26
ποιοῦντες τὸν κατὰ πνεῦμα νόμον δικαιωθήσονται, μὴ ἐκπίπτοντες τῆς χάριτος διὰ τὴν εἰς τὸ βάθος τῆς ψυχῆς κατὰ τὴν κάθαρσιν τοῦ λόγου διάβασιν. Οἱ δὲ κατὰ τὸ φαινόμενον τοῦ νόμου σωματικῶς λατρεύοντες τῆς θείας πάντως ἐκπίπτουσι χάριτος, ἀγνοοῦντες τὴν τὸν νοῦν πάσης καθαίρουσαν κηλίδος ἐν χάριτι τοῦ πνευματικοῦ νόμου τελείωσιν καὶ τὸ τέλος Χριστόν.
ΙΘ (19). ΠΕΡΙ ΤΟΥ "ΟΣΟΙ ΑΝΟΜΩΣ ΗΜΑΡΤΟΝ, ΑΝΟΜΩΣ ΚΑΙ ΑΠΟΛΟΥΝΤΑΙ". 19. ΕΡΩΤΗΣΙΣ ΙΘ' Τί ἐστιν ὅσοι ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐν νόμῳ
ἥμαρτον διὰ νόμου κριθήσονται; Καὶ πῶς ὁ αὐτὸς λέγει πάλιν ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ; Εἰ διὰ νόμου κριθήσονται, πῶς διὰ Ἰησοῦ Χριστοῦ;
Ἀπόκρισις. Ὁ τοῦ Θεοῦ Λόγος Ἰησοῦς Χριστός, ὡς μὲν πάντων δημιουργός, καὶ νόμου
τοῦ κατὰ φύσιν ἐστὶ ποιητής, ὡς δὲ προνοητὴς καὶ νομοθέτης, καὶ τοῦ ἐν γράμματι σαφῶς καὶ τοῦ ἐν πνεύματι, τουτέστιν ἐν χάριτι, νόμου ἐστὶ δοτήρ· τέλος γὰρ νόμου Χριστός, δηλονότι τοῦ γραπτοῦ νοουμένου πνευματικῶς. 14Β_116 Εἰ τοίνυν εἰς Χριστόν, ὡς δημιουργὸν προνοητήν τε καὶ νομοθέτην καὶ ἱλασμόν, ὅ τε κατὰ φύσιν καὶ ὁ γραπτὸς καὶ ὁ τῆς χάριτος συνάγεται νόμος, ἀληθεύει φάσκων ὁ θεῖος ἀπόστολος ὅτι ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων μέλλει κρίνειν κατὰ τὸ Εὐαγγέλιον αὐτοῦ, τουτέστι καθῶς εὐαγγελίζεται διὰ Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς κατ᾽ οὐσίαν οἰκείου Λόγου, χωρῶν διὰ πάντων, καὶ τοὺς μὲν ἐλέγχων, τοὺς δὲ προσφόρως ἀποδεχόμενος, καὶ τοῖς κατὰ φύσιν καὶ νόμον καὶ χάριν διὰ τοῦ συνόντος αὐτῷ κατ᾽ οὐσίαν μονογενοῦς ἀφράστου Λόγου τὰ κατ᾽ ἀξίαν ἀπονέμων. Πάσης γὰρ φύσεως καὶ παντὸς νόμου καὶ θεσμοῦ καὶ τάξεως ὁ τοῦ Θεοῦ Λόγος ἐστὶ ποιητής, καὶ τῶν ἐν φύσει καὶ νόμῳ καὶ θεσμῷ καὶ τάξει κριτής· τοῦ γὰρ διαγορεύοντος Λόγου χωρίς, νόμος οὐκ ἔστιν. Εἴτε οὖν ἐν νόμῳ τις κρίνεται, ὡς ἐν Χριστῷ κριθήσεται, εἴτε χωρὶς νόμου, πάλιν ἐν αὐτῷ πάντως κριθήσεται· πάντων γὰρ τῶν ὄντων καὶ λεγομένων καὶ νοουμένων ἐστὶ καὶ ἀρχὴ καὶ μεσότης καὶ τέλος, ὡς δημιουργός, ὁ Λόγος.
Κ (20). ΠΕΡΙ ΤΗΣ ΕΝ ΤΩ ΕΥΑΓΓΕΛΙΩ ΞΗΡΑΝΘΕΙΣΗΣ ΣΥΚΗΣ. 20. ΕΡΩΤΗΣΙΣ Κ' Τίς ἡ ἐν τῷ Εὐαγγελίῳ παραλόγως, ὅσον πρὸς τὸ φαινόμενον, ξηρανθεῖσα
συκῆ; Καὶ τίς ἡ ἀκρασία τῆς πείνης παρὰ καιρὸν ἐπιζητούσης καρπόν; Καὶ τίς ἡ τοῦ ἀναισθήτου κατάρα;
Ἀπόκρισις. Ὁ πάντα σωτηρίας ἕνεκεν τῶν ἀνθρώπων μετὰ σοφίας οἰκονομῶν Θεὸς
Λόγος, πρότερον διὰ νόμου σωματικωτέραν ἔχοντος λατρείαν παιδαγωγήσας τὴν φύσιν οὐ γὰρ ἠδύνατο γυμνὴν τυπικῶν προκαλυμμάτων δέξασθαι τὴν ἀλήθειαν διὰ τὴν ἐγγενομένην αὐτῇ πρὸς τὴν ἀρχετυπίαν τῶν θείων πραγμάτων 14Β_118 ἄγνοιάν τε καὶ ἀλλοτρίωσιν, ὕστερον, ἐμφανῶς δι᾽ ἑαυτοῦ γενόμενος ἄνθρωπος, κατὰ πρόσληψιν σαρκὸς νοεράν τε καὶ λογικὴν ἐχούσης ψυχὴν παραγενόμενος καὶ πρὸς τὴν ἄϋλον γνωστικὴν ἐν πνεύματι λατρείαν, ὡς Λόγος, τὴν φύσιν μεταγαγών, οὐκ ἠβούλετο, τῆς ἀληθείας τῷ βίῳ διαφανείσης, τὴν σκιὰν ἔχειν τὴν δυναστείαν, ἧς τύπος ὑπῆρχεν ἡ συκῆ. ∆ιὰ τοῦτό φησιν· ἐπανιὼν ἐκ Βηθανίας εἰς Ἱεροσόλυμα, τουτέστι μετὰ τὴν τυπικὴν καὶ σκιώδη κατὰ τὸν νόμον λανθάνουσαν αὐτοῦ παρουσίαν αὖθις τῇ φύσει τῶν ἀνθρώπων διὰ σαρκὸς ἐπιδημῶνοὕτω γὰρ ληπτέον τὸ