φλεβῶν ὀλισθήμασι, καί τι ἄλλο νυκτιφαές. Ἔρωτας δὲ καὶ ἀνάπτει καὶ σβέννυσι. Καὶ τρίχας λευκὰς μὲν μελαίνει λευκαίνει δὲ μελαίνας. Καὶ ἄλλ' ἄττα τοιαῦτα ὁ ἀνὴρ οὗτος ἐν τοῖς Κεστοῖς αὐτοῦ τερατολογεῖ καὶ διέξεισι. 9.2 ζοσιμι ιν Περὶ τοῦ ὅτι πάντα περὶ μιᾶς βαφῆς ἡ τέχνη λελάληκεν Ἀμέλει γοῦν καὶ Ἀφρικανός φησι· «τὰ ὑπάγοντα εἰς τὴν βαφὴν μέταλλα καὶ ὑγρὰ καὶ γαῖ καὶ βοτάναι». 9.3 ολψμπιοδορι ιν Εἰς τὸ κατ' ἐνέργειαν Ζωσίμου Τὸ δὲ ἅλας ἐπενοήθη ἐκ τῶν ἀρχαίων ἵνα μὴ κολληθῇ ὁ ἀρσένικος εἰς τὸ ὑελοῦν κυθρίδιον, ὅπερ ὑελοῦν κυθρίδιον «ἀσύμποτον» Ἀφρικανὸς ἐκάλεσεν. 9.4 ανονψμι ιν μς. παρισινο γρ. 2286 Ὡς δὲ Βαβυλώνιος ὁ Ἀφρικανὸς φησὶν ὅτι εἰ θέλει παιδοποιῆσαι τις, πρὸ τῆς συνελεύσεως τῆς γυναικὸς ἤγουν ὅταν μέλλῃ εἰς συνουσίαν ἐλθεῖν, ἐπιχρισάτω τὸ μόριον αὐτοῦ αἷμα λαγωοῦ καὶ ποιήσει παῖδα ἄρρενα εἰ δὲ χήνειον στέαρ ἐπιχρίσει καὶ ποιήσει θῆλυ. 9.5 πσευδο-διοπηανις ιν «γεοπονιξις» Φασὶ γὰρ οἱ περὶ ∆ημόκριτον καὶ Ἀφρικανὸν ἓξ μόνας ἡμέρας, καὶ οὐ πλείους, καλῶς διαμένειν πεπανθεῖσαν τὴν σταφυλήν· ἐὰν οὖν τὸ γίγαρτον μηκέτι χλωρὸν διαφανῇ, ἀλλὰ μέλαν, σημαίνει αὐτὴν ὥριμον εἶναι.