De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
τυγχάνει βασιλικὸν, ἵνα μηδεὶς λαμβάνῃ χαριστικὴν, μήτε μωλάριον, μήτε παρίππιον, ἔχον βασιλικὴν σφαγίδα, ἵνα μὴ κατακοινωθῇ ἡ προμοσέλλα καὶ ἀπόληται. ἐὰν δέ τις εὑρεθῇ τοιοῦτον ἔχων, ὡς κλέπτης καταδικάζεται· ἐκ δὲ τῶν μὴ ὄντων ἀλόγων ἐσφραγισμένων, ὅπου κελεύει ὁ βασιλεὺς, δίδωσιν, εἴτε ἐθνικοῖς, εἴτε πρόσφυξιν, εἴτε ἄλλοις τισὶν, οἷς κελεύει καὶ βούλεται. ἐσφραγισμένον γὰρ ἱππάριον ἢ μωλάριον βασιλικῇ βούλλῃ οὐδενὶ δίδοται εἰς χαριστικήν· ἐπειδὴ γὰρ, ὅτε γηράσει καὶ ἀνενέργητον πρὸς ὁδοιπορίαν γένηται ταξειδίου, ἀλλάσσει αὐτὸ εἰς τὴν βασιλικὴν προμοσέλλαν. ὀφείλει δὲ ὁ κόμης τοῦ στάβλου καὶ ὁ χαρτουλάριος μετὰ τῶν ἀρχόντων αὐτῶν παρίστασθαι εἰς τὰς βασιλικὰς φορτώσεις, ἵνα ἕκαστον σαγμάριον βαστάζῃ μοδίων ηʹ γομάριον· καὶ ἂν εὕρωσι κατὰ τὴν ὁδὸν ἐπιφορτώματα, τύπτουσι τοὺς τεθεικότας τὰ τοιαῦτα, καὶ ῥίπτουσιν αὐτά. καὶ μετὰ τὸ ἀποκατασταθῆναι τὴν κομπῖναν, τότε, ἐὰν κελεύει ὁ βασιλεὺς περιπατεῖν τὴν μίαν κόρτην καὶ τὰς ἡμισείας τέντας, ἅμα καὶ 481 τῆς ἡμισείας ὑπουργίας καὶ προευτρεπίζειν τὰ βασιλικὰ ἄπληκτα, γίνεται οὕτως. καὶ ἕως οὗ ἑνωθῇ τοῖς θέμασιν, ἡ αὐτὴ ἀκολουθία γίνεται, καὶ ἡ τάξις τῆς περιπατήσεως ἐν τῇ ὁδῷ φυλάττεται κατὰ τὸν τύπον τοῦ διακινήματος.
Περὶ τῶν κερκέτων.
26
Ἰστέον, ὅτι, ὅτε κερκετεύει ὁ δρουγγάριος τῆς βίγλης τὰς ἑσπέρας, λαμβάνει φατλίον ἀπὸ τοῦ εἰδικοῦ, καὶ οἱ ρʹ σχολάριοι, οὓς ἔχει, ποιοῦσι τὴν φῖναν τὴν ἔξω, καὶ οἱ ἐπὶ τῆς ἑταιρείας κρατοῦσι φῖναν ἔσω μετὰ τοῦ ἑταιρειάρχου πλησίον ἔξω τῆς κόρτης, ὅπου εἰσὶ δεδεμένα τὰ σχοινία αὐτῆς, καὶ λαμβάνει σίγνον ἀπὸ τοῦ βασιλέως μυστικῶς, εἴτε τὸν Σωτῆρα, εἴτε τὴν Θεοτόκον, εἴτε τὸν ἀρχιστράτηγον, εἴτε τῶν ἁγίων μαρτύρων τῶν στρατηλατῶν, εἴτε ἄλλο τι, ὃ κελεύει ὁ βασιλεύς. καὶ ὑπαλλάσσει ἑκάστης ἑσπέρας τὸ σίγνον, καὶ ἵστησιν ἐπιστάτας, καὶ περιγυρεύουσι δι' ὅλης νυκτὸς τὴν φῖναν. τὸ αὐτὸ καὶ ὁ ἑταιρειάρχης μετὰ καὶ τῆς ἑταιρείας. καὶ ἀφ' οὗ κερκετεύσει ὁ δρουγγάριος, οὔτε κοιτωνίτης ἐπ' ἐξουσίας ἔχει ἔξω τῶν σκουταρίων εἰσελθεῖν, οὔτε τῶν ἐπὶ τῆς ἑταιρείας, οὔτε ἄλ 482 λος τις μέγας ἢ μικρὸς, ὑπερέχων ἢ ὑποβεβηκὼς, ἐὰν μὴ λάβῃ τὸ σίγνον ἀπὸ τοῦ βασιλέως καὶ ἔλθῃ εἰς τὸν δρουγγάριον. εἰ δὲ δοκιμάσει τις ἐξελθεῖν ἄνευ σίγνου, δεσμοῦσιν αὐτὸν καὶ ἀπάγουσιν εἰς τὸν δρουγγάριον, καὶ ὑπομιμνήσκεται περὶ τούτου ὁ βασιλεὺς, καὶ εἴ τι κελεύει ἡ βασιλεία αὐτοῦ. εἰ δὲ λάβοι σίγνον παρὰ τοῦ βασιλέως, ὁπόθεν αὐτὸν ἐκβάλλει ὁ δρουγγάριος, ἐκεῖθεν καὶ πάλιν εἰσάγει, καὶ ἀλλαχόθεν οὐκ ἔξεστιν αὐτὸν εἰσελθεῖν, ἐπεὶ παρὰ τῶν πεδητούρων δεσμεῖται, καὶ τὸ πρωῒ τῷ βασιλεῖ παραδίδοται. τοῦτο δὲ φυλάττεται μέχρι τοῦ καταστολίου. ὅτε δὲ ἑνωθῇ τοῖς θέμασιν ὁ βασιλεὺς, γίνεται προσθήκη ἄλλης μιᾶς φίνας πλησίον τῶν ἐπὶ τῆς ἑταιρείας, ἤγουν ἔξω τῆς ἑταιρείας καὶ ἔσω τῶν τοῦ δρουγγαρίου σχολαρίων. διερχομένου δὲ τοῦ βασιλέως ἐν τοῖς θέμασιν, ὑπαντᾶται παρ' ἑκάστου θέματος, δηλονότι παρατεταγμένου ὄντος τοῦ θέματος. καὶ δὴ τοῦ βασιλέως διερχομένου, ὡς ἀπὸ διαστήματος ἱκανοῦ πρὸ τοῦ τὸν βασιλέα καταλαβεῖν, ἀποβαίνουσι τῶν ἵππων ὅ,τε στρατηγὸς καὶ ὁ πρωτονοτάριος τοῦ θέματος καὶ οἱ τουρμάρχαι καὶ οἱ δρουγγαροκόμητες καὶ ὁ μεράρχης καὶ ὁ κόμης τῆς κόρτης καὶ ὁ χαρτουλάριος καὶ ὁ δομέστικος τοῦ θέματος, καὶ ποιοῦσι δέξιμον. καὶ τοῦ βασιλέως διερχομένου, 483 πίπτουσι πάντες οἱ προειρημένοι ἐπὶ γῆς, προσκυνοῦντες τὸν βασιλέα· οἱ δὲ στρατιῶται πάντες ἵστανται καβαλλάριοι. καὶ μετὰ τὸ προσκυνῆσαι τοὺς στρατηγοὺς σὺν τοῖς προλεχθεῖσιν ἄρχουσιν ἐκνεύει ὁ βασιλεὺς ὀλίγον τῆς ὁδοῦ, λέγων πρὸς αὐτούς· "καλῶς εὕρομεν." εἶτα ἐρωτᾷ αὐτούς· "πῶς ἔχετε, παιδία μου; πῶς ἔχουσιν αἱ γυναῖκες ὑμῶν, αἱ νύμφαι μου, καὶ τὰ παιδία;" κἀκεῖνοι λέγουσιν, ὅτι "ἐν τῇ ζωῇ τῆς βασιλείας σου καὶ ἡμεῖς οἱ δοῦλοί σου ὑγιαίνομεν." καὶ πάλιν ὁ βασιλεὺς ἀποκρίνεται· "χάρις τῷ ἁγίῳ Θεῷ τῷ ἐν ὑγείᾳ διατηροῦντι ἡμᾶς." καὶ πάντων τῷ βασιλεῖ ἐπευχομένων, ὁρίζει ὁ βασιλεὺς τὸν στρατηγὸν καὶ πάντας τοὺς προειρημένους ἄρχοντας καβαλλικεῦσαι καὶ μετὰ τοῦ στρατοῦ αὐτῶν ἀπελθεῖν εἰς τὴν ἰδίαν καὶ ὡρισμένην αὐτοῖς τάξιν. εἰ δὲ μᾶλλον κελεύει ὁ βασιλεὺς ἀποσωρευθῆναι τά τε τάγματα καὶ τὰ θέματα, εἴτε ἐν τῷ θέματι τῶν Ἀρμενιακῶν εἰς τὸν ∆αζιμῶνα, εἴτε ἐν τῷ θέματι τοῦ Χαρσιανοῦ εἰς