1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

25

ἐπιτελουμένας αὐτόθι λατρείας, δι' ὧν ἀσώματον ὄντα τὸν Θεὸν καὶ ἀόρατον ὁρᾷν ἐφαντάζοντο. Ἐπειδὴ τοίνυν τοσαύτην ἡμῶν διὰ τῆς τιμωρίας εἰργάσω μεταβολὴν, μβʹ, μγʹ. "Μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. Καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου, καὶ δὸς δόξαν τῷ ὀνόματί σου." ∆ιὰ ταῦτα, φησὶν, οἴκτου ἡμᾶς καὶ φιλανθρωπίας ἀξίωσον· ἐλεεῖν τε γὰρ πέφυκας, καὶ μακροθυμίᾳ κεχρῆσθαι πρὸς ἅπαντας, σύνδρομόν τε ἔχεις τῇ βουλήσει τὴν δύναμιν· καὶ μαρτυρεῖ τὰ διηνεκῶς ὑπὸ σοῦ γενόμενα θαύματα. Τὰ γὰρ εἰς ἡμᾶς γενό μενα, καὶ τὸ σὸν ὄνομα ὑμνεῖσθαι παρασκευάσει, οὐχ ὑφ' ἡμῶν μόνον σωζομένων, ἀλλὰ καὶ ὑπὸ τῶν τὴν ἡμετέραν σωτηρίαν ὁρώντων. "∆ὸς δόξαν τοίνυν τῷ ὀνόματί σου, Κύριε. (μδʹ, μεʹ.) Καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύ 81.1333 μενοι τοῖς δούλοις σου κακὰ, καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συν τριβείη. Γνώτωσαν, ὅτι σὺ Κύριος ὁ Θεὸς μόνος, καὶ ἔνδοξος ἐφ' ὅλην τὴν οἰκουμένην." Ταύτης γὰρ εἰς ἡμᾶς γινομένης φιλανθρωπίας, καταλυθήσεται μὲν τῶν ἐναντίων τὸ θράσος, σβεσθήσεται δὲ αὐ τῶν ἡ λύττα, καὶ φρόνημα αὐτῶν τὸ ὑψηλὸν συν τριβήσεται, καὶ γνώσονταί σε μόνον εἶναι Κύριον καὶ Θεὸν, ὑπὸ πάσης ἄξιον ὑμνεῖσθαι τῆς οἰκουμέ νης· καὶ οἱ νῦν πολλοὺς προσκυνοῦντες θεοὺς, τῶν μὲν οἰκείων θεῶν γνώσονται τὴν ἀσθένειαν, τὴν δὲ σὴν προσκυνήσουσι δύναμιν. Οἱ μὲν οὖν ἔνδον ἐν τῇ καμίνῳ χορεύοντες διετέλουν· οἱ δὲ τοῦ βασιλέως ὑπηρέται, καὶ τῶν ἁγίων κατήγοροι, οὐκ ἔληγον ὕλην τῇ φλογὶ χορηγοῦντες, καὶ κληματίδας, καὶ στυππίον, καὶ νάφθαν· εἶδος δὲ τοῦτό ἐστιν ἐν ἐκείνῃ τῇ χώρᾳ γινόμενον, ἐξάψαι τὴν φλόγα δυνάμενον. Τοσαύτη δὲ ἦν χορηγουμένη τῇ πυρᾷ τροφὴ, ὡς ἐπ' ἐννέα καὶ τεσσαράκοντα πήχεις διαχυθῆναι, καὶ τῶν Χαλδαίων ἐμπρῆσαι τοὺς πλησιάζοντας. Καὶ οἱ μὲν ἔξωθεν ἐξῆπτον τὴν φλόγα· θεῖος δὲ ἄγγελος ἐσκεδάννυ τὴν φλόγα, καὶ τὸ μέσον τῆς καμίνου τῶν ἀνθράκων ἐγύμνου, καὶ αὖράν τινα ψυχράν τε καὶ μετρίως ὑγρὰν, καὶ πολλὴν τοῖς ἁγίοις ἡδονὴν πραγματευομένην, ὠδίνειν τὸ πῦρ παρεσκεύαζε, καὶ ταύτην τοῖς τῶν ἁγίων ἐπαφιέναι σώμασιν. νʹ. "Ἐποίησε γὰρ, φησὶ, τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ, καὶ οὐκ ἐλύπησεν αὐτοὺς, οὐδὲ παρηνώχλησεν αὐτοῖς." Ἀλλὰ μηδεὶς ταῦτα ἀφορῶν σμικρυνέτω τοὺς τῶν ἁγίων ἀγῶνας, τῶν δὲ ἱερῶν ἐκείνων ἀναμιμνησκέσθω λόγων· "Ἔστιν ὁ Θεὸς ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς." Καὶ, "Ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστη σας, οὐ προσκυνοῦμεν." Ὥστε οἱ ἅγιοι παῖδες ἐκεῖ νοι τῆς φλογὸς ἐκείνης κατεφρόνησαν, οὐ τοῦτο τὸ τέλος ὁρῶντες, ἀλλὰ θάνατον προσδεχόμενοι· ὁ δὲ ἀγωνοθέτης ἐβράβευσεν, ὡς ἠθέλησε, καὶ τούς τε ἀλι τηρίους ἐκείνους κατῄσχυνε, καὶ τούτους ἀοιδίμους ἀπέφηνε. Ταύτης τοίνυν τῆς σωτηρίας ἀπολαύσαν τες οἱ μακάριοι καὶ τρισμακάριοι παῖδες, καὶ πολ λάκις τοῦτο, οὐκ ἔτι ἑνὶ τὸν Θεὸν ὑμνεῖν παρεχώρη σαν, ἀλλ', ναʹ. "Ὡς ἐξ ἑνὸς, φησὶ, στόματος ὕμνουν καὶ ἐδόξαζον τὸν Θεὸν, καὶ ηὐλόγουν ἐν τῇ καμίνῳ," τὴν ἀρίστην αὑτῶν συμφωνίαν, καὶ θαυμαστὴν ὑμν ωδίαν, τῇ παρὰ τὴν εἰκόνα συμφωνίᾳ καὶ τοῖς 81.1336 μουσικοῖς ἀντιτάξαντες ὀργάνοις, καὶ δεικνύντες, ὅσῳ τὸ μὴ προσκυνῆσαι τὴν εἰκόνα τοῦ προσκυνῆ σαι λυσιτελέστερον. Ἄρχονται δὲ οὕτως τοῦ ὕμνου· νβʹ. "Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου, τὸ ἅγιον, καὶ ὑπεραινετὸν, καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας." Ἔρωτός ἐστι θερμοτάτου καὶ ἀπληστοτά του τὰ ῥήματα· τούτῳ γὰρ τετρωμένοι, ζητοῦσιν ὀνόματα τοῦ ὑμνουμένου τὴν ἀξίαν παραδηλῶσαι δυ νάμενα, καὶ μὴ εὑρίσκοντες, ταῖς ὑπερθετικαῖς αὐτὰ προθέσεσιν ἐξυφαίνουσιν, "ὑπερυψούμενον" ὀνομάζον τες, καὶ "ὑπεραινετὸν," καὶ οὐκ αὐτὸν