1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

25

πρὸς ἀνατολὴν, καὶ αὐτοὶ προσεκύνουν κατὰ ἀνατολὰς τῷ ἡλίῳ. Μεγίστη καὶ αὕτη δυσσεβείας ἐγχείρησις· τὸ γὰρ τῷ ∆ε σπότῃ τὰ νῶτα διδόντας προσκυνεῖν τὸν ὁμόδουλον ἥλιον, ποίαν μανίας ὑπερβολὴν καταλείπει; Αἰ λὰμ δὲ τὸ προπύλαιον ἐκάλεσε τοῦ θείου νεώ· πρὸ αὐτοῦ γὰρ ἵδρυτο τὸ χαλκοῦν θυσιαστήριον· ἔφη δὲ, ὅτι μεταξὺ τοῦ αἰλὰμ καὶ τοῦ θυσιαστηρίου ἑστῶ τες, τὴν ἀσέβειαν ἐκείνην ἐτόλμων· καλῶς δὲ καθ' ἕκαστον τῶν δεικνυμένων, ὥσπερ ἀπολογούμενος ὁ ∆εσπότης ὑπὲρ τῆς Ἰουδαίων τιμωρίας τῷ οἰκείῳ θεράποντι, φησὶ πρὸς αὐτόν· ιζʹ. Ἑώρακας, υἱὲ ἀνθρώπου· μὴ μικρὸν τῷ οἴκῳ Ἰούδα τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιή κασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἀπεστράφησαν τοῦ παροργίσαι με· καὶ ἰδοὺ αὐτοὶ ἐκτείνουσι τὸ κλῆμα, ὡς μυκτηρί ζοντές με. Ἐγὼ γὰρ, φησὶν, ἐξελεξάμην αὐτοὺς, 81.888 καὶ τοὺς ἄλλους διὰ τούτων ἀποστῆσαι τῆς ἀσεβείας βουλόμενος· αὐτοὶ δὲ οὐ μόνον ὠφελείας οὐ μετέδω καν, ἀλλὰ καὶ δυσσεβέστερα τετολμήκασιν, ὥστε πᾶσαν λοιπὸν τὴν γῆν ἀνομίας πλήρη γενέσθαι· ἐξέτειναν γὰρ τῆς ἀσεβείας τὰ κλήματα, ἐναντία τῷ ἐμῷ δρῶντες σκοπῷ. ∆ιό φησι· ιηʹ. Καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, καὶ οὐ μὴ ἐλεήσω· κεκράξονται εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, καὶ οὐ μὴ εἰσακούσω αὐτῶν. Καθάπερ γὰρ αὐτοὶ οὐ τὰ τῆς εὐσεβείας, ἀλλὰ τῆς ἀσεβείας ἐξέτειναν κλήματα, καὶ τὴν τῶν γειτονευόντων ἐπέτειναν βλάβην· οὕτως ἀφειδῶς ἐγὼ τὴν ἰατρικὴν αὐτοῖς ἐπάξω τομὴν, οὐκ ἀνεχόμενος αὐτῶν παρακαλούν των, οὐδὲ ἀκούων βοώντων· οὐκ ἔστι γὰρ ἔλεος ἡ περὶ τοὺς τοιούτους φειδώ· προσήκει γὰρ τὸν ἰατρὸν μὴ τοῖς τοῦ τεμνομένου δακρύοις καὶ λόγοις προσ έχειν, ἀλλὰ τῷ νόμῳ τῆς τέχνης. ΚΕΦΑΛ. Θʹ. αʹ. Καὶ ἀνακέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, λέγων· Ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως, καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν τῇ χειρὶ αὑτοῦ. Εἶτα διδάσκει καὶ οἷα τὰ σκεύη. βʹ. Καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς πύ λης τῆς ὑψηλῆς, τῆς βλεπούσης πρὸς βοῤῥᾶν, καὶ ἑκάστῳ πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ. Ἐπειδὴ γὰρ ἀπὸ βοῤῥᾶ καὶ τὸ εἴδωλον ἵδρυτο, καὶ αἱ γυναῖκες τὸν Θαμμοὺζ ἐθρήνουν, ἀναγκαίως ἐκεῖθεν καὶ ἡ τιμωρία λαμβάνει τὴν εἴσοδον· ἀναμνησθῆναι δὲ προσήκει τῶν ἄνω εἰρημένων, ὅτι τὸ τέταρτον τῆς πόλεως ἔφη θανάτῳ παραδοθήσεσθαι· ὅρα τοίνυν τὰς τιμωρητικὰς δυνάμεις εἰς τὴν τεταγμένην κόλασιν εὐτρεπεῖς· καίτοι τῶν Ἀσσυρίων τὰς πολλὰς μυ ριάδας εἷς ἄγγελος κατηκόντισε, καὶ τῶν Αἰγυπτίων τὰ πρωτότοκα εἷς ἀνελεῖν προσετάχθη· ἐνταῦθα δὲ ἓξ τῶν Ἰουδαίων ἐνεχειρίσθησαν τὴν τιμωρίαν, διὰ τὴν τῆς ἀσεβείας ὑπερβολήν. "Καὶ ἀνὴρ, φησὶν, εἷς ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ." Τοῦ ἑβδόμου τὸ σχῆμα ἱερατικόν· οὐ γὰρ ἦν τῶν κολαζόντων, ἀλλὰ τῶν λυτρουμένων τοὺς σωτηρίας ἀξίους· ἐπειδὴ γὰρ ἑβδόμην ἡμέραν τιμᾶσθαι διηγόρευσεν, ἀναγκαίως τὸν ἕβδομον ἐντιμότατον δείκνυσι. "Καὶ εἰσῆλθον, καὶ ἐστάθησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλ κοῦ." Τοῦτο δὲ ἐν τῇ αὐλῇ ἵδρυτο πρὸ τῶν τοῦ νεὼ προπυλαίων. γʹ. Καὶ ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν Χερουβὶμ, ἡ οὖσα ἐπ' αὐτῶν, εἰς τὸν αἴθριον τοῦ οἴκου. Ἐπειδὴ γὰρ μέλλει τὴν κατὰ τῆς πόλεως ψῆφον ἐκφέρειν, ἔξω τῶν ἁγίων τόπων τοῦτο ποιεῖ· σωτηρίας γὰρ, ἀλλ' οὐ τιμωρίας ἐκεῖνοι παρ εκτικοί. 81.889 Καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυμένον τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὑτοῦ τὴν ζώνην. (δʹ.) Καὶ εἶπε Κύριος πρὸς αὐτόν· ∆ίελθε μέσην τὴν πόλιν, μέσην τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων, καὶ τῶν κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις γινομέναις ἐν μέσῳ αὐ τῶν. Ἀγαθὸν μὲν γὰρ τὸ παραινεῖν καὶ συμβουλεύειν τοῖς ἁμαρτάνουσιν· ὅταν δὲ ἀντιλέγωσι, καὶ μὴ πεί θωνται, ἀναγκαῖος ὁ θρῆνος καὶ χρήσιμος. ∆ιὸ καὶ ὁ μακάριος ἔλεγε Παῦλος· "Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;" Καὶ πάλιν· "Μήπως ἐλθόντα με πρὸς ὑμᾶς τα πεινώσῃ ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων." Εὐσε βεῖς τοίνυν ὑπῆρχον καὶ οὗτοι