐστιν, ἀλλὰ προτρέποντος μᾶλλον· καὶ γὰρ πολλάκις εἰώθαμεν κωλύειν τινὰς οὐκ ἀπαγορεύοντες τὸ ἔργον, ἀλλὰ μᾶλλον διεγείροντες πρὸς αὐτό. 89 Mt 24, 28 Ὥσπερ τὰ τῶν πτηνῶν σαρκοβόρα ἐπὶ τὰ πεπτωκότα σώματα τρέχει, οὕτως καὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐρχομένου πάντες οἱ ἀετοὶ συναχθήσονται ἐπ' αὐτὸν ἤτοι οἱ εἰς τὰ ὑψηλὰ πετόμενοι καὶ ἀνωτάτω τῶν ἐπιγείων πραγμάτων. 90 Mt 26, 6 13 ∆είκνυται ἡ γυνὴ μετὰ πολλῆς καὶ ἀφάτου πίστεως προσιοῦσα τῷ Χριστῷ ἔκ τε τοῦ πανευλαβῶς προσελθεῖν καὶ ἐκ τοῦ μύρον προσενεγκεῖν καὶ ἐκ τοῦ ὑπὲρ ἁμαρτιῶν προσελθεῖν καὶ ἐκ τοῦ ἐλπίζειν τῆς ἀφέσεως τυχεῖν καὶ οὐχ ὡς ἄνθρωπον ψιλόν, ἀλλ' ὡς κρείττονα πολλῷ τῆς ἀνθρωπίνης φύσεως ἡγησαμένη. Ἐκ πολλῶν δείκνυται ἡ γυνὴ μετὰ πολλῆς καὶ ἀφάτου πίστεως προσιοῦσα τῷ Χριστῷ· καὶ πρῶτον μὲν ἐκ τοῦ εὐλαβῶς εἰσελθεῖν πρὸς αὐτόν, εἶτα καὶ ἐκ τοῦ προσενεγκεῖν τὸ μύρον καὶ ἔτι ἐκ τοῦ ὑπὲρ ἁμαρτιῶν αἰτῆσαι· τὸ δὲ ἀκροτελεύτιον ἐκ τοῦ ἐλπίζειν τῆς ἀφέσεως τυχεῖν. 91 Mt 26, 6 13 Καὶ ταύτης τὴν διάθεσιν ὁ καρδιογνώστης θεὸς ἡμῶν εἰδὼς καὶ ἀνέχεται τῷ προσαχθέντι μύρῳ τὴν κεφαλὴν ἐπιχεθῆναι καὶ ἀποδέχεται ἐκ τηλικαύτης διαθέσεως προελθοῦσαν τῆς γυναικὸς τὴν πρᾶξιν· καλὸν γάρ, φησίν, ἔργον ἐποίησεν· ἀπὸ γὰρ καλῆς καὶ θαυμασίας αὐτὸ γνώμης διεπράξατο ἔχουσα παραδείγματα τήν τε στήλην , ἣν ἤλειφεν ὁ Ἰακὼβ τῷ θεῷ καὶ τὰ προσφερόμενα ἐν ταῖς θυσίαις ἔλαια τῷ θεῷ. ἀλλ' ὁ μὲν δεσπότης ὡς πάντα εἰδὼς οὕτω καὶ τῆς γυναικὸς ἀπεδέξατο τὴν πρᾶξιν. οἱ δὲ μαθηταὶ τὸ φαινόμενον μόνον ὡς ἄνθρωποι ὁρῶντες τὴν τοῦ μύρου κένωσιν ἐπετίμων τὸ γινόμενον, οὐχ ἁπλῶς δέ, ἀλλ' εἰς τὴν τῶν πενήτων αὐτὸ εὐποιΐαν φάσκοντες ἐχρῆν διαπραθῆναι καὶ δοθῆναι· τοῦτο γὰρ ἦσαν μεμαθηκότες ὑπὸ τοῦ διδασκάλου περισπούδαστον ὑπάρχειν θεῷ τὴν περὶ τοὺς δεομένους ἐλεημοσύνην· ἔλεος γάρ, φησίν, θέλω καὶ οὐ θυσίαν καὶ τοῖς ἐλεήσασιν εἰς κληρονομίαν ἑτοιμάσθαι τὴν οὐράνιον βασιλείαν ἔναγχος ἦσαν ἀκηκοότες καὶ μυρία ἄλλα. οὐ πάντες δὲ οἱ μαθηταὶ ὁμοίως ἀγανακτοῦντες λέγουσιν· εἰς τί ἡ ἀπώλεια τοῦ μύρου καὶ ἑξῆς, ἀλλ' οἱ μὲν ἄλλοι φροντίδι καὶ προκρίσει ἐλεημοσύνης, ὁ δὲ Ἰούδας παραπέτασμα μὲν τὴν ἐλεημοσύνην ποιεῖται, ἔρωτι δὲ φιλαργυρίας τὴν ἀγανάκτησιν ἐπεδείκνυτο· τοῦτο γὰρ καὶ ὁ Ἰωάννης ἐδήλωσεν παραπλησίᾳ πράξει, ἣν ἡ τοῦ Λαζάρου ἀδελφὴ Μαρία ἐποίησεν ἑστιωμένου τοῦ δεσπότου ἐν τῇ οἰκίᾳ Μάρθας καὶ αὐτῆς τοῦ Λαζάρου οὔσης ἀδελφῆς· καὶ γὰρ καὶ τότε ἡ Μαρία μύρον ἐκένωσεν ἐπὶ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ οἱ μὲν ἄλλοι μαθηταὶ οὐδὲν φαίνονται εἰπόντες ἅτε δὴ μὴ πρόχειροι ὄντες μηδὲ προπετεῖς τοῖς τοιούτοις ἐπιτιμᾶν. ὁ δὲ ἀναίσχυντος Ἰούδας καὶ ἐπ' ἐκείνης τῆς πράξεως τὴν αὐτὴν ῥήξας ὁρᾶται φωνήν· διὰ τί γὰρ τοῦτο τὸ μύρον οὐκ ἐπράθη καὶ ἐδόθη πτωχοῖς . διὸ ἐπήγαγεν ὁ εὐαγγελιστής· οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ' ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον εἶχεν· πῶς γὰρ ἂν ἔμελεν αὐτῷ περὶ τῶν πτωχῶν τῷ καταφρονητῇ τῶν διδασκαλικῶν ἐντολῶν, ἐξ ὧν καὶ ἡ περὶ τῶν πτωχῶν ἐγκατεβάλλετο φροντίς. ἀγανακτοῦσιν μὲν οὖν ὡς ἔφην κοινῶς οἱ μαθηταί, οὐχὶ πάντες δὲ ὡσαύτως οὐδ' ἀπὸ τῆς αὐτῆς καὶ ὁμοίας διανοίας, ἀλλὰ οἱ μὲν ἄλλοι ἐλεημοσύνης τε πολὺν λόγον ἔχοντες καὶ μηδὲ ἐναντία λέγειν δοκοῦντες τῆς τοῦ δεσπότου γνώμης, εἰ γυναῖκα ἐπιτιμῶσιν κατεγνωσμένην τοιαῦτα τολμῶσαν. διὸ οὐδὲ φαίνονται ἐνοχλήσαντες πρὶν τῇ παραπλήσιον αὐτῇ ποιησάσῃ Μαρίᾳ τῇ τοῦ Λαζάρου ἀδελφῇ ἐπ' εὐλαβείᾳ καὶ βίου σεμνότητι μαρτυρουμένῃ. ὁ δὲ Ἰούδας