δεδοξασμένος, ὁ λόγοις καὶ ἔργοις προμηνύων τὰ τῆς οἰκονομίας τοῦ δεσπότου Χριστοῦ, ἔργοις μὲν ὡς τὸν Ἰσραὴλ ἐκ δουλείας Αἰγυπτίων λυτρώσασθαι, τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος ποιησάμενος, τὴν διάβασιν τῆς θαλάσσης ὡς ἐπὶ βαπτίσματος διὰ τῆς νεφέλης προμηνύων τὴν δόσιν τοῦ νόμου καὶ τῆς ἐρήμου τὴν διαγωγήν, ὡς ἐπὶ τοῦ ἁγίου πνεύματος καὶ τῆς ἐκκλησίας προτυπούμενος, τὸν ὄφιν τὸν χαλκοῦν ἐφ' ὑψηλοῦ στήσας, τὸ πάθος τὸ διὰ τοῦ σταυροῦ τοῦ δεσπότου Χριστοῦ προκατήγγελλεν τὴν εἴσοδον τῆς γῆς τῆς ἐπαγγελίας διὰ Ἰησοῦ παραπέμψας τὸ κατοικητήριον τὸ ἐν οὐρανοῖς προεγράφετο, ᾧ τάξις μεσίτου ὑπερφυὴς διὰ πλειόνων θαυμάτων ἱστορουμένη. τί δὲ δεῖ λέγειν καὶ περὶ τῆς σκηνῆς τῆς οὔσης ἐκμαγεῖον παντὸς τοῦ κόσμου, ἐν ᾗ καὶ τὸ ἱλαστήριον ἔθετο, τάξιν ἐπέχον τοῦ δεσπότου Χριστοῦ· ἀλλ' ἵνα μὴ μηκύνωμεν τὸν λόγον, πολλάκις αὐτὰ προειρηκότες, ἐπὶ τὴν προ143 φητείαν αὐτοῦ τὴν διὰ τῶν λόγων ἔλθωμεν. λέγει τοίνυν οὕτως. Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν εἴπῃ πρὸς ὑμᾶς. ἔσται δέ, πᾶσα ψυχή, ἥτις οὐκ ἀκούει τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς. καὶ πάλιν αὐτὸς συγγράφει, ὡς ἀπὸ τοῦ Βαλαὰμ εἰρημένον, Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἄρχοντας Μωὰβ καὶ ὑποτάξει πάντας τοὺς υἱοὺς Σήθ. υἱοὶ δὲ Σὴθ ὅλος ὁ κόσμος ἐστί· καὶ οὐχ ἁρμόζει τοῦτο, εἰ μὴ ἐπὶ τοῦ δεσπότου Χριστοῦ. ὁ γὰρ Σὴθ θεμέλιος ἑρμηνεύεται. ἐπειδὴ οὖν ὁ Καῒν καὶ τὸ τούτου σπέρμα ἐν τῷ κατακλυσμῷ ὅλον ἀπώλετο, Ἀβὲλ δὲ ἄπαις νεώτερος ἐτελεύτησεν, τούτων ὁ Σὴθ μεταγενέστερος ἐγένετο, ἐξ οὗ καὶ ὁ Νῶε καὶ πᾶς ὁ κόσμος κατάγεται, ὥσπερ τις θεμέλιος τῶν ἀνθρώπων· διὰ τοῦτο ἐκ τῆς αἰτίας ἐνθουσιασθεὶς αὐτὸν ὁ Ἀδὰμ ἐπωνόμασε Σήθ, ἵνα εἴπῃ ὅλον τὸν κόσμον. τοῦτο δὲ ἐπὶ τοῦ Χριστοῦ καὶ μόνου ἁρμόζει, πρὸς ὃν πᾶσα ἡ θεία γραφὴ ἀφορᾷ. Ἰησοῦς Ναυῆ κζʹ,
ὁμοῦ γϠδʹ. αʹ, βʹ, γʹ, δʹ εʹ. Ἦν ἀρχιερεὺς Ἐλεάζαρος, υἱὸς Ἀαρών. 144 ϛʹ, ζʹ. Τούτῳ τῷ ἔτει τῆς ἑαυτοῦ ἡγεμονίας διαγαγὼν Ἰησοῦ υἱὸς Ναυῆ τοὺς υἱοὺς Ἰσραὴλ εἰς γῆν Χαναὰν δεκάτῃ τοῦ πρώτου μηνὸς διὰ μέσου τοῦ Ἰορδάνου στήσας τοὺς δύο φωστῆρας θεοῦ βουλήσει, πρώτην τε πόλιν τὴν Ἱεριχώ, τῶν τειχέων αὐτῆς πεπτωκότων αὐτομάτως ἄνευ ἀνθρωπίνης καυχήσεως, τὴν Παλαιστινῶν γῆν τῷ Ἰουδαίων ἔθνει διανέμει πρὸς κλῆρον κατὰ φυλήν, κατασκάψας ἐπαρχίας ἑπτὰ καὶ ἐρημώσας βασιλείας κθʹ ἐν ἓξ ἔτεσιν· ἐν οἷς καὶ τῆς τῶν Φοινίκων γῆς περιεκράτησεν. Προεφήτευσεν Ἰησοῦς καὶ εἶπεν, Κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω. ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ. Μετὰ τελευτὴν Ἰησοῦ ἐξήμαρτεν ὁ λαὸς τῶν υἱῶν Ἰσραὴλ πρὸς τὸν θεόν· καὶ παρέδωκεν αὐτοὺς κύριος ὁ θεὸς τῷ Χουσαρσαθὲμ βασιλεῖ τῆς Μεσοποταμίας, καὶ ἐδούλευσαν αὐτῷ ἔτη ηʹ. Χουσαρσαθὲμ
ηʹ, ὁμοῦ γϠιβʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ. Ἑβραίων τὴν ἀρχιερωσύνην τρίτος διεδέξατο Φινεές. Μετὰ τελευτὴν τοῦ Χουσαρσαθὲμ κρατοῦσιν Ἑβραίων ἀλ145 λόφυλοι ἔτη ηʹ, ἃ καὶ συνάπτεται τοῖς τοῦ Γοθονιὴλ κατὰ τὰς Ἰουδαίων παραδόσεις. καὶ κεκραξάντων τῶν λαῶν πρὸς τὸν θεὸν ἀνέστησεν αὐτοῖς κύριος ὁ θεὸς ἡγεμόνα τὸν Γοθονιήλ. ἀδελφὸν Χαλὲβ τὸν νεώτερον, ἐκ φυλῆς Ἰούδα. οὗτος παρετάξατο τῷ Χουσαρσαθὲμ βασιλεῖ τῆς Μεσοποταμίας εἰς πόλεμον, καὶ ἔκρινεν αὐτὸν, καὶ τὸν λαὸν αὐτοῦ
προενόμευσεν, καὶ ἦρξεν Γοθονιὴλ κρίνων τὸν λαὸν ἔτη λβʹ. ὁμοῦ γϠμδʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ. Καὶ πάλιν ἐξήμαρτεν ὁ λαὸς τῶν υἱῶν Ἰσραὴλ πρὸς τὸν θεόν. καὶ παρέδωκεν αὐτοὺς κύριος ὁ θεὸς τῷ Ἐγλὼμ βασιλεῖ Μωαβιτῶν, καὶ ἐδούλευσαν αὐτῷ υἱοὶ Ἰσραὴλ