26
ἀπολογεῖσθαι θέλων ὡς ἀμείωτα τὰ κοινά, τοῦ τοσούτου προ βάντος ἐλέου, αὐτὸν ἐκεῖνον τὸν ἐλεήσαντα τῶν λεγομένων ἔφερε μάρτυρα πρὸς τὸν πατριάρχην Μανουήλ, λέγων ὡς οὐδὲν ἐξήντληται τῶν κοινῶν, ἀλλ' ἐκ προμηθείας κτήσαιτο ταῦτα καὶ μελέτης ἰδίας, ἐξ ὧν γεωπονῶν οὐκ ἀνίει δι' εἰδημόνων ἀνδρῶν, ἔτι δὲ καὶ τῶν ἐν αὐτοῖς δὴ τοῖς κτήμασι θρεμμάτων διαφόρων ἐπιμελούμενος. Οὕτως ἦν αὐτοῖς τὸ θεοφιλές, καὶ οὕτω τὸ φιλορρώμαιον ἔγνωστο.
κεʹ. Ὅπως ἐπιπολαίως ὁ μέγας δοὺξ τῶν βασιλικῶν χρημάτων ἁπτόμενος περιεποίει ἑαυτῷ τὴν εὔνοιαν. Τότε δὲ πολλοῦ τινος ἐν Μαγνησίᾳ τεθησαυρισμένου χρήματος, οὐκ ἐξὸν ἦν τῷ μεγάλῳ δουκί τε καὶ ἐπιτρόπῳ ῥᾷστα λαμβάνειν καὶ χορηγεῖν, ὅπου ἦν βουλομένῳ οἱ· ἐφειστήκει γὰρ τὸ Κελτικὸν καὶ πελεκυφόρον, ἐφέξον, ἤν τις ἐπιχειροίη, καὶ φυλακὴ ἦν τοῖς ταμείαις ὡς γνωστῶς δίδοσθαι, ὅπου τὸ ἀναγκαῖον τῆς χρείας ἀπῄτει· ἐδίδοντο δὲ πολλάκις καί τισιν, ἐπιτάττοντος, προφάσει χρείας οὐκ οὔσης. Κἀντεῦθεν ἀρχὰς ἑαυτῷ εὐμενείας προὐκατε 103 βάλλετο, οἷς οὐκ ἦν τῆς εὐεργεσίας ἐπιλελῆσθαι. Καὶ δικαίως ἂν ἀπολογη σόμενος, εἰ μή τινι παρεῖχεν αὐτὸς διὰ τὴν ἐνοῦσαν πενίαν, ὅμως ἀφορμὰς ἐδίδου λαμβάνειν τινάς, οὐ μᾶλλον κατὰ φιλοτιμίαν ἢ κατὰ πρόνοιαν τῶν μελλόντων, ὡς ἔδειξε. Τὴν δ' ἐκείνου πενίαν, εἰπόντος ἐκείνου ποτέ, παρὼν καὶ ἀκούσας ὁ γράφων, εἰ μαρτυροίη, ψεύδους ἁλῶναι οὐ δέδοικεν, ἐπεὶ κἀκείνῳ εἰς καύχημα δόξης ἦν ἡ πενία τότε λέγοντι· τρισὶ γὰρ καὶ μόνοις νομίσμασι κατὰ τὰς κατ' οἶκον χρείας τὸ προσὸν αὐτῷ, ὅτε βασιλεύοι, ὡς ἔλεγε, περιίστατο. Καὶ τὸν Ἄγγελον, ἀδελφὸν ὄντα τῆς αὐτοῦ πενθερᾶς, ὃν καὶ μέγαν πριμμικήριον αὐτὸς βασιλεύσας ἀπέδειξεν, ἐκάλει παρόντα, ὅπως αὐτὸς λαγχάνοι παρ' αὐτοῦ δίκας ὑπὲρ τῆς τῆς ἀδελφιδῆς προικὸς μαρτυρήσοντα· κἀκεῖνος ἐγγὺς παραστὰς ἐμαρτύρει, καὶ ἡμεῖς ἠκούομεν λέγοντος καὶ ὅρκον προστιθέντος τοῖς λεγομένοις. Τότε τοιγαροῦν τοὺς πολλούς, καὶ μᾶλλον οἷς εὐγενὲς τὸ γένος, ὑποποιούμενος, παρεῖχεν ἐξ εὐλόγου δῆθεν προφάσεως τῶν βασιλικῶν χρημάτων ἀπόνασθαι, αὐτὸς τέως ὡς εἶχεν συντηρῶν ἑαυτὸν τῶν λημμάτων ἀνώτερον.
κʹ. Ὅπως, ἐλθόντος τοῦ πατριάρχου, πολλὴν ὁ μέγας δοὺξ ἐπεδείξατο τὴν ὑπόπτωσιν. Ἐν τοσούτῳ δὲ καὶ ὁ πατριάρχης σύν τε τοῖς ἐκκρίτοις τοῦ κλήρου καὶ τοῖς ἀρχιερεῦσι παρεῖναι ἠκούετο· καὶ ὃς αὐτίκα μαθὼν πρὸ τῶν ἄλλων αὐτὸς ὑπαντᾷ μακρόθεν, τιμὴν τὴν μεγίστην ἀφοσιούμενος τῷ τε πατριάρχῃ καὶ παντὶ τῷ ἱερῷ πληρώματι, πεζῇ τε βαδίζων καὶ τὰς τῆς ἡμιόνου τοῦ ἱερέως χαλινοὺς κατέχων, ἕως καὶ αὐτῶν ἐντὸς ἀνακτόρων προηγούμενος καθιστᾷ. Καὶ δὴ σκηνὴν μὲν βασιλικὴν ἐκείνου χάριν ὑποστῆναι κελεύει, ἅμα μὲν καὶ κατὰ τὴν εἰς ἐκεῖνον τιμήν, ὑποτρέχων ἐν πᾶσι καὶ θεραπεύων, ἅμα δὲ καὶ ἐς πρόφασιν ἀναγκαίαν τοῦ ἔχειν ἐκ τοῦ ῥᾴστου πλησιάζειν τῷ βασιλεῖ, τοῦ καιροῦ διδόντος, αὐτὸν ἐκεῖνον τὸν πατριάρχην, μηδεμιᾶς ὥρας τοῦ κρατοῦντος ἀπολιμπάνεσθαι. Συγκεχωρήκει δέ οἱ ἀσμένως πάντα, ὡς οὐκ ἄλλως ἐπιτροπεύσων, εἰ μὴ αὐτός γε κελεύοι καὶ ἐπινεύοι ἡ σύνοδος. Ὅθεν καὶ φέρων μὲν τὸν νέον εἰς χεῖρας τῷ πατριάρχῃ ποιεῖται, οὕτω καὶ τοῖς ἄλλοις μετὸν τῆς βουλῆς, ἐκείνου δ' ἐξαρτᾷ τὰ παρόντα, καὶ πολλάκις 105 ἄγει καὶ δείκνυσι τὰ κειμήλια, σιωπηλῶς τὴν ἐξουσίαν ἐμφαίνων ἐξημμένην ἐκείνου καὶ μόνου, κἂν αὐτὸς κελεύοι, ἐκεῖθεν τοὺς ἄλλους ἕξοντας. Ἦν δὲ ἄρα οἱ τὸ σοφὸν ἐκείνῳ μὲν ἐνδιδόναι τῶν ὅλων ἄρχειν, αὐτὸν δ' ὑποποι ούμενον τὸν ἐξάρχοντα, λαμβάνειν οἷόν τ' εἶναι, ὡς ἐπ' ἀναγκαίοις παρέξοντα. Καὶ ἐπεὶ ἀνάγκη ἦν ἐκ τῶν κοινῶν τοῖς περὶ τὸν πατριάρχην οἰκονο μεῖσθαι, καὶ μᾶλλον τοῖς ἀρχιερεῦσι, τὰ ἐπιτήδεια, αὐτὸς λαμβάνων ἐδίδου καὶ προσεπεφιλοτιμεῖτο τὰ πλείονα, τὸ μὲν πρόδηλον ἐπ' ἀναγκαίαις ταῖς προφάσεσι, τὸ δέ γε σπουδαζόμενον παρ' ἐκείνου σοφῶν ὀφθαλμοὺς ἐκτυφλώττειν δώροις καὶ τὴν ἐκείνων ὑποποιεῖσθαι εὔνοιαν. Ὃ καὶ γινόμενον καθ' ἑκάστην ῥοπὴν εὐμενείας ἐνεποίει μεγίστην παρ' ἐκείνων ἑαυτῷ