1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

25

δύναται σωθῆναι καὶ τῆς ἀναστάσεως τυχὼν κληρονομῆσαι τὴν ἀφθαρσίαν. Ἐκβληθεὶς δὲ Ἀδὰμ ἐκ τοῦ παραδείσου, οὕτως ἔγνω Eὔαν τὴν γυναῖκα αὐτοῦ, ἣν ὁ θεὸς ἐποίησεν αὐτῷ εἰς γυναῖκα ἐκ τῆς πλευρᾶς αὐτοῦ. καὶ τοῦτο δὲ οὐχ ὡς μὴ δυνάμενος κατ' ἰδίαν πλάσαι τὴν γυναῖκα αὐτοῦ, ἀλλὰ προηπίστατο ὁ θεὸς ὅτι ἤμελλον οἱ ἄνθρωποι πληθὺν θεῶν ὀνομάζειν. προγνώστης οὖν ὢν καὶ εἰδὼς ὅτι ἡ πλάνη ἤμελλεν διὰ τοῦ ὄφεως ὀνομάζειν πληθὺν θεῶν τῶν οὐκ ὄντων (ἑνὸς γὰρ ὄντος θεοῦ, ἔκτοτε ἤδη ἐμελέτα ἡ πλάνη πληθὺν θεῶν ὑπο- σπείρειν καὶ λέγειν· "Ἔσεσθε ὡς θεοί"), μήπως οὖν ὑπολημφθῇ ὡς ὅτι ὅδε μὲν ὁ θεὸς ἐποίησεν τὸν ἄνδρα, ἕτερος δὲ τὴν γυναῖκα, διὰ τοῦτο ἐποίησεν τοὺς δύο ἄμφω· οὐ μὴν ἀλλὰ καὶ <ἔπλασεν τὸν ἄνδρα μόνον ἐκ γῆς ἵνα> διὰ τούτου δειχθῇ τὸ μυστήριον τῆς μοναρχίας τῆς κατὰ τὸν θεόν, ἅμα δ' ἐποίησεν ὁ θεὸς τὴν γυναῖκα αὐτοῦ <ἐκ τῆς πλευρᾶς αὐτοῦ> ἵνα πλείων ᾖ ἡ εὔνοια εἰς αὐτήν. Πρὸς μὲν οὖν τὴν Eὔαν ὁ Ἀδὰμ εἰπών· "Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου", ἔτι καὶ ἐπροφήτευσεν λέγων· "Τούτου ἕνεκεν καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν"· ὃ δὴ καὶ αὐτὸ δείκνυται τελειού- μενον ἐν ἡμῖν αὐτοῖς. τίς γὰρ ὁ νομίμως γαμῶν οὐ καταφρονεῖ μητρὸς καὶ πατρὸς καὶ πάσης συγγενείας καὶ πάντων τῶν οἰκείων, προσκολλώμενος καὶ ἑνούμενος τῇ ἑαυτοῦ γυναικί, εὐνοῶν μᾶλλον αὐτῇ; διὸ καὶ μέχρι θανάτου πολλάκις ὑπεύθυνοι γίνονταί τινες διὰ τὰς ἑαυτῶν γαμετάς. Ταύτην τὴν Eὔαν, διὰ τὸ ἀρχῆθεν πλανηθῆναι ὑπὸ τοῦ ὄφεως καὶ ἀρχηγὸν ἁμαρτίας γεγονέναι, ὁ κακοποιὸς δαίμων, ὁ καὶ σατὰν καλούμενος, ὁ τότε διὰ τοῦ ὄφεως λαλήσας αὐτῇ, ἕως καὶ τοῦ δεῦρο ἐνεργῶν ἐν τοῖς ἐνθουσιαζομένοις ὑπ' αὐτοῦ ἀνθρώποις, Eὐὰν ἐκκαλεῖται. δαίμων δὲ καὶ δράκων καλεῖται διὰ τὸ ἀποδεδρακέναι αὐτὸν ἀπὸ τοῦ θεοῦ· ἄγγελος γὰρ ἦν ἐν πρώτοις. καὶ τὰ μὲν περὶ τούτου πολὺς ὁ λόγος· διὸ τανῦν παραπέμπομαι τὴν περὶ αὐτῶν διήγησιν· καὶ γὰρ ἐν ἑτέροις ἡμῖν γεγένηται ὁ περὶ αὐτοῦ λόγος. Ἐν τῷ οὖν γνῶναι τὸν Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Eὔαν συλλαβοῦσα ἔτεκεν υἱόν, ᾧ τοὔνομα Κάϊν. καὶ εἶπεν· "Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ." καὶ προσέθετο ἔτι τεκεῖν δεύτερον, ᾧ ὄνομα Ἄβελ. ἤρξατο ποιμὴν εἶναι προ- βάτων· Κάϊν δὲ εἰργάζετο τὴν γῆν. τὰ μὲν οὖν κατ' αὐτοὺς πλείω ἔχει τὴν ἱστορίαν, οὐ μὴν ἀλλὰ καὶ τὴν οἰκονομίαν τῆς ἐξ- ηγήσεως· διὸ τὰ τῆς ἱστορίας τοὺς φιλομαθεῖς δύναται ἀκριβέστερον διδάξαι αὐτὴ ἡ βίβλος ἥτις ἐπιγράφεται Γένεσις κόσμου. Ὁπότε οὖν ἐθεάσατο ὁ σατανᾶς οὐ μόνον τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ζῶντας, ἀλλὰ καὶ τέκνα πεποιηκότας, ἐφ' ὧν οὐκ ἴσχυσεν θανατῶσαι αὐτοὺς φθόνῳ φερόμενος, ἡνίκα ἑώρα τὸν Ἄβελ εὐαρεστοῦντα τῷ θεῷ, ἐνεργήσας εἰς τὸν ἀδελφὸν αὐτοῦ τὸν καλού- μενον Κάϊν ἐποίησεν ἀποκτεῖναι τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. καὶ